ιε΄.
δὲ κέντρον τὸ Γ, τελείας οὔσης τῆς ἐκλείψεως, τουτέστιν, ἵνα τὰ Α, Β, Γ ἐπ᾿ εὐθείας ᾖ, καὶ ἐκβεβλήσθω διὰ τοῦ ἄξονος ἐπίπεδον, 1 2 καὶ ποιείτω τομὰς ἐν μὲν τῷ ἡλίῳ τὸν ∠ΕΖ. κύκλον, ἐν δὲ τῇ γῇ τὸν ΗΘΚ, ἐν δὲ τῷ σκιάσματι τὴν ΝΞ περιφέρειαν, ἐν δὲ τῷ κώνῳ εὐθείας τὰς ∠M, ΖΜ, καὶ ἐπεζεύχθω ἡ ΝΞ, καὶ ἀπὸ τοῦ Α τῇ ΑΜ πρὸς ὀρθὰς ἤχθω ἡ ΟΑΠ. καὶ
ἐπεὶ ἡ ΝΞ τῆς διαμέτρου τοῦ ἡλίου ἐλάσσων ἐστὶν ἢ θ΄ μέρος, ἡ ΟΠ ἄρα πρὸς τὴν ΝΞ πολλῷ μείζονα λόγον ἔχει ἢ ὃν τὰ θ πρὸς α· καὶ ἡ Α ἄρα πρὸς
τὴν ΜΡ μείζονα λόγον ἔχει ἢ ὃν τὰ θ πρὸς α. καὶ ἀναστρέψαντι ἡ ΜΑ πρὸς ΑΡ. ἐλάσσονα λόγον ἔχει ἢ ὃν τὰ θ πρὸς η. πάλιν ἐπεὶ ἡ ΑΒ
τῆς ΒΓ μείζων ἐστὶν ἢ ιη, πολλῷ ἄρα τῆς ΒΡ μείζων ἐστὶν ἢ ιη· ἡ ΑΒ ἄρα πρὸς τὴν ΒΡ μείζονα λόγον ἔχει ἢ ὃν τὰ ιη πρὸς α. ἀνάπαλιν ἄρα
ἡ ΒΡ. πρὸς τὴν ΒΑ ἐλάσσονα λόγον ἔχει ἢ ὃν α πρὸς ιη. καὶ συνθέντι ἡ ΡΑ ἄρα πρὸς τὴν ΑΒ ἐλάσσονα λόγον ἔχει ἢ ὃν τὰ ιθ πρὸς τὰ ιη. ἐδείχθη
δὲ καὶ ἡ ΜΑ πρὸς τὴν ΑΡ ἐλάσσονα λόγον ἔχουσα ἢ ὃν τὰ θ πρὸς τὰ η· ἕξει ἄρα δἰ ἴσου ἡ ΜΑ πρὸς τὴν ΑΒ ἐλάσσονα λόγον ἢ ὃν τὰ ροα πρὸς ρμδ,
καὶ ὃν τὰ ιθ πρὸς ιϛ· τὰ γὰρ μέρη τοῖς ὡσαύτως πολλαπλασίοις τὸν αὐτὸν ἔχει λόγον· 3 ἀναστρέψαντι ἄρα ἡ ΑΜ πρὸς ΒΜ μείζονα λόγον ἔχει ἢ ὃν τὰ ιθ πρὸς τὰ γ. ὡς δὲ ἡ ΑΜ πρὸς ΜΒ, οὕτως ἡ διάμετρος τοῦ ∠ΕΖ κύκλου πρὸς τὴν διάμετρον τοῦ ΗΘΚ κύκλου· ἡ ἄρα τοῦ ἡλίου διάμετρος πρὸς τὴν τῆς γῆς διάμετρον μείζονα λόγον ἔχει ἢ ὃν τὰ ιθ
πρὸς γ.
λόγον ἢ ὃν τὰ κ πρὸς α· ἕξει ἄρα δι᾿ ἴσου ἡ ΑΒ πρὸς τὴν ΒΡ ἐλάσσονα λόγον ἢ ὃν τὰ Μ γφ πρὸς τὰ χοδ, τουτέστιν, ἢ ὃν τὰ ϛψν πρὸς τὰ τλζ· ἀνάπαλιν ἄρα καὶ συνθέντι ἡ ΡΑ πρὸς τὴν ΑΒ μείζονα λόγον ἔχει ἢ ὃν τὰ ζπζ πρὸς ϛψν. καὶ ἐπεὶ ἡ ΝΞ πρὸς τὴν ΟΠ μείζονα λόγον ἔχει ἡ ὃν τὰ Ϡοθ πρὸς Μρκε, ἀνάπαλιν
ἄρα ἡ ΟΠ πρὸς ΝΞ, ἐλάσσονα λόγον ἔχει ἢ ὃν τὰ Μρκε πρὸς Ϡοθ· ὡς δὲ ἡ ΟΠ πρὸς ΝΞ, οὕτως ἡ ΑΜ πρὸς ΜΡ· καὶ ἡ ΑΜ ἄρα πρὸς ΜΡ ἐλάσσονα λόγον ἔχει ἢ ὃν τὰ Μρκε πρὸς Ϡοθ· ἀναστρέψαντι ἡ ΜΑ ἄρα πρὸς τὴν ΑΡ μείζονα λόγον ἔχει ἢ ὃν τὰ Μρκε πρὸς τὰ θρμϛ. ἔχει δὲ καὶ ἡ ΡΑ πρὸς ΑΒ μείζονα λόγον ἢ
ὃν τὰ ζπζ πρὸς τὰ ϛψν· δἰ ἴσου ἄρα ἕξει ἡ ΜΑ πρὸς τὴν ΑΒ μείζονα λόγον ἢ ὃν ὁ περιεχόμενος ἀριθμὸς ὑπὸ τῶν Μρκε καὶ τῶν ζπζ πρὸς τὸν περιεχόμενον ἀριθμὸν ὑπό τε τῶν θρμϛ καὶ τῶν ,ϛψν, τουτέστιν, ὁ Μ εωοε πρὸς Μ εφ. ἔχει δὲ καὶ ὁ Μ εωοε πρὸς Μ εφ μείζονα λόγον ἢ ὃν τὰ μγ πρὸς λζ· καὶ ἡ ΜΑ ἄρα πρὸς
τὴν ΑΒ μείζονα λόγον ἔχει ἢ ὃν μγ πρὸς λζ· ἀναστρέψαντι ἄρα ἡ 4 ΑΜ πρὸς τὴν ΜΒ ἐλάσσονα λόγον ἔχει ἢ ὃν τὰ μγ πρὸς ϛ. ὡς δὲ ἡ ΑΜ πρὸς τὴν ΒΜ, οὕτως ἐστὶν ἡ διάμετρος τοῦ ἡλίου πρὸς τὴν διάμετρον τῆς γῆς· ἡ ἄρα διάμετρος τοῦ ἡλίου πρὸς τὴν διάμετρον τῆς γῆς ἐλάσσονα λόγον ἔχει ἢ ὃν μγ πρὸς ϛ. ἐδείχθη δὲ καὶ
μείζονα λόγον ἔχουσα ἢ ὃν τὰ ιθ πρὸς τὰ γ.
De magnitudinibus et distantiis solis et lunae. Aristarchus of Samos. ed. Sir Thomas Heath. United States. 2018.
Funding provided by Harvard Library.