3.
Ἀναγκαίως δ’ ἔχει πρὸ παντός, διασκέψασθαι περὶ τῆς ἡμῶν αὐτῶν γνώσεως. Εἰ γὰρ αὐ μηδὲν πεφύκαμεν γνωρίζειν, οὐδὲν ἔτι δεῖ περὶ τῶν ἄλλων σκοπεῖν. Ἐγένοντο μὲν οὖν καὶ τῶν πάλαι τινές, οἱ ἀφέντες τήνδε τὴν φωνήν, οἷς ἀντείρηκεν ὁ Ἀριστοτέλης. Ἴσχυσε μέντοι τοιαῦτα λέγων καὶ Πύῤῥων ὁ Ἠλεῖος· ἀλλ’ αὐτὸς μὲν οὐδὲν ἐν γραφῇ καταλέλοιπεν. Ὁ δέ γε μαθητὴς αὐτοῦ Τίμων φησί, δεῖν τὸν μέλλοντα εὐδαιμονήσειν εἰς τρία ταῦτα βλέπειν· πρῶτον μέν, ὁποῖα πέφυκε τὰ πράγματα· δεύτερον δέ, τίνα χρὴ τρόπον ἡμᾶς πρὸς αὐτὰ διακεῖσθαι· τελευταῖον δέ, τί περιέσται τοῖς οὕτως ἔχουσι. Τὰ μὲν οὖν πράγματά φησιν αὐτὸν ἀποφαίνειν ἐπίσης ἀδιάφορα, καὶ ἀστάθμητα, καὶ ἀνέγκριτα· διὰ τοῦτο μήτε τὰς αἰσθήσεις ἡμῶν, μήτε τὰς δόξας ἀληθεύειν ἢ ψεύδεσθαι. Διὰ τοῦτο οὖν μηδὲ πιστεύειν αὐταῖς δεῖν, ἀλλ’ ἀδοξάστους καὶ ἀκλινεῖς καὶ ἀκραδάντους εἶναι, περὶ ἑνὸς ἑκάστου λέγοντας, ὅτι οὐ μᾶλλόν ἐστιν, ἢ οὐκ ἔστιν, ἢ καὶ ἔστι, καὶ οὐκ ἔστιν, οὐδ’ οὐκ ἔστιν. ᵃ Τοῖς μέντοι διακειμένοις οὕτω περιέσεσθαι Τίμων φησί, πρῶτον ἀφασίαν, ἔπειτα δ’ ἀταραξίαν, Αἰνησίδημος δὲ ἡδονήν. Τὰ μὲν οὖν κεφάλαια τῶν λεγομένων ἐστὶ ταῦτα. Σκεψώμεθα δ’ εἰ ὀρθῶς λέγουσιν. Ἐπεὶ τοίνυν ἐπίσης ἀδιάφορα πάντα φασὶν εἶναι, καὶ διὰ τοῦτο κελεύουσι μηδενὶ προστίθεσθαι, μηδὲ δοξάζειν, εἰκότως ἄν, οἶμαι, πύθοιτό τις αὐτῶν· ἆρά γε διαμαρτάνουσιν οἱ διαφέρειν αὐτὰ νομίζοντες, ἢ οὔ; Πάντως γάρ, εἰ μὲν ἁμαρτάνουσιν, οὐκ ὀρθῶς ὑπολαμβάνοιεν ἄν. Ὥστε ἀνάγκη λέγειν αὐτοῖς εἶναί τινας, τοὺς τὰ ψευδῆ περὶ τῶν ὄντων δοξάζοντας· αὐτοὶ τοίνυν εἶεν ἂν οἱ τἀληθῆ λέγοντες· οὕτω δὲ εἴη ἂν ἀληθές τε καὶ ψεῦδος. Εἰ δ’ οὐχ ἁμαρτάνομεν οἱ πολλοί, τὰ ὄντα διαφέρειν οἰόμενοι, τί παθόντες ἐπιπλήττουσιν ἡμῖν; αὐτοὶ γὰρ ἁμαρτάνοιεν ἄν, ἀξιοῦντες μὴ διαφέρειν αὐτά. Καὶ μὴν εἰ καὶ δοίημεν ᵇ αὐτοῖς, ἐπίσης ἀδιάφορα πάντα εἶναι, δῆλον ὡς οὐκ ἂν