τὸ δὲ παρὰ τῶν σοφῶν ἐπαινούμενον καὶ ἐπιτρεπόμενον· οἷον τί φημι; ὁ μὲν πολὺς ὄχλος δεῖν δοξάζει τῷ πατρὶ πείθεσθαι. ὁ δὲ σοφὸς τοῖς σοφοῖς, καὶ ἀδικεῖσθαι μᾶλλον ὁ σοφὸς λέγει ἢ ἕτερον βλάπτειν. ἐπεὶ οὖν ἐν ἐνίοις τῶν ἐρωτημάτων, φησίν, οὐ δύναται ὁ ἀποκρινόμενος ἀποκρίνασθαι τὸ ἕτερον μόριον τῆς ἀντιφάσεως (οἷον γὰρ ἄν
ἄδοξα λέγων εὑρεθήσεται· οἷόν ἐστι τὸ ῾ἆρά γε δεῖ τῷ πατρὶ πείθεσθαι ἢ τοῖς σο|φοῖς;᾿· εἰ μὲν γὰρ εἴπῃ τοῖς σοφοῖς, ἄδοξον μὴ τῷ πατρὶ 2 πείθεσθαι· εἰ δὲ τῷ πατρί, πάλιν διὰ τί μὴ τοῖς σοφοῖς;), δεῖ οὖν, ἐὰν ἀποκρίνηται ὥσπερ οἱ σοφοὶ λέγουσι καὶ τὸ ἀδικεῖσθαι κρεῖττον ἐρεῖ, μετάγειν ἐπὶ τοὺς πολλούς· τὸ γὰρ ἀνάπαλιν οὗτοι δοξάζουσιν· εἰ δὲ ὃ οἱ πολλοί, 3 ἄγειν ἐπὶ τὰ τῶν σοφῶν. ἔστι δὲ καὶ τοῦτο ὅμοιον τῷ κατὰ νόμον καὶ κατὰ φύσιν· ὃ μὲν γὰρ ὁ πολὺς λεὼς δοξάζει, τοῦτο τῷ νόμῳ ἔοικεν, ἐπεὶ καὶ ὁ νόμος δόξα <τῶν> πολλῶν ἐστιν· ὃ δὲ οἱ σοφοὶ τοῦτο καὶ ἡ φύσις αὐτὴ λέγει καὶ ἡ ἀλήθεια.
In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.