συμβαίνει γὰρ παρὰ τοῦτο ἔλεγχος. συνεπινοούμενα δέ ἐστι τὰ συμμνημονευόμενα τοῖς προηρωτημένοις· οἷον ὃ ἂν ᾖ Ἀθηναίων, ἆρα κτῆμά ἐστιν Ἀθηναίων; ναί· τί δέ, ὁ ἄνθρωπος τῶν ζῴων; ναί· ὁ ἄνθρωπος ἄρα κτῆμα τῶν ζῴων ἐστί. συνεπινοεῖν γὰρ ἀνάγκη κἀνταῦθα τὸ κτῆμα· ὡς γὰρ ὃ ἂν ᾖ Ἀθηναίων, κτῆμά ἐστιν Ἀθηναίων, οὕτως καὶ ὃ
ἄν ᾖ τῶν ζῴων, κτῆμα ἔσται τῶν ζῴων· ἔστι δὲ τῶν ζῴων ὁ ἄνθρωπος· κτῆμα ἄρα ἐστὶ τῶν ζῴων. ἐνταῦθα γοῦν ἐρωτηθέντος κολοβῶς τοῦ προβλήματος συνέβη ὁ παραλογισμός· ἔδει γὰρ εἰπεῖν ‘ἆρ’ ὃ ἂν ᾖ Ἀθηναίων κτῆμα, κτῆμά ἐστιν Ἀθηναίων, καὶ ὃ Λακώνων κτῆμα, κτῆμα τούτων·’.
In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.