Καὶ τοὺς μὲν θυσίῃσι καὶ εὐχωλῇς ἀγανῇσιν
Λοιβῇ τε κνίσσῃ τε παρατρωπῶσ᾿ ἄνθρωποι,
Λισσόμενοι, ὅτε κέν τις ὑπερβαίῃ καὶ ἁμάρτῃ. Τί δέ μοι ὁλοκαυτώσεων, ὧν μὴ δεῖται ὁ θεός; Καίτοι προσφέρειν 13.D δέον ἀναίμακτον θυσίαν καὶ τὴν λογικὴν προσάγειν λατρείαν.
Legatio sive Supplicatio pro Christianis. Athenagoras. ed. Johann Karl Theodor von Otto. Jena. 1857.