κατὰ τὴν τῶν πολλῶν βούλησιν καλὸν τὸ ζῆν ἡδέως, καλὸν τὸ πλουτεῖν αἰσχρῶς, ἐπιχείρει σὺ ἀπὸ τῶν φανερῶν δοξῶν φάσκων καλὸν εἶναι τὸ σωφρονεῖν, τὸ τεθνάναι καλῶς, τὸ πένεσθαι δικαίως· φαίνεται γὰρ ἅπασι τοῦτο. καὶ οὕτως εἰς παράδοξον ἄξεις τὸν προσδιαλεγόμενον, εἰ μὲν κατὰ τὰς βουλήσεις ἀπόκρισιν διδῷ, τὰς φανερὰς δόξας σοῦ ἀντιτιθέντος
αὐτῷ, εἰ δὲ κατὰ τὰς φανερὰς δόξας ἀποκρίναιτο, ἀντιπαριστῶντος σοῦ τὰς ἀποκεκρυμμένας, τουτέστι τὰς βουλήσεις· ταύτας γὰρ κρυπτὰς καὶ ἀφανεῖς δόξας ἔχομεν.
In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.