καὶ φησὶν ὅτι ὥσπερ ἐπὶ τῶν διαγραμμάτων εὑρόντες τὰς τοὐ θεωρήματος δεικτικὰς προτάσεις συνθεῖναι καὶ εἰς σχῆμα ἀναγαγεῖν ἀδυνατοῦμεν διὰ τὸ δυσθεώρητον εἶναι ποία τῶν προτάσεων ἐστι μείζων καὶ ποία ἐλάττων, ὥσπερ ἐπὶ τοῦ ἀσύμμετρον εἶναι τὴν πλευρὰν τῇ διαμέτρῳ καὶ ἐπ’ ἄλλων πολλῶν συμπίπτει, ὡς οὖν ἐπὶ τούτων, οὕτως καὶ ἐν τοῖς
ἐλέγχοις· διὰ γὰρ τὸ συμβαίνειν πλείονας ἁμαρτίας εἶναι τοὐ λόγου ἀδυνατοῦμεν συνιδεῖν, ποία ἐστὶ καθ’ ἣν ὁ ἔλεγχος γίνεται. κείσθω γὰρ τὸν Σωκράτην μήτε καθῆσθαι μήτε γράφειν, καὶ λεγέτω τις ὅτι ὁ Σωκράτης κάθηται, ὁ καθήμενος γράφει, ὁ Σωκράτης ἄρα γράφει· τοῦτο δὲ ψεῦδος· εἰ οὖν τις τὸ ψεῦδος συναχθῆναι λέγει διὰ τὸ τὸν Σωκράτην καθῆσθαι, 2 λέλυκε μέν, ἀλλὰ πρὸς τὸν ἄνθρωπον ἀλλ’ οὐ πρὸς τὸ πρᾶγμα· οὐ γὰρ παρὰ τὴν τὸν Σωκράτην λέγουσαν καθῆσθαι πρότασιν τὸ ψεῦδος, ἀλλὰ παρὰ τὸ τὸν καθήμενον γράφειν. | ἐπεὶ εἰ Κορίσκος καθήμενος τύχῃ, 3 ὅτε Σωκράτης ἵσταται, μὴ γράφει δὲ καὶ λέγει τις ὅτι ὁ Κορίσκος κάθηται,
ὁ καθήμενος γράφει, ὁ Κορίσκος ἄρα γράφει, ὅπερ ψεῦδος, οὐκ ἄν ἐπὶ τούτου ἁρμόσοι λέγειν ὅτι παρὰ τὸ τὸν Κορίσκον καθήμενον λαβεῖν γέγονεν ὁ ἔλεγχος· καθῆσθαι γὰρ κεῖται.
In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.