λύσις ὅτι οὐ δέδωκεν ὃ οὐκ εἶχε· πολλὰ γὰρ ἔχων εἶχε καὶ ἕνα. ὥστε οὐ δέδωκεν ὃ οὐκ εἶχεν (εἶχε γὰρ τὸν ἕνα), ἀλλ’ ὡς οὐκ εἶχε· μὴ ἔχων γὰρ ἕνα μόνον δέδωκεν ἕνα μόνον. ὡς γὰρ τὸ μόνον οὔτε τό ’δε τι σημαίνει, οἷον οὐσίαν, οὔτε ποιόν (οὐδενὸς γὰρ τούτων ἐστὶ σημαντικόν), ἀλλ’ ὡς ἂν εἶπέ τις ἄσχετον σχέσιν, οἷον ὅτι καθ’ αὑτό ἐστιν
ἀλλ’ οὐ μετά τινος ἄλλου, οὕτως καὶ τὸ μὴ μόνον τὸ μετ’ ἄλλου ὂν δηλοῖ. σαφηνίζων δὲ τὸ παραληφθὲν σόφισμα καὶ ἕτερον προσλαμβάνει παράδειγμα τόδε· ἆρ’ ὃ μή τις ἔχει δοίη ἄν; οὔ· ἆρά γε δοίη ἄν τίς τι ταχέως μὴ ἔχων ταχέως; ναί· δοίη ἄν τις λοιπὸν ὃ μὴ ἔχει. λύων οὖν καὶ τοῦτο τὸ σόφισμα λέγει τὸ | γὰρ ταχέως οὐ 2
τόδε διδόναι ἀλλ’ ὧδε διδόναι ἐστίν, ὅπερ ἴσον ἐστὶ τῷ ‘τὸ γὰρ ταχέως τὸν τρόπον τῆς δόσεως δηλοῖ πῶς δίδωσι, οὐ μὴν ὃ οὐκ ἔχει ἢ ο ἔχει.
In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.