πρός τι κατηγορουμένων δὲ κατὰ οὐσίας τινὸς παραλαμβάνεται ἐν τῷ ὁρισμῷ αὐτῶν ἡ ὑποκειμένη αὐτοῖς οὐσία, καὶ ὅλως ἐν ἐκείνοις ὧν ἕξεις εἰσὶν ἢ πάθη καθ’ αὑτὸ κατηγορούμενα τῶν ὑποκειμένων. οἷον ἡ σιμότης πάθος ἐστὶ καθ’ αὑτὸ κατηγορούμενον τῆς ῥινός, καὶ ἐν τῷ λόγῳ αὐτοῦ παραλαμβάνεται καὶ τὸ ὑποκείμενον καθ’ οὗ κατηγορεῖται, ἡ ῥίς· ὁ γὰρ
αὐτὴν τὴν ἐν ῥινὶ σιμότητα ὁριζόμενος οὕτω λέγει· σιμότης ἐστὶ κοίλανσις ἐν ῥινί. ἠδολέσχησεν οὖν οὕτως πὼς ὁρισάμενος· εἰπὼν γὰρ σιμότητα καὶ ῥῖνα συνέλαβε· προσθεὶς δὲ πάλιν ἐνεργείᾳ τὸ ἐν ῥινὶ δὶς τὸ ῥὶς [ῥὶς] ἔλαβε. τοιοῦτόν ἐστι καὶ τὸ ‘ἀριθμός ἐστι μέσον ἔχων τὸ περιττόν᾿· ἐπειδὴ γὰρ καὶ τοῦτο πάθος ἐστὶ τοῦ ἀριθμοῦ κατηγορούμενον, ὁπηνίκα
τὸ περιττὸν ὁριζόμενος τὸ ἀριθμὸς παραλήψομαι, δὶς εἰλήφειν αὐτόν· περιττὸν γὰρ εἰπὼν τρόπον τινὰ καὶ ἀριθμὸν εἰρήκειν· προστέθεικα δὲ καὶ ἐνεργείᾳ τὸ ἀριθμός, ὥστε δὶς ἔφην τὸ αὐτό.
In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.