Legatio sive Supplicatio pro Christianis. Athenagoras. ed. Johann Karl Theodor von Otto. Jena. 1857.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
Ἀλλ᾿ ἔστωσαν τοὺς αὐτοὺς ἄγοντες. Τί οὖν; Ἐπεὶ οἱ πολλοί, διακρῖναι οὐ δυνάμενοι τί μὲν ὕλη τί δὲ θεὸς πόσον
14.C
δὲ τὸ διὰ μέσου αὐτῶν, προσίασι τοῖς ἀπὸ τῆς ὕλης εἰδώλοις, δι᾿ ἐκείνους καὶ ἡμεῖς, οἱ διακρίνοντες καὶ χωρίζοντες τὸ ἀγένητον καὶ τὸ γενητόν, τὸ ὂν καὶ τὸ οὐκ ὄν, τὸ νοητὸν καὶ τὸ αἰσθητόν, καὶ ἑκάστῳ αὐτῶν τὸ προσῆκον ὄνομα ἀποδιδόντες, προσελευσόμεθα καὶ προσκυνήσομεν τὰ ἀγάλματα; Εἰ μὲν γὰρ ταὐτὸν ὕλη καὶ θεός, δύο ὀνόματα καθ᾿ ἑνὸς πράγματος, τοὺς λίθους καὶ τὰ ξύλα, τὸν χρυσὸν καὶ τὸν ἄργυρον οὐ νομίζοντες θεούς, ἀσεβοῦμεν. Εἰ δὲ διεστᾶσι πάμπολυ ἀπ᾿
14.D
ἀλλήλων, καὶ τοσοῦτον ὅσον τεχνίτης καὶ ἡ πρὸς τὴν τέχνην αὐτοῦ παρασκευή, τί ἐγκαλούμεθα; Ὡς γὰρ ὁ κεραμεὺς καὶ ὁ πηλός (ὕλη μὲν ὁ πηλός, τεχνίτης δὲ ὁ κεραμεύς), καὶ ὁ θεὸς δημιουργός, ὑπακούουσα δὲ αὐτῷ ἡ ὕλη πρὸς τὴν τέχνην. Ἀλλ᾿ ὡς ὁ πηλὸς καθ᾿ ἑαυτὸν σκεύη γενέσθαι χωρὶς τέχνης ἀδύνατος, καὶ ἡ πανδεχὴς ὕλη ἄνευ τοῦ θεοῦ τοῦ δημιουργοῦ διάκρισιν καὶ σχῆμα καὶ κόσμον οὐκ ἐλάμβανεν. Ὡς δὲ οὐ τὸν κέραμον προτιμότερον τοῦ ἐργασαμένου αὐτὸν ἔχομεν οὐδὲ
15.A
τὰς φιάλας καὶ χρυσίδας τοῦ χαλκεύσαντος, ἀλλ᾿ εἴ τι περὶ ἐκείνας δεξιὸν κατὰ τὴν τέχνην τὸν τεχνίτην ἐπαινοῦμεν, καὶ οὗτός ἐστιν ὁ τὴν ἐπὶ τοῖς σκεύεσι δόξαν καρπούμενος, καὶ ἐπὶ τῆς ὕλης καὶ τοῦ θεοῦ τῆς διαθέσεως τῶν κεκοσμημένων οὐχ ὕλη τὴν δόξαν καὶ τὴν τιμὴν δικαίαν ἔχει ἀλλ᾿ ὁ δημιουργὸς αὐτῆς θεός. Ὥστε, εἰ τὰ εἴδη τῆς ὕλης ἄγοιμεν θεούς, ἀναισθητεῖν τοῦ ὄντος θεοῦ δόξομεν, τὰ λυτὰ καὶ φθαρτὰ τῷ ἀϊδίῳ ἐξισοῦντες.
Current edition Perseus
Supplicatio Pro Christianis (Greek) (Athenagoras. Athenagorae Philosophi Atheniensis Opera (Corpus apologetarum christianorum saeculi secundi, Volume 7). Otto, Johann Karl Theodor von, editor. Jena: Mauke, 1857.)