διαφέροιεν οὐδ’ αὐτοὶ τῶν πολλῶν. Τίς οὖν εἴη ἂν αὐτῶν ἡ σοφία; καὶ διὰ τί Τίμων τοῖς μὲν ἄλλοις λοιδορεῖται πᾶσι, Πύῤῥωνα δ’ ὑμνεῖ μόνον; Ἔτι γε μήν, εἰ ἐπίσης ἐστὶν ἀδιάφορα πάντα, καὶ διὰ τοῦτο χρὴ μηδὲν δοξάζειν, οὐκ ἂν οὐδὲ ταῦτα διαφέροι· λέγω δὲ τὸ διαφέρειν, ἢ μὴ διαφέρειν, καὶ τὸ δοξάζειν, ἢ μὴ δοξάζειν. Τί γὰρ μᾶλλον ταῦτά ἐστιν, ἢ οὐκ ἔστιν; ἤ, ὥς φησι Τίμων, διὰ τί, ναί, καὶ διὰ τί, οὔ; καὶ αὐτὸ τὸ διὰ τί; φανερὸν οὖν ὡς ἀναιρεῖται τὸ ζητεῖν. Ὥστε παυσάσθωσαν ἐνοχλοῦντες. Ἐπεὶ νῦν γε μεμήνασι, πόῤῥω τέχνης ἅμα μὲν ἡμῖν διακελευόμενοι μὴ δοξάζειν, ἅμα δὲ κελεύοντες αὐτὸ τοῦτο ποιεῖν· καὶ λέγοντες ὡς περὶ οὐδενὸς ἀποφαίνεσθαι δέοι, κἄπειτα ἀποφαινόμενοι· καὶ ἀξιοῦσι μὲν μηδενὶ συγκατατίθεσθαι, πείθεσθαι δ’ αὐτοῖς κελεύουσιν. Εἶτα λέγοντες μηδὲν εἰδέναι, πάντας ἐλέγχουσιν ὡς εὖ εἰδότες. Ἀνάγκη δὲ ᶜ τοὺς φάσκοντας ὡς ἄδηλα πάντα εἴη, δυεῖν θάτερον, ἢ σιωπᾷν, ἢ ἀποφαίνεσθαί τι καὶ λέγειν. Εἰ μὲν οὖν ἡσυχίαν ἄγοιεν, δῆλον ὅτι πρός γε τοὺς τοιούτους οὐδεὶς ἂν εἴη λόγος· εἰ δ’ ἀποφαίνοιντο, πάντη τε καὶ πάντως ἢ εἶναί τι φαῖεν ἄν, ἢ μὴ εἶναι, καθάπερ ἀμέλει νυνί φασιν ὡς εἴη πάντα ἄγνωστα καὶ νομιστὰ πᾶσι, γνωστὸν δ’ οὐδέν που. Ὁ τοίνυν ἀξιῶν ἤ τι δηλοῖ πρᾶγμα, καὶ ἔνεστιν αὐτὸ συνεῖναι λεγόμενον, ἢ οὐκ ἔνεστιν. Ἀλλ' εἰ μὲν οὐ δηλοῖ, καθάπαξ οὐδεὶς οὐδ’ οὕτω πρὸς τὸν τοιοῦτον ἂν εἴη λόγος. Εἰ δὲ σημαίνοι, πάντως ἢ ἄπειρα λέγοι ἄν, ἢ πεπερασμένα. Καὶ εἰ μὲν ἄπειρα, οὐδ’ ὅλως ἂν εἴη λόγος πρὸς αὐτόν· ἀπείρου γὰρ γνῶσις οὐκ ἔστι. Πεπερασμένων δὲ ὄντων τῶν δηλουμένων, ἢ ἑνὸς ὁτουοῦν· ὁ τοῦτο λέγων ὁρίζει τι καὶ κρίνει. Πῶς οὖν ἄγνωστα καὶ ἀνεπίκριτα πάντα εἴη ἄν; Εἰ δὲ φαίη ταῦτα καὶ εἶναι καὶ μὴ εἶναι, πρῶτον μὲν ἔσται ταὐτὸ καὶ ἀληθὲς καὶ ψεῦδος· ἔπειτα δὲ ἐρεῖ τι καὶ οὐκ ἐρεῖ, καὶ λόγῳ χρώμενος ἀναιρήσει λόγον. Ἔτι δὲ ὁμολογῶν ψεύδεσθαι, πιστεύειν