Legatio sive Supplicatio pro Christianis. Athenagoras. ed. Johann Karl Theodor von Otto. Jena. 1857.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
Αὕτη ἀρχὴ γενέσεως περὶ τοὺς κατ᾿ αὐτοὺς θεούς τε καὶ τὸ πᾶν. Τί ἐκεῖνο τοίνυν; Ἕκαστον γὰρ τῶν τεθεολογημένων
18.D
ὡς τὴν ἀρχὴν ὄν νοεῖται. Εἰ γὰρ γεγόνασιν οὐκ ὄντες, ὡς οἱ περὶ αὐτῶν θεολογοῦντες λέγουσιν, οὐκ εἰσίν. Ἢ γὰρ ἀγένητόν τι καὶ ἔστιν ἀΐδιον, ἢ γενητὸν καὶ φθατόν ἐστι. Καὶ οὐκ ἐγὼ μὲν οὕτως, ἑτέρως δὲ οἱ φιλόσοφοι. Τί τὸ ὂν ἀεί, γένεσίν τε οὐκ ἔχον, ἢ τί τὸ γενόμενον μέν, ὂν δὲ οὐδέποτε; Περὶ νοητοῦ καὶ αἰσθητοῦ διαλεγόμενος ὁ Πλάτων τὸ μὲν ἀεὶ ὄν, τὸ νοητόν, ἀγένητον εἶναι διδάσκει, τὸ δὲ οὐκ ὄν, τὸ αἰσθητόν, γενητόν, ἀρχόμενον εἶναι καὶ παυόμενον. Τούτῳ
19.A
καὶ οἱ ἀπὸ τῆς στοᾶς τῷ λόγῳ ἐκπυρωθήσεσθαι τὰ πάντα καὶ πάλιν ἔσεσθαί φασιν, ἑτέραν ἀρχὴν τοῦ κόσμου λαβόντος. Εἰ δέ, καίτοι δισσοῦ αἰτίου κατ᾿ αὐτοὺς ὄντος, τοῦ μὲν δραστηρίου καὶ καταρχομένου, καθὸ ἡ πρόνοια, τοῦ δὲ πάσχοντος καὶ τρεπομένου, καθὸ ἡ ὕλη, ἀδύνατον δέ ἐστι καὶ προνοούμενον ἐπὶ ταὐτοῦ μεῖναι τὸν κόσμον γενόμενον, πῶς ἡ τούτων μένει σύστασις, οὐ φύσει ὄντων ἀλλὰ γενομένων; Τί δὲ τῆς ὕλης κρείττους οἱ θεοί, τὴν σύστασιν ἐξ ὕδατος ἔχοντες; Ἀλλ᾿ οὐδὲ κατ᾿ αὐτοὺς ὕδωρ τοῖς πᾶσιν ἀρχή. Ἔκ τε ἁπλῶν καὶ μονοειδῶν τί ἄν συστῆναι στοιχείων δύναιτο;
19.B
Δεῖ δὲ καὶ τῇ ὕλῃ τεχνίτου καὶ ὕλης τῷ τεχνίτῃ. Ἢ πῶς ἂν γένοιτο τὰ ἐκτυπώματα χωρὶς τῆς ὕλης ἢ τοῦ τεχνίτου; Οὔτε πρεσβυτέραν λόγον ἔχει εἶναι τὴν ὕλην τοῦ θεοῦ· τὸ γὰρ ποιητικὸν αἴτιον προκατάρχειν τῶν γινομένων ἀνάγκη.
Current edition Perseus
Supplicatio Pro Christianis (Greek) (Athenagoras. Athenagorae Philosophi Atheniensis Opera (Corpus apologetarum christianorum saeculi secundi, Volume 7). Otto, Johann Karl Theodor von, editor. Jena: Mauke, 1857.)
Editions (1)
Supplicatio Pro Christianis Perseus (Athenagoras. Athenagoras. March, Francis Andrew; Owen, William Baxter; editors. New York: Harper and Brothers, 1876.) — 19 focus
[80] Αὕτη ἀρχὴ γενέσεως περὶ τοὺς κατ᾿ αὐτοὺς θεούς τε καὶ τὸ πᾶν. Τί ἐκεῖνο τοίνυν; Ἕκαστον γὰρ τῶν τεθεολογημένων ὡς τὴν ἀρχὴν ὂν νοεῖται. Εἰ γὰρ γεγόνασιν οὐκ ὄντες, ὡς οἱ περὶ αὐτῶν θεολογοῦντες λέγουσιν, οὐκ εἰσίν. Ἢ γὰρ ἀγένητόν τι καὶ ἔστιν ἀΐδιον, ἢ γενητὸν καὶ φθατόν ἐστι.
[81] Καὶ οὐκ ἐγὼ μὲν οὕτως, ἑτέρως δὲ οἱ φιλόσοφοι. Τί τὸ ὂν ἀεί, γένεσίν τε οὐκ ἔχον, ἢ τί τὸ γενόμενον μέν, ὂν δὲ οὐδέποτε; Περὶ νοητοῦ καὶ αἰσθητοῦ διαλεγόμενος ὁ Πλάτων τὸ μὲν ἀεὶ ὄν, τὸ νοητόν, ἀγένητον εἶναι διδάσκει, τὸ δὲ οὐκ ὄν, τὸ αἰσθητόν, γενητόν, ἀρχόμενον εἶναι καὶ παυόμενον. Τούτῳ καὶ οἱ ἀπὸ τῆς στοᾶς τῷ λόγῳ ἐκπυρωθήσεσθαι τὰ πάντα καὶ πάλιν ἔσεσθαί φασιν, ἑτέραν ἀρχὴν τοῦ κόσμου λαβόντος.
[82] Εἰ δέ, καίτοι δισσοῦ αἰτίου κατ᾿ αὐτοὺς ὄντος, τοῦ μὲν δραστηρίου καὶ καταρχομένου, καθὸ ἡ πρόνοια, τοῦ δὲ πάσχοντος καὶ τρεπομένου, καθὸ ἡ ὕλη, ἀδύνατον δέ ἐστι καὶ προνοούμενον ἐπὶ ταὐτοῦ μεῖναι τὸν κόσμον γενόμενον, πῶς ἡ τούτων μένει σύστασις, οὐ φύσει ὄντων ἀλλὰ γενομένων;
[83] Τί δὲ τῆς ὕλης κρείττους οἱ θεοί, τὴν σύστασιν ἐξ ὕδατος· ἔχοντες; Ἀλλ᾿ οὐδὲ κατ᾿ αὐτοὺς ὕδωρ τοῖς πᾶσιν ἀρχή. Ἔκ τε ἁπλῶν καὶ μονοειδῶν τί ἂν συστῆναι στοιχείων δύναιτο; Δεῖ δὲ καὶ τῇ ὕλῃ τεχνίτου καὶ ὕλης τῷ τεχνίτῃ. Ἢ πῶς ἂν γένοιτο τὰ ἐκτυπώματα χωρὶς τῆς ὕλης ἢ τοῦ τεχνίτου; Οὔτε πρεσβυτέραν λόγον ἔχει εἶναι τὴν ὕλην τοῦ θεοῦ· τὸ γὰρ ποιητικὸν αἴτιον προκατάρχειν τῶν γινομένων ἀνάγκη.