Editions (1)
Supplicatio Pro Christianis Perseus (Athenagoras. Athenagoras. March, Francis Andrew; Owen, William Baxter; editors. New York: Harper and Brothers, 1876.) — 15 focus
[59] Ἀλλ᾿ ἔστωσαν τοὺς αὐτοὺς ἄγοντες. Τί οὖν; Ἐπεὶ οἱ πολλοί, διακρῖναι οὐ δυνάμενοι τί μὲν ὕλη τί δὲ θεὸς πόσον δὲ τὸ διὰ μέσου αὐτῶν, προσίασι τοῖς ἀπὸ τῆς ὕλης εἰδώλοις, δι᾿ ἐκείνους καὶ ἡμεῖς, οἱ διακρίνοντες καὶ χωρίζοντες τὸ ἀγένητον καὶ τὸ γενητόν, τὸ ὂν καὶ τὸ οὐκ ὄν, τὸ νοητὸν καὶ τὸ αἰσθητόν, καὶ ἑκάστῳ αὐτῶν τὸ προσῆκον ὄνομα ἀποδιδόντες, προσελευσόμεθα καὶ προσκυνήσομεν τὰ ἀγάλματα;
[60] Εἰ μὲν γὰρ ταὐτὸν ὕλη καὶ θεὸς, δύο ὀνόματα καθ᾿ ἑνὸς πράγματος, τοὺς λίθους καὶ τὰ ξύλα, τὸν χρυσὸν καὶ τὸν ἄργυρον οὐ νομίζοντες θεούς, ἀσεβοῦμεν. Εἰ δὲ διεστᾶσι πάμπολυ ἀπ᾿ ἀλλήλων, καὶ τοσοῦτον ὅσον τεχνίτης καὶ ἡ πρὸς τὴν τέχνην αὐτοῦ παρασκευή, τί ἐγκαλούμεθα;
[61] Ὡς γὰρ ὁ κεραμεὺς καὶ ὁ πηλός (ὕλη μὲν ὁ πηλός, τεχνίτης δὲ ὁ κεραμεύς), καὶ ὁ θεὸς δημιουργός, ὑπακούουσα δὲ αὐτῷ ἡ ὕλη πρὸς τὴν τέχνην. Ἀλλ᾿ ὡς ὁ πηλὸς καθ᾿ ἑαυτὸν σκεύη γενέσθαι χωρὶς τέχνης ἀδύνατος, καὶ ἡ πανδεχὴς ὕλη ἄνευ τοῦ θεοῦ τοῦ δημιουργοῦ διάκρισιν καὶ σχῆμα καὶ κόσμον οὐκ ἐλάμβανεν.
[62] Ὡς δὲ οὐ τὸν κέραμον προτιμότερον τοῦ ἐργασαμένου αὐτὸν ἔχομεν οὐδὲ τὰς φιάλας καὶ χρυσίδας τοῦ χαλκεύσαντος, ἀλλ᾿ εἴ τι περὶ ἐκείνας δεξιὸν κατὰ τὴν τέχνην τὸν τεχνίτην ἐπαινοῦμεν, καὶ οὗτός ἐστιν ὁ τὴν ἐπὶ τοῖς σκεύεσι δόξαν καρπούμενος, καὶ ἐπὶ τῆς ὕλης καὶ τοῦ θεοῦ τῆς διαθέσεως τῶν κεκοσμημένων οὐχ ὕλη τὴν δόξαν καὶ τὴν τιμὴν δικαίαν ἔχει ἀλλ᾿ ὁ δημιουργὸς αὐτῆς θεός. Ὥστε, εἰ τὰ εἴδη τῆς ὕλης ἄγοιμεν θεούς, ἀναισθητεῖν τοῦ ὄντος θεοῦ δόξομεν, τὰ λυτὰ καὶ φθαρτὰ τῷ ἀϊδίῳ ἐξισοῦντες.