Legatio sive Supplicatio pro Christianis. Athenagoras. ed. Johann Karl Theodor von Otto. Jena. 1857.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
Ἀνάγκη δὲ ἀπολογούμενον ἀκριβεστέρους παρέχειν τοὺς λογισμοὺς καὶ περὶ τῶν ὀνομάτων, ὅτι νεώτερα, καὶ περὶ τῶν εἰκόνων, ὅτι χθὲς καὶ πρώην γεγόνασιν, ὡς λόγῳ εἰπεῖν· ἴστε δὲ καὶ ὑμεῖς ταῦτα ἀξιολογώτερον, ὡς ἂν ἐν πᾶσι καὶ ὑπὲρ πάντας τοῖς παλαιοῖς συγγινόμενοι. Φημὶ οὖν Ὀρφέα καὶ Ὅμηρον καὶ Ἡσίοδον εἶναι τοὺς καὶ γένη καὶ ὀνόματα δόντας
16.C
τοῖς ὑπ᾿ αὐτῶν λεγομένοις θεοῖς. Μαρτυρεῖ δὲ καὶ Ἡρόδοτος· Ἡσίοδον γὰρ καὶ Ὅμηρον ἡλικίην τετρακοσίοις ἔτεσι δοκέω πρεσβυτέρους ἐμοῦ γενέσθαι, καὶ οὐ πλείοσι· οὗτοι δέ εἰσιν οἱ ποιήσαντες θεογονίην Ἕλλησι, καὶ τοῖσι θεοῖσι τὰς ἐπωνυμίας δόντες καὶ τιμάς τε καὶ τέχνας διελόντες, καὶ εἴδεα αὐτῶν σημήναντες. Αἱ δ᾿ εἰκόνες, μέχρι μήπω πλαστικὴ καὶ γραφικὴ καὶ ἀνδριαντοποιητικὴ ἦσαν, οὐδὲ ἐνομίζοντο, Σαυρίου δὲ τοῦ Σαμίου καὶ Κράτωνος τοῦ Σικυωνίου καὶ Κλεάνθους
16.D
τοῦ Κορινθίου καὶ κόρης Κορινθίας ἐπιγενομένων· καὶ σκιαγραφίας μὲν εὑρεθείσης ὑπὸ Σαυρίου, ἵππον ἐν ἡλίῳ περιγράψαντος, γραφικῆς δὲ ὑπὸ Κράτωνος, ἐν πίνακι λελευκωμένῳ σκιὰς ἀνδρὸς καὶ γυναικὸς ἐναλείψαντος· ἀπὸ δὲ τῆς κόρης ἡ κοροπλαθικὴ εὑρέθη· ἐρωτικῶς γάρ τινος ἔχουσα περιέγραψεν αὐτοῦ κοιμωμένου ἐν τοίχῳ τὴν σκιάν, εἶθ᾿ ὁ πατήρ, ἡσθεὶς ἀπαραλλάκτῳ οὔσῃ τῇ ὁμοιότητι, (κέραμον δὲ εἰργάζετο)
17.A
ἀναγλύψας τὴν περιγραφὴν πηλῷ προσανεπλήρωσεν· ὁ τύπος ἔτι καὶ νῦν ἐν Κορίνθῳ σώζεται. Τούτοις δὲ ἐπιγενόμενοι Δαίδαλος καὶ Θεόδωρος ὁ Μιλήσιος ἀνδριαντοποιητικὴν καὶ πλαστικὴν προσεξεῦρον. Ὁ μὲν δὴ χρόνος ὀλίγος τοσοῦτος ταῖς εἰκόσι καὶ τῇ περὶ τὰ εἴδωλα πραγματείᾳ, ὡς ἔχειν εἰπεῖν τὸν ἑκάστου τεχνίτην θεοῦ. Τὸ μὲν γὰρ ἐν Ἐφέσῳ τῆς Ἀρτέμιδος καὶ τὸ τῆς Ἀθηνᾶς (μᾶλλον δὲ Ἀθηλᾶς· Ἀθηλᾶ γὰρ ὡς οἱ μυστικώτερον, οὕτω γὰρ τὸ ἀπὸ τῆς ἐλαίας τὸ παλαιὸν) καὶ τὴν καθημένην Ἔνδοιος εἰργάσατο μαθητὴς Δαιδάλου, ὁ
