θ΄.
Β, σελήνης δὲ κέντρον τὸ Γ, ὅταν ὁ περιλαμβάνων κῶνος τόν τε ἥλιον καὶ τὴν σελήνην τὴν κορυφὴν ἔχῃ πρὸς τῇ ἡμετέρᾳ ὄψει, τουτέστιν, ὅταν τὰ Α, Γ, Β σημεῖα ἐπ᾿ εὐθείας ᾖ, καὶ ἐκβεβλήσθω διὰ τῆς ΑΓΒ ἐπίπεδον· ποιήσει δὴ τομάς, ἐν μὲν ταῖς σφαίραις 1 2 μεγίστους κύκλους, ἐν δὲ τῷ κώνῳ εὐθείας. ποιείτω οὖν ἐν μὲν ταῖς σφαίραις μεγίστους κύκλους τοὺς ΖΗ, ΚΛΘ, ἐν δὲ τῷ κώνῳ εὐθείας τὰς ΑΖΘ, ΑΗΚ, καὶ ἐπεζεύχθωσαν αἱ ΓΗ, ΒΚ. ἔσται δή, ὡς ἡ ΒΑ πρὸς τὴν ΑΓ, ἡ ΒΚ. πρὸς ΓΗ. ἡ δὲ ΒΑ τῆς ΑΓ
ἐδείχθη μείζων μὲν ιη, ἐλάσσων δὲ κ. καὶ ἡ ΒΚ ἄρα τῆς Γ. μείζων μέν ἐστιν ἢ ιη, ἐλάσσων δὲ ἢ κ.
De magnitudinibus et distantiis solis et lunae. Aristarchus of Samos. ed. Sir Thomas Heath. United States. 2018.
Funding provided by Harvard Library.