γέγραφε τις;
γοῦν τὸ σόφισμα ἐπῆκται παρὰ τοῦ Ἀριστοτέλους λύσις τοιαύτη, ὅτι σὺ μέν, ὦ σοφιστά, τὴν ἐρώτησιν ἐπὶ ποσοῦ ποιησάμενος συνάγεις ἐπὶ ποιοῦ· ἐρωτήσας γὰρ ‘ἆρα ὃ γέγραπται, τοῦτό τις ἔγραψε;’ καὶ ἐμοῦ συγκατανεύσαντος τῇ ἐρωτήσει σου καὶ ὡς ἐπὶ λόγου τὴν κατάνευσιν ποιησαμένου, ὅς ἐστι τοῦ ποσοῦ, συνάγεις ἐπὶ τοῦ ποιοῦ (δυνάμει λέγων ὁ Ἀριστοτέλης
διὰ τοῦ τὸ γὰρ ψευδῆ ἢ ἀληθῆ λόγον ἢ δόξαν εἶναι οὐ τόδε σημαίνει ἀλλὰ τοιόνδε)· ὅταν γὰρ τὴν ἐρώτησιν προὔτεινας τὴν ‘ἆρα ὃ γέγραπται, γέγραφέ τις;’, ἐπὶ ποσοῦ μόνου ταύτην ἠρώτησας· ἐπὶ | γὰρ λόγου ἠρώτησας ἢ συλλαβῆς ἢ λέξεως, ἅτινα ὑπὸ τὸ ποσὸν ἀνάγονται, 2 ὡς μεμαθήκαμεν· ὅταν δὲ συνῆξας τὸ συναχθέν, ἐπὶ ποιοῦ συνῆξας·
τὸ γὰρ ψευδὲς καὶ ἀληθὲς τοῦ ποιοῦ εἰσι. τὸ δ’ ἀρ’ ὃ μανθάνει ὁ μανθάνων τοιοῦτόν ἐστι σόφισμα καὶ οὕτως προήγετο κατὰ τὴν ἐρώτησιν· ἆρ’ ὃ μανθάνει τις, τοῦτό ἐστιν ὃ μανθάνει; ναί· μανθάνει δέ τις τὸ βραδὺ ταχύ· ἔσται ἄρα τὸ βραδὺ ταχύ. πρὸς ὅπερ ἀπαντᾷ ὁ Ἀριστοτέλης λέγων ὅτι ἐρωτήσαντες οἱ σοφισταὶ ἐπὶ τοῦ πῶς συνάγουσιν
ἐπὶ τοῦ οἷον, ἤγουν τὴν ἐρώτησιν ποιήσαντες ἐπὶ ποσοῦ συνάγουσιν ἐπὶ τοῦ ποιοῦ· τὸ γὰρ ἐρωτηθῆναι ἀρ’ ὃ μανθάνει καὶ τὰ λοιπὰ ἐπὶ τοῦ τρόπου ποιήσαντες (δηλοῦσι γὰρ τὸ ‘ὡς μανθάνει, οὕτως μανθάνει, ταχέως ἢ ἄλλως πως’ καὶ οὐ τὸ πρᾶγμα) συνάγουσιν ἐπὶ ποιοῦ τὴν ἐρώτησιν.
In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.