συμπερανθῆναι τὴν ἡδονὴν ἀγαθὸν ἔροιτο ‘ἆρά γε ἡ χαρὰ ἀγαθόν;’, οὐ δοτέον, ἀλλὰ ῥητέον ὅτι τὸ ἐν ἀρχῇ αἰτεῖ. ἔτι ὅταν τις ἀξιοῖ τι συμπέρασμα ψευδές τε καὶ ἄδοξον, ὃ ἐξ ἀνάγκης ἐκ ψευδῶν συνήχθη προτάσεων (τὸ γὰρ ψευδὲς ἀεὶ ἐκ ψευδῶν), τοῦτο καὶ ἐπὶ τῶν προτάσεων ῥητέον, ὅτι ψευδεῖς ἢ ἄδοξοι αἱ προτάσεις αἱ τὸ τοιοῦτον συναγαγοῦσαι συμπέρασμα.
τὰ γὰρ συμπεράσματα, ἅπερ αὐτὸς συμβαίνοντα εἶπε, τῆς αὐτῆς εἰσι θέσεως θέσεις δὲ λέγει νῦν τὰς προτάσεις)· ὁποῖαι γάρ εἰσιν αἱ προτάσεις, τάσεις, τοιαῦτα καὶ τὰ συμπεράσματα. ὥστε εἴπερ ἄδοξον τὸ συμπέρασμα, ῥητέον ὅτι καὶ αἱ προτάσεις ἄδοξοι.
In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.