17.B
δὲ Πύθιος ἔργον Θεοδώρου καὶ Τηλεκλέους, καὶ ὁ Δήλιος καὶ ἡ Ἄρτεμις Τεκταίου καὶ Ἀγγελίωνος τέχνη, ἡ δὲ ἐν Σάμῳ Ἥρα καὶ ἐν Ἄργει Σμίλιδος χεῖρες, καὶ Φειδίου τὰ λοιπὰ εἴδωλα, ἡ Ἀφροδίτη ἐν Κνίδῳ ἑταίρα Πραξιτέλους τέχνη, ὁ ἐν Ἐπιδαύρῳ Ἀσκληπιὸς ἔργον Φειδίου. Συνελόντα φάναι, οὐδὲν αὐτῶν διαπέφευγεν τὸ μὴ ὑπ᾿ ἀνθρώπου γεγονέναι. Εἰ τοίνυν θεοί, τί οὐκ ἦσαν ἐξ ἀρχῆς; Τί δαί εἰσι νεώτεροι τῶν πεποιηκότων; Τί δαὶ ἔδει αὐτοῖς πρὸς τὸ γενέσθαι ἀνθρώπων καὶ τέχνης; Γῆ ταῦτα καὶ λίθοι καὶ ὕλη καὶ περίεργος
17.C
τέχνη.
Current edition Perseus
Supplicatio Pro Christianis (Greek) (Athenagoras. Athenagorae Philosophi Atheniensis Opera (Corpus apologetarum christianorum saeculi secundi, Volume 7). Otto, Johann Karl Theodor von, editor. Jena: Mauke, 1857.)
Editions (1)
Supplicatio Pro Christianis Perseus (Athenagoras. Athenagoras. March, Francis Andrew; Owen, William Baxter; editors. New York: Harper and Brothers, 1876.) — 17 focus
[68] Ἀνάγκη δὲ ἀπολογούμενον ἀκριβεστέρους παρέχειν τοὺς λογισμοὺς καὶ περὶ τῶν ὀνομάτων, ὅτι νεώτερα, καὶ περὶ τῶν εἰκόνων, ὅτι χθὲς καὶ πρώην γεγόνασιν, ὡς λόγῳ εἰπεῖν· ἴστε δὲ καὶ ὑμεῖς ταῦτα ἀξιολογώτερον, ὡς ἂν ἐν πᾶσι καὶ ὑπὲρ πάντας τοῖς παλαιοῖς συγγινόμενοι. Φημὶ οὖν Ὀρφέα καὶ Ὅμηρον καὶ Ἡσίοδον εἶναι τοὺς καὶ γένη καὶ ὀνόματα δόντας τοῖς ὑπ᾿ αὐτῶν λεγομένοις θεοῖς.
[69] Μαρτυρεῖ δὲ καὶ Ἡρόδοτος· Ἡσίοδον γὰρ καὶ Ὅμηρον ἡλικίην τετρακοσίοις ἔτεσι δοκέω πρεσβυτέρους ἐμοῦ γενέσθαι, καὶ οὐ πλείοσι· οὗτοι δέ εἰσιν οἱ ποιήσαντες θεογονίην Ἕλλησι, καὶ τοῖσι θεοῖσι τὰς ἐπωνυμίας δόντες καὶ τιμάς τε καὶ τέχνας διελόντες, καὶ εἴδεα αὐτῶν σημήναντες.