ἑαυτῷ φησι δεῖν. Ἄξιον δὲ ζητῆσαι, πόθεν καὶ μαθόντες ἄδηλα πάντα φασὶν εἶναι. Δεῖ γὰρ εἰδέναι πρότερον αὐτούς, τί δήποτ’ ἐστὶ τὸ δῆλον· οὕτω γοῦν ἂν ἔχοιεν λέγειν, ὡς οὐκ εἴη τὰ πράγματα τοιαῦτα. Πρῶτον γὰρ εἰδέναι χρὴ τὴν κατάφασιν, εἶτα τὴν ἀπόφασιν. Εἰ δὲ ἀγνοοῦσιν ὁποῖόν ἐστι τὸ δῆλον, οὐκ ἂν εἰδεῖεν οὐδέ τι τὸ ἄδηλον. Ὁπόταν γε μὴν Αἰνησίδημος ἐν τῇ ὑποτυπώσει τοὺς ἐννέα διεξίῃ τρόπους· κατὰ τοσούτους γὰρ ἀποφαίνειν ἄδηλα τὰ πράγματα πεπείραται· πότερον αὐτὸν φῶμεν εἰδότα λέγειν αὐτούς, ἢ ἀγνοοῦντα; Φησὶ γὰρ ὅτι τὰ ζῷα διαφέρει, καὶ ἡμεῖς αὐτοί, καὶ αἱ πόλεις καὶ οἱ βίοι, καὶ τὰ ἔθη, καὶ οἱ νόμοι. Καὶ τὰς αἰσθήσεις δέ φησιν ἡμῶν ἀσθενεῖς εἶναι, καὶ πολλὰ τὰ ἔξωθεν λυμαινόμενα τὴν γνῶσιν, ἀποστήματα, καὶ μεγέθη, καὶ κινήσεις· ἔτι δὲ τὸ μὴ ὁμοίως διακεῖσθαι νέους καὶ πρεσβυτέρους καὶ ἐγρηγορότας καὶ κοιμωμένους, καὶ ὑγιαίνοντας καὶ νοσοῦντας· οὐδενός τε ἡμᾶς ἁπλοῦ καὶ ἀκραιφνοῦς ἀντιλαμβάνεσθαι. Πάντα γὰρ εἶναι συγκεχυμένα, καὶ πρός τι λεγόμενα. Ταῦτα δέ, φημί, καὶ τὰ τοιαῦτα κομψολογοῦντα αὐτόν, ἡδέως ἄν τις ἔροιτο· ᵈ πότερον εὖ εἰδὼς λέγοι διότι τὰ πράγματα τοῦτον ἔχει τὸν τρόπον, ἢ ἀγνοῶν. Εἰ μὲν γὰρ οὐκ ᾔδει, πῶς ἂν ἡμεῖς αὐτῷ πιστεύοιμεν; εἰ δ' ἐγίνωσκε, κομιδῇ τις ἦν ἠλίθιος, ἅμα μὲν ἄδηλα πάντα ἀποφαινόμενος, ἅμα δὲ τοσαῦτα λέγων εἰδέναι. Καὶ μὴν ὁπότε γε τὰ τοιαῦτα διεξίοιεν, οὐδὲν ἀλλ’ ἢ ἐπαγωγήν τινα λέγουσι, δεικνύντες ὁποῖ’ ἄττα εἴη τὰ φαινόμενα καὶ τὰ καθ’ ἕκαστα. Τὸ δὲ τοιοῦτο καὶ ἔστι καὶ λέγεται πίστις. Εἰ μὲν οὖν αὐτῇ συγκατατίθενται, δῆλον ὅτι δοξάζουσιν· εἰ δ’ οὐ πιστεύουσιν, οὐδ’ ἂν ἡμεῖς προσέχοιμεν αὐτοῖς. Ὅ γε μὴν Τίμων ἐν τῷ Πύθωνι διηγεῖται μακρόν τινα κατατείνας λόγον, ὡς ἐντύχοι τῷ Πύῤῥωνι βαδίζοντι Πυθοῖδε, παρὰ τὸ ἱερὸν τοῦ Ἀμφιαράου, καὶ τίνα διαλεχθεῖεν ἀλλήλοις. Ἆρ' οὐκ εὐλόγως ἄν τις αὐτῷ ταῦτα συγγράφοντι