ΕΚ ΤΩΝ ΑΝΝΟΥΒΙΩΝΟΣ.
οἴκου δεσπόζων ἔνθα βέβηκε θεός· κεῖθεν δὲ στοιχηδὸν ἀριθμηθήμεναι ἄστρα μέχρι Σεληναίης ἀστέρος ἱσταμένου· πάντα δʼ ἀπʼ Ἠελίοιο διέκβαλε τοῦτον ἀριθμόν, εἰς ὅ τι δʼ ἂν λήξῃ, κεῖθι καὶ ὡρονόμος.
χρὴ δὲ Σεληναίης προτέρης ἀνελέσθαι ἀριθμόν, ὥρην νυκτερινὴν σκεπτόμενον θέματος· εἰ δέ κεν Ἠέλιος ὀλίγας μοίρας ἔχῃ ἄστρων, χρὴ τετράγωνά θʼ ὁρᾶν καὶ διάμετρα τόπων.
Fragmenta. Anubion. ed. Hermann Koechly. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.