σαφηνίζοντες, καὶ περιττὸν πάλιν περὶ τὰ αὐτὰ ἀνακυκλοῦντας τὰ αὐτὰ λέγειν. λοιπὸν οὖν ἐκεῖνο τὸ μέρος ἐνταυθοῖ καταθρήσωμεν, ὃ ἡμῖν μὴ ἐξήτασται· ἔστι δὲ τὸ ἐὰν δὲ ἐν ἀρχῇ προσέρηται. ἔστιν οὖν τὸ ῥητὸν ὑπερβατὸν καὶ μὴ κατ’ εὐθεῖαν κείμενον. εἰ γοῦν οὕτως εἴληπτο, ἦν ἄν σαφὲς τὸ λεγόμενον· καὶ ἐὰν ἐν ἀρχῇ τις προσέρηται,
ὡς ‘ἆρά γε ἀδύνατον τὸ αὐτὸ εἶναι διπλάσιον καὶ μὴ προσέρηται, οὐχ ὁμολογητέον. ἔστι δὲ τοιοῦτον· ἐάν, φησίν, ἔρηταί τις ‘ἆρά γε ἀδύνατον τὸ αὐτὸ εἶναι διπλάσιον καὶ μὴ διπλάσιον;’, μὴ ὁμολογητέον ὡς ἀδύνατον, ἀλλὰ φατέον τὸ ναί, μὴ μέντοι ὡδί, τουτέστι πρὸς τὸ αὐτό (τοῦτο γάρ ἐστιν ὁ κυρίως ἔλεγχος), ἀλλὰ πρὸς ἄλλο καὶ
ἄλλο· τὰ γὰρ τέσσαρα καὶ διπλάσιά εἰσι πρὸς τὰ δύο καὶ οὐ διπλάσια πρὸς τὰ τρία. τὰ δὲ κείμενα σοφίσματα σαφῆ εἰσι καὶ οὐδεμιᾶς θεωρίας δέονται.
In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.