εἴρηται πρότερον· παρὰ γὰρ τὸ τόδε καὶ τοῦτο συμβαίνουσι· τὸ γὰρ τόδε ἐπὶ τῶν οὐδετέρων λεγόμενον λαμβάνεται καὶ ἐπ’ εὐθείας καὶ ἐπ’ 2 εὐθεῖαν, εἶτα προσφέροντος τοῦ σοφιστοῦ παρὰ τὸ τόδε αἰτιατικὴν σημαῖνον συμβαίνει ἀπάγεσθαι τὸν ἀποκρινόμενον εἰς σολοικισμόν. ἐπ’ αὐτῶν δὲ τῶν συλλογισμῶν ἐστι, φησί, φανερὸν πῶς λυτέον, οἷον ὡς ἐπὶ
τοῦδε τοῦ λόγου· ἀρ’ ὃ λέγεις ἀληθῶς, καὶ ἔστι τοῦ τὸ; ἐνταῦθα μὲν ὡς ἐπ’ εὐθείας ἐρωτηθὲν τὸ τοῦτο καὶ οὕτως παρὰ τοῦ ἀποκρινομένου συγχωρηθὲν συμπεραίνει ἐπὶ αἰτιατικῆς, λέγων φῄς δ’ εἶναί τι λίθον· ἔστιν ἄρα τι λίθον. ἢ τὸ λέγειν λίθον οὐκ ἔστι λέγειν εὐθεῖαν, ὅπερ εἶπεν αὐτὸς ὅ, ἀλλ’ αἰτιατικήν, ὅπερ ἐδήλωσεν αὐτὸς διὰ τοῦ ὅν.
In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.