Πολλάκι μοι πραπίδων διῆλθε φροντίς,
Εἴτε τύχα εἴτε δαίμων τὰ βιότια κραίνει,
Παρά τ᾿ ἐλπίδα καὶ παρὰ δίκαν
Τοὺς μὲν ἀπ᾿ οἴκων ἀναπίπτοντας 28.C
Ἄτερ βίου, τοὺς δ᾿ εὐτυχοῦντας ἄγει. Τὸ παρ᾿ ἐλπίδα καὶ δίκην εὖ πράττειν ἢ κακῶς ἐν ἀφασίᾳ τὸν Εὐριπίδην ἐποίησε, τίνος ἡ τοιαύτη τῶν περιγείων διοίκησις, ἐν ᾗ εἴποι τις ἄν·
Πῶς οὖν τάδ᾿ εἰσορῶντες ἢ θεῶν γένος
Εἶναι λέγωμεν, ἢ νόμοισι χρώμεθα; Τοῦτο καὶ τὸν Ἀριστοτέλη ἀπρονόητα εἰπεῖν τὰ κατωτέρω τοῦ οὐρανοῦ ἐποίησε, καίτοι τῆς ἀϊδίου ἐπ᾿ ἴσης ἡμῖν μενούσης προνοίας τοῦ θεοῦ·
Ἡ γῆ δ᾿ ἀνάγκῃ, κἂν θέλῃ κἂν μὴ θέλῃ, 28.D
Φύουσα ποίαν τἀμὰ πιαίνει βοτά· τῆς δὲ ἐπὶ μέρους πρὸς ἀλήθειαν, οὐ πρὸς δόξαν, χωρούσης ἐπὶ τοὺς ἀξίους, καὶ τῶν λοιπῶν κατὰ τὸ κοινὸν συστάσεως νόμῳ λόγου προνοουμένων. Ἀλλ᾿ ἐπεὶ αἱ ἀπὸ τοὐναντίου πνεύματος δαιμονικαὶ κινήσεις καὶ ἐνέργειαι τὰς ἀτάκτους ταύτας ἐπιφορὰς παρέχουσιν, ἤδη καὶ τοὺς ἀνθρώπους ἄλλον ἄλλως, καὶ καθ᾿ ἕνα καὶ κατὰ ἔθνη, μερικῶς καὶ κοινῶς, κατὰ τὸν τῆς ὕλης 29.A λόγον καὶ τῆς πρὸς τὰ θεῖα συμπαθείας, ἔνδοθεν καὶ ἔξωθεν κινοῦσαι, διὰ τοῦτό τινες, ὧν δόξαι οὐ μικραί, ἐνόμισαν οὐ τάξει τινὶ τὸ πᾶν τοῦτο συνεστάναι, ἀλλ᾿ ἀλόγῳ τύχῃ ἄγεσθαι καὶ φέρεσθαι, οὐκ εἰδότες ὅτι τῶν μὲν περὶ τὴν τοῦ παντὸς κόσμου σύστασιν οὐδὲν ἄτακτον οὐδὲ ἀπημελημένον, ἀλλ᾿ ἕκαστον αὐτῶν γεγονὸς λόγῳ, διὸ οὐδὲ τὴν ὡρισμένην ἐπ᾿ αὐτοῖς παραβαίνουσι τάξιν, ὁ δὲ ἄνθρωπος κατὰ μὲν τὸν πεποιηκότα καὶ αὐτὸς εὐτάκτως ἔχει, καὶ τῇ κατὰ τὴν γένεσιν φύσει, ἕνα καὶ κοινὸν ἐπεχούσῃ λόγον, καὶ τῇ κατὰ τὴν πλάσιν διαθέσει, οὐ 29.B παραβαινούσῃ τὸν ἐπ᾿ αὐτῇ νόμον, καὶ τῷ τοῦ βίου τέλει, ἴσῳ καὶ κοινῷ μένοντι, κατὰ δὲ τὸν ἴδιον ἑαυτῷ λόγον καὶ τὴν τοῦ ἐπέχοντος ἄρχοντος καὶ τῶν παρακολουθούντων δαιμόνων ἐνέργειαν ἄλλος ἄλλως φέρεται καὶ κινεῖται, κοινὸν πάντες τὸν ἐν αὐτοῖς ἔχοντες λογισμόν.
Legatio sive Supplicatio pro Christianis. Athenagoras. ed. Johann Karl Theodor von Otto. Jena. 1857.