[70] Αἱ δ᾿ εἰκόνες, μέχρι μήπω πλαστικὴ καὶ γραφικὴ καὶ ἀνδριαντοποιητικὴ ἦσαν, οὐδὲ ἐνομίζοντο, Σαυρίου δὲ τοῦ Σαμίου καὶ Κράτωνος τοῦ Σικυωνίου καὶ Κλεάνθους τοῦ Κορινθίου καὶ κόρης Κορινθίας ἐπιγενομένων· καὶ σκιαγραφίας μὲν εὑρεθείσης ὑπὸ Σαυρίου, ἵππον ἐν ἡλίῳ περιγράψαντος, γραφικῆς δὲ ὑπὸ Κράτωνος, ἐν πίνακι λελευκωμένῳ σκιὰς ἀνδρὸς καὶ γυναικὸς ἐναλείψαντος· ἀπὸ δὲ τῆς κόρης ἡ κοροπλαθικὴ εὑρέθη· ἐρωτικῶς γάρ τινος ἔχουσα περιέγραψεν αὐτοῦ κοιμωμένου ἐν τοίχῳ τὴν σκιάν, εἶθ᾿ ὁ πατήρ, ἡσθεὶς ἀπαραλλάκτῳ οὔσῃ τῇ ὁμοιότητι (κέραμον δὲ εἰργάζετο), ἀναγλύψας τὴν περιγραφὴν πηλῷ προσανεπλήρωσεν· ὁ τύπος ἔτι καὶ νῦν ἐν Κορίνθῳ σώζεται.
[71] Τούτοις δὲ ἐπιγενόμενοι Δαίδαλος καὶ Θεόδωρος ὁ Μιλήσιος ἀνδριαντοποιητικὴν καὶ πλαστικὴν προσεξεῦρον. Ὁ μὲν δὴ χρόνος ὀλίγος τοσοῦτος ταῖς εἰκόσι καὶ τῇ περὶ τὰ εἴδωλα πραγματείᾳ, ὡς ἔχειν εἰπεῖν τὸν ἑκάστου τεχνίτην θεοῦ.
[72] Τὸ μὲν γὰρ ἐν Ἐφέσῳ τῆς Ἀρτέμιδος καὶ τὸ τῆς Ἀθηνᾶς (μᾶλλον δὲ Ἀθηλᾶς· Ἀθηλᾶ γὰρ ὡς οἱ μυστικώτερον, οὕτω γαρ τὸ ἀπὸ τῆς ἐλαίας τὸ παλαιὸν) καὶ τὴν καθημένην Ἔνδοιος εἰργάσατο μαθητὴς Δαιδάλου, ὁ δὲ Πύθιος ἔργον Θεοδώρου καὶ Τηλεκλέους, καὶ ὁ Δήλιος καὶ ἡ Ἄρτεμις Τεκταίου καὶ Ἀγγελίωνος τέχνη, ἡ δὲ ἐν Σάμῳ Ἥρα καὶ ἐν Ἄργει Σμίλιδος χεῖρες, καὶ Φειδίου τὰ λοιπὰ εἴδωλα, ἡ Ἀφροδίτη ἐν Κνίδῳ ἑταίρα Πραξιτέλους τέχνη, ὁ ἐν Ἐπιδαύρῳ Ἀσκληπιὸς ἔργον Φειδίου.
[73] Συνελόντα φάναι, οὐδὲν αὐτῶν διαπέφευγεν τὸ μὴ ὑπ᾿ ἀνθρώπου γεγονέναι. Εἰ τοίνυν θεοί, τί οὐκ ἦσαν ἐξ ἀρχῆς; Τί δαί εἰσι νεώτεροι τῶν πεποιηκότων; Τί δαὶ ἔδει αὐτοῖς πρὸς τὸ γενέσθαι ἀνθρώπων καὶ τέχνης; Γῆ ταῦτα καὶ λίθοι καὶ ὕλη καὶ περίεργος τέχνη.