γὰρ κωλύει ἐφ’ οὗ τις μὴ ἔχει ἀκριβῆ κατάληψιν, ἐπίσης νομίζειν καὶ ὅτι οὕτως καὶ ὅτι οὐχ οὕτως), ἂν μεταφέρῃ τὸ τῆς κινήσεως ὄνομα ὁ ἀποκρινόμενος εἰς τὴν ἀκινησίαν καὶ φησὶν ὅτι ἡ ψυχὴ ἀκίνητός ἐστιν, ἀλλ’ 2 οὐχ ὡς σὺ ἤρου κινουμένη, οὐ δόξει σοφίζεσθαι καὶ σοφιστικῶς ἀποκρίνεσθαι. νεσθαι. δειχθείη δ’ ἄν ἡ ψυχὴ διὰ μὲν τοῦ αὐτοκινήτου ἀθάνατος, θνητὴ δὲ διὰ τοῦ ἐναντίου· εἰ γὰρ μὴ κινεῖται, οὐδὲ χωρίζεται τοῦ σώματος, καὶ εἰ μὴ χωρίζεται, ἐστὶ θνητή. ἢ λέγοι ἂν διὰ τοῦ μεταφέρειν τὸ
μεταφοραῖς χρῆσθαι· εἰ γάρ τις θείη τὴν ψυχὴν θνητήν, χρήσεται δέ] τις μεταφορᾷ καὶ εἴπῃ ‘εἰ ἡ ψυχὴ ἁρμονία ἐστὶ ζωὴ οὖσα’, ὡς ὁ Πλάτων’ ἐν τῷ Φαίδωνι πεποίηκεν, ‘οὐκ ἂν γένοιτό ποτε ἀναρμοστία, ἤτοι θάνατος· εἰ γὰρ ἡ ψυχὴ ζωὴ οὖσα ἁρμονία ἐστίν, πάντως ὁ θάνατος ἀναρμοστία ἐστίν· εἰ δὲ ἡ ἁρμονία μὴ γίνεται ἀναρμοστία, πάντως οὐδὲ θάνατος· ἀθάνατος ἄρα
ἡ ψυχή’. καλλίων δὲ ἡ προτέρα ἐξήγησις διὰ τὰ εὐθὺς ἐπενηνεγμένα· λέγει γὰρ ἔτι ὅσα ἄν τις προαισθάνηται τῶν ἐρωτημάτων, προενστατέον. τῷ ἀποκρινομένῳ ταῦτα πάντα παρεγγυᾶται, | πῶς δῆτα τὰς 3 ἀποκρίσεις ποιουμένῳ οὐκ ἔσται αὐτῷ συμποδισμὸς καὶ ἀπάτη· λέγει γοῦν καὶ ταῦτα τῆς ἄνωθεν ἐννοίας ἐξηρτημένα. ἔστι δὲ τοιοῦτος τῶν λεγομένων
ὁ νοῦς· ὅταν τινὰ ἐρωτῶνται, οἶδεν δὲ ὁ ἀποκρινόμενο·ς αὐτὰ δὴ τὰ ἐρωτώμενα ἀμφίδοξα εἶναι, προαγορευέτω καὶ λεγέτω μὴ οὕτως ἔχειν, ὡς ὁ ἐρωτῶν τίθησιν, ἀλλὰ ἐναντίως· οὕτω γὰρ ποιῶν καὶ μόνον οὐχὶ ἐπιστομίζων διὰ τοῦ λέγειν ‘οὐχ οὕτως ἔχει ὡς σὺ φῄς, ἀλλὰ μᾶλλον τὸ ἐναντίον’ κωλύσειε τὸν ἐρωτῶντα ὃ βούλεται συμπεράνασθαι.
In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.