15.
[83 B., 101 S.]
— ἔμβιος: Ἀ. Ἀληθείας ᾱ· καὶ ἡ σηπεδὼν ... ἔμβιος γένοιτο ἀντὶ τοῦ ἐν τῶι ζῆν, τουτέστι Ζήσειε καὶ μὴ ξηρανθείη μηδ’ ἀποθάνοι. ARIST. phys. B 1. 193ᵃ 9 δοκεῖ δ’ ἡ φύσις καὶ ἡ οὐσία τῶν φύσει ὄντων ἐνίοις εἶναι τὸ πρῶτον ἐνυπάρχον ἑκάστωι ἀρρύθμιστον καθ’ ἑαυτό, οἷον κλίνης φύσις τὸ ξύλον, ἀνδριάντος δ’ ὁ χαλκός. σημεῖον δέ φησιν Ἀ. ὅτι εἴ τις κατορύξειε κλίνην καὶ λάβοι δύναμιν ἡ σηπεδὼν ὥστε ἀνεῖναι βλαστόν, οὐκ ἂν γενέσθαι κλίνην ἀλλὰ ξύλον, ὡς τὸ μὲν κατὰ συμβεβηκὸς ὑπάρχον, τὴν κατὰ νόμον διάθεσιν καὶ τὴν τέχνην, τὴν δ’ οὐσίαν οὖσαν ἐκείνην ἣ καὶ διαμένει ταῦτα πάσχουσα συνεχῶς.Fragmenta. Antiphon of Athens. ed. Hermann Diels. Berlin. 1922.
Funding provided by Center for Hellenic Studies.