ὅσοι περὶ τὰς ὁμωνυμίας καὶ ἀμφιβολίας διατρίβουσιν, ἐν οἷς μή εἰσιν 2 ὁμώνυμα ἢ ἀμφίβολα τὰ λεγόμενα, οὗτοι οὐκ ἔσονται πρὸς τοὔνομα. ἔστι δὲ τὸ τῆς λέξεως τοιοῦτον· ὅσοι συλλογισμοί εἰσι παρὰ τὸ πλεοναχῶς, τουτέστιν ὅσοι οὐκ εἰσὶ τῶν πλεοναχῶς τισι χρωμένων, ἀλλ’ ἐκτός εἰσι τούτων, ὡς ἐπὶ τοῦ ῾Σωκράτης κάθηται, ὁ καθήμενος δύναται βαδίζειν,
ὁ Σωκράτης ἄρα βαδίζει, οὗτοι οὐκ ἐκ τῶν πλεοναχῶς ἀλλ’ ἐκ τῶν πα ῥὰ τὸ πλεοναχῶς, ὥστε οὐδὲ πρὸς τοὔνομα ἔσονται οὐδὲ πρὸς τὴν διάνοιαν. τὸ δὲ τούτων εἰσί τινες οὐ παρὰ τοὔνομα ταὐτόν ἐστι τῷ ῾τούτων εἰσί τινες οἱ μὴ πρὸς τοὔνομα ὄντες᾿. πῶς οὖν ἀναχθήσονται οὗτοι εἰς τοὺς παρὰ τὴν διάνοιαν; οὐ μόνον γάρ, φησίν, ἄτοπόν ἐστι τὸ τοὺς τρισκαίδεκα τρόπους
λέγειν πρὸς τοὔνομα, ἀλλ’ οὐδὲ αὐτοὺς τοὺς παρὰ τὴν λέξιν ἓξ εἰς τοὺς παρὰ τοὔνομα ἀνάγειν χρεών. εἰ γοῦν καὶ μὴ πάντες οἱ φαινόμενοι ἔλεγχοι εἰς τοὺς παρὰ τοὔνομα ἀνάγονται, ἀλλ’ οὖν εἰσί τινες παραλογισμοὶ ἐν οἷς οὐ γίνεται ἡ ἀπάτη διὰ τὸ τὴν ἀπό|κρισιν σφαλερὰν γενέσθαι, ἀλλὰ 3 διὰ τὸ τὸν προταθέντα λόγον ὁμώνυμον εἶναι ἢ ἀμφίβολον. εἰ γάρ τις,
εἰ τύχῃ, τοιαύτην προενέγκοι ἐρώτησιν ὡς ‘ἆρά γε ὁ κύων ὑλακτεῖ ἢ καὶ τοῦ ἀποκρινομένου οἰομένου μοναχῶς τὸν κύνα λέγεσθαι, οἷον, εἰ τύχῃ, τὸν χερσαῖον, ὁ ἐρωτῶν ἐπὶ τοῦ ἀστρῴου ἐπαγάγῃ τὸ συμπέρασμα, οὐ γέγονεν ἡ ἀπάτη διὰ τὸ κακῶς ἐξενεχθῆναι τὴν ἀπόκρισιν (καλῶς ὅσον πρὸς τὴν τοῦ ἀποκρινομένου διάνοιαν), ἀλλὰ διὰ τὸ τὸν ἐρωτηθέντα
λόγον ἔχειν τὸ διττόν.
In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.