Σκυζομένη Διῒ πατρί, χόλος δέ μιν ἄγριος αἱρεῖ, Ἥρα δὲ θεωρῆται·
Ἥρῃ δ᾿ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα. Κρείττους δὲ λύπης·
Ὢ πόποι, ἦ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος
Ὀφθαλμοῖσιν ὁρῶμαι· ἐμὸν δ᾿ ὀλοφύρεται ἦτορ. Ἐγὼ μὲν γὰρ καὶ ἀνθρώπους ἀμαθεῖς καὶ σκαιοὺς λέγω τοὺς ὀργῇ καὶ λύπῃ εἴκοντας. Ὅταν δὲ ὁ πατὴρ ἀνδρῶν τε θεῶν τε ὀδύρηται μὲν τὸν υἱόν, 21.A
Αἲ αἲ ἐγών, ὅτε μοι Σαρπηδόνα φίλτατον ἀνδρῶν
Μοῖρ᾿ ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι! ἀδυνατῇ δὲ ὀδυρόμενος τοῦ κινδύνου ἐξαρπάσαι,
Σαρπηδὼν Διὸς υἱός, ὁ δ᾿ οὐδ᾿ ᾧ παιδὶ ἀμύνει, τίς οὐκ ἂν τοὺς ἐπὶ τοῖς τοιούτοις μύθοις φιλοθέους, μᾶλλον δὲ ἀθέους, τῆς ἀμαθίας καταμέμψοιτο; Ἔστωσαν σαρκοειδεῖς, ἀλλὰ μὴ τιτρωσκέσθω μηδὲ Ἀφροδίτη ὑπὸ Διομήδους τὸ σῶμα,
Οὖτά με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης, 21.B ἢ ὑπὸ Ἄρεως τὴν ψυχήν,
Ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτη
Αἰὲν ἀτιμάζει, φιλέει δ᾿ ἀΐδηλον Ἄρηα.
— — Διὰ δὲ χρόα καλὸν ἔδαψεν. Ὁ δεινὸς ἐν πολέμοις, ὁ σύμμαχος κατὰ Τιτάνων τοῦ Διός, ἀσθενέστερος Διομήδους φαίνεται.
Μαίνετο δ᾿ ὡς ὅτ᾿ Ἄρης ἐγχέσπαλος —. Σιώπησον Ὅμηρε, θεὸς οὐ μαίνεται. Σὺ δέ μοι καὶ μιαιφόνον καὶ βροτολοιγόν,
Ἄρες, Ἄρες βροτολοιγέ, μιαιφόνε, 21.C διηγῇ τὸν θεόν, καὶ τὴν μοιχείαν αὐτοῦ διέξει καὶ τὰ δεσμά·
Τὼ δ᾿ ἐς δέμνια βάντε κατέδραθον, ἀμφὶ δὲ δεσμοὶ
Τεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο,
Οὐδέ τι κινῆσαι μελέων ἦν. Οὐ καταβάλλουσι τὸν πολὺν τοῦτον ἀσεβῆ λῆρον περὶ τῶν θεῶν; Οὐρανὸς ἐκτέμνεται, δεῖται καὶ καταταρταροῦται Κρόνος, ἐπανίστανται Τιτᾶνες, Στὺξ ἀποθνήσκει κατὰ τὴν μάχην· 21.D ἤδη καὶ θνητοὺς αὐτοὺς δεικνύουσιν· ἐρῶσιν ἀλλήλων, ἐρῶσιν ἀνθρώπων.
Αἰνείας, τὸν ὑπ᾿ Ἀγχίσῃ τέκε δῖ᾿ Ἀφροδίτη,
Ἴδης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα. Οὐκ ἐρῶσιν; Οὐ πάσχουσιν; Ἦ γὰρ θεοί, καὶ οὐχ ἅψεται αὐτῶν ἐπιθυμία! Κἂν σάρκα θεὸς κατὰ θείαν οἰκονομίαν λάβῃ, ἤδη δοῦλός ἐστιν ἐπιθυμίας;
Οὐ γὰρ πώποτέ μ᾿ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς
Θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν· 22.A
Οὐδ᾿ ὁπότ᾿ ἠρασάμην Ἰξιονίης ἀλόχοιο,
Οὐδ᾿ ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης,
Οὐδ᾿ ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο,
Οὐδ᾿ ὅτε περ Σεμέλης, οὐδ᾿ Ἀλκμήνης ἐνὶ Θήβῃ,
Οὐδ᾿ ὅτε Δήμητρος καλλιπλοκάμοιο ἀνάσσης,
Οὐδ᾿ ὅτε περ Λητοῦς ἐρικυδέος, οὐδὲ σεῦ αὐτῆς. Γενητός ἐστι, φθαρτός ἐστιν, οὐδὲν ἔχων θεοῦ. Ἀλλὰ καὶ θητεύουσιν ἀνθρώποις·
Ὦ δώματ᾿ Ἀδμήτει᾿, ἐν οἷς ἔτλην ἐγὼ
Θῆσσαν τράπεζαν αἰνέσαι, θεός περ ὤν· καὶ βουκολοῦσιν· 22.B
Ἐλθὼν δ᾿ ἐς αἶαν τήνδ᾿ ἐβουφόρβουν ξένῳ,
Καὶ τόνδ᾿ ἔσωζον οἶκον. Οὐκοῦν κρείττων Ἄδμητος τοῦ θεοῦ. Ὦ μάντι καὶ σοφὲ καὶ προειδὼς τοῖς ἄλλοις τὰ ἐσόμενα, οὐκ ἐμαντεύσω τοῦ ἐρωμένου τὸν φόνον, ἀλλὰ καὶ ἔκτεινας αὐτοχειρὶ τὸν φίλον.
Κἀγὼ τὸ Φοίβου θεῖον ἀψευδὲς στόμα
Ἤλπιζον εἶναι, μαντικῇ βρύον τέχνῃ. (ὡς ψευδόμαντιν κακίζει τὸν Ἀπόλλω ὁ Αἰσχύλος)
Ὁ δ᾿ αὐτὸς ὑμνῶν, αὐτὸς ἐν θοίνῃ παρών,
Αὐτὸς τάδ᾿ εἰπών, αὐτός ἐστιν ὁ κτανὼν
Τὸν παῖδα τὸν ἐμόν. 22.C
Legatio sive Supplicatio pro Christianis. Athenagoras. ed. Johann Karl Theodor von Otto. Jena. 1857.