ἢ τοῖς τῆς πόλεως ἔθεσιν, οὕτω καὶ τοῖς ἐλέγξαι βουλομένοις ποιητέον καὶ ἐπιχειρητέον δεῖξαι τὸν ἀποκρινόμενον, ὅτι τἀναντία λέγει τῆς κειμένης θέσεως ὑπ’ αὐτοῦ (τούτου γάρ ἐστι μηνυτικὸν τὸ ἡ πρὸς τὰ ὑφ’ ἑαυτοῦ λεγόμενα) ἢ τἀναντία οἷς ὁμολογεῖ καλῶς λέγειν ἢ πράττειν· οὓς γὰρ ὁμολογεῖ καλῶς λέγειν, τούτοις εἰ δείξομεν
τἀναντία λέγοντα, ἐλέγξομεν. δύναται τὸ οὓς ὁμολογεῖ καλῶς λέγειν τοιοῦτον εἶναι· εἴπερ ὁ ἀποκρινόμενος ὁμολογεῖ τὸν Ζήνωνα (ἔστω γὰρ οὗτος) καλῶς λέγειν μὴ εἶναι κίνησιν μηδὲ δύνασθαι διελθεῖν τὸ στάδιον, πειρᾶσθαι χρὴ δεικνύναι ὅτι ἐξ ὧν λέγει συμβαίνει καὶ κίνησιν εἶναι καὶ διιέναι τὸ στάδιον, ὅπερ ἐναντίον τῷ τοῦ Ζήνωνός ἐστι λόγῳ, ὃν καλῶς
λέγειν εἴρηκε. καὶ ἔτι φησὶ πειρᾶσθαι δεικνύναι τὸν ἀποκρινόμενον 2 τἀναντία λέγοντα τῶν δοκούντων τοιούτων, λέγων τοιούτους τοὺς ἀγαθοὺς περὶ ἕκαστα, οἷον ἰατρούς, οἷον ὅτι ἃ φῄς ἐναντία ἐστὶν ὧν δοκεῖ τοῖς ἀγαθοῖς ἰατροῖς ἢ φρονίμοις, ἢ ὧν δοκεῖ πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς, ὡς καὶ ἐν τῷ Γοργίᾳ Σωκράτης πρὸς Καλλικλέα ποιεῖ. ὁμοίους
δὲ αὐτοῦ ἔλεγεν, οἷον εἰ ἰατρὸς εἴη, ἀπελεγκτέον λέγοντα ἐναντία ἰατροῖς, εἰ μουσικός, μουσικοῖς, καὶ εἰ γεωμέτρης, γεωμέτραις.
In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.