ὅπερ αὕτη. ἐκ περιουσίας δέ ἐστι τὸ ἐπιχείρημα. τὸ δὲ διὰ τούτου λεγόμενον τοιοῦτόν ἐστι· κἂν δοίημεν τὸν Κορίσκον καὶ θηλυκῶς λέγεσθαι, οἷον καὶ οὗτος καὶ αὕτη, μὴ δοίη δὲ τοῦτο ὁ ἀποκρινόμενος, οὐ συλλελόγισται | τὸν σολοικισμόν, ἀλλὰ δεῖ ἐρωτῆσαι τὸν ἀποκρινόμενον. 2 καὶ εἰ δίδωσι μὲν οὐ λέγεται δέ, γίνεται μὲν σολοικισμός, ἀλλ’ οὐχ ἁπλῶς
ἀλλὰ πρὸς τὸν ἀποκρινόμενον· εἰ δὲ μήτε λέγεται μήτε δίδωσι, οὔθ’ ἁπλῶς γίνεται οὔτε πρὸς τὸν ἀποκρινόμενον. ἐν δὲ τῷ ὁμοίως οὖν δεῖ κἀκεῖ λείποι ἄν τὸ ‘προσερωτηθῆναι εἰ δίδωσι’ τὸν λίθον σημαίνειν οὗτος. ἀνόμοιον δὲ πτῶσιν λέγει τὴν εὐθεῖαν πρὸς τὴν αἰτιατικήν, ὡς δῆλον πεποίηκε διὰ τοῦ ἐπαχθέντος. σαφῶς δὲ τὰ ἑξῆς ἀπαγγέλλει.
In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.