παραστὰς εἴποι, τί, ὦ πονηρέ, ἐνοχλεῖς σεαυτῷ ταῦτα συγγράφων, καὶ ἃ μὴ οἶσθα διηγούμενος. Τί γὰρ μᾶλλον ἐνέτυχες αὐτῷ καὶ διελέχθης, ᵉ ἢ οὐ διελέχθης; Αὐτός τε ἐκεῖνος ὁ θαυμαστὸς Πύῤῥων, ἆρά γε ᾔδει τὸ διὰ τί βαδίζοι Πύθια θεασόμενος; ἢ καθάπερ οἱ μεμηνότες ἐπλανᾶτο κατὰ τὴν ὁδόν; Ἡνίκα δὲ ἤρξατο κατηγορεῖν τῶν ἀνθρώπων καὶ τῆς ἀγνοίας αὐτῶν, ἆρά γε φῶμεν αὐτὸν ἀληθῆ λέγειν, ἢ μή; Ἆρά γε καὶ τὸν Τίμωνα παθεῖν τι, καὶ συγκαταθέσθαι τοῖς λόγοις, ἢ μὴ προσέχειν; Εἰ μὲν γὰρ οὐκ ἐπείσθη, πῶς ἀντὶ χορευτοῦ φιλόσοφος ἐγένετο, καὶ τὸν Πύῤῥωνα διετέλεσε θαυμάζων; Εἰ δὲ συγκατέθετο τοῖς λεγομένοις, ἄτοπος ἂν εἴη τις, αὐτὸς μὲν φιλοσοφῶν, ἡμᾶς δὲ κωλύων. Ἁπλῶς δὲ θαυμάσαι τις ἄν, οἱ Τίμωνος σίλλοι, καὶ αἱ κατὰ πάντων ἀνθρώπων βλασφημίαι, καὶ αἱ κακαὶ στοιχειώσεις Αἰνησιδήμου, καὶ πᾶς ὁ τοιοῦτος ὄχλος τῶν λόγων τί δήποτε βούλεται αὐτοῖς. Εἰ μὲν γὰρ οἰόμενοι κρείττους ἡμᾶς ἀπεργάσεσθαι, ταῦτα γεγράφασι, καὶ διὰ τοῦτο πάντας οἴονται δεῖν ἐλέγχειν, ὅπως παυσώμεθα φλυαροῦντες, βούλονται δηλονότι τὴν ἀλήθειαν ἡμᾶς εἰδέναι, καὶ ὑπολαβεῖν, ὅτι τοιαῦτα εἴη τὰ πράγματα, καθάπερ ἀξιοῖ Πύῤῥων. Ὥστε εἰ πεισθείημεν αὐτοῖς, ἐκ χειρόνων βελτίους ἂν γενοίμεθα, κρίναντες τὰ συμφορώτερα, καὶ τοὺς ἄμεινον λέγοντας ἀποδεξάμενοι. Πῶς οὖν ἐπ’ ἴσης ἀδιάφορα τὰ πράγματα, καὶ ἀνεπίκριτα δύναιτ’ ἄν εἶναι; καὶ πῶς ἀσυγκατάθετοι καὶ ἀδόξαστοι γενοίμεθ’ ἄν; Εἰ δ’ οὐδὲν ὄφελός ἐστι τῶν λόγων, τί ἡμῖν ἐνοχλοῦσιν; ἢ διὰ τί Τίμων φησίν.πᾶσιν ὅσοις δαμνᾶται, ἅμ' ἀῤῥήτοις τε φατοῖς τε
λαῶν ἔθνεα κοῦφα βαρυνόμεν’ ἔνθα καὶ ἔνθα
ἐκ παθέων δόξης τε καὶ εἰκαίης νομοθήκης.
οἵων ἔκ τ’ ἐρίδων ᵒ ἔκ τε στοναχῶν πέπλασθε ᵖ καὶ
ἄνθρωποι κενεῆς οἰήσιος ἔμπλεοι ἀσκοί.
Fragmenta. Aristocles of Messene. ed. Friedrich Wilhelm August Mullach. Paris. 1881.
Funding provided by Center for Hellenic Studies.