καὶ δῆλον αὐτὸς τοῦτο ποιεῖ διὰ τοῦ μετ’ ὀλίγον ἐπαχθέντος τοῦ τί γάρ ἐστι τὸ μὴ πρὸς τὴν διάνοιαν. ἀνατρέπων <οὖν> τοὺς μὴ οὑτωσὶ πάντας τοὺς παραλογισμούς, ὡς αὐτὸς ἐδίδαξεν, ἀλλὰ λέγοντας, ὅτι οἱ μέν εἰσι πρὸς τοὔνομα οἱ δὲ παρὰ τὴν διάνοιαν, λέγει καὶ δείκνυσι μὴ ἄλλους εἶναι καὶ ἄλλους ἀλλὰ τοὺς αὐτούς· οἵ τε γὰρ παρὰ
τὴν διάνοιαν πρὸς τοὔνομα, καὶ οἱ πρὸς τοὔνομα παρὰ τὴν διάνοιαν, ὥστε οὐ δύο τρόποι εἰσὶν ἀλλ’ εἷς. τὸ γὰρ μὴ πρὸς τὴν διάνοιαν διειλέχθαι τί, φησίν, ἄλλο ἐστὶν ἢ ὅταν μὴ χρῆται ὁ ἐρωτῶν τῷ ὀνόματι, ἐφ’ ᾧ οἰόμενος ἐρωτᾶσθαι ὁ ἐρωτώμενος ἔδωκε τὴν ἀπόκρισιν; τοῦτο γάρ ἐστι τὸ τῆς λέξεως κατάλληλον. εἰ γάρ τις ἐρωτηθῇ ῾ἆρά γε ὁ κύων ὑλακτεῖ;᾿,
ὁ δὲ τὸν χερσαῖον οἰόμενος ἐρωτᾶσθαι δοίη ὑλακτεῖν, ὁ δὲ ἐρωτῶν τὸ κύων ὄνομα ἐπὶ τὸν ἰχθὺν μεταφέρων λέγει ῾ἀλλὰ μὴν ὁ ἰχθὺς κύων ὢν οὐχ ὑλακτεῖ᾿, οὐ πρὸς τὴν διάνοιαν τοῦ ἀποκρινομένου τῷ ὀνόματι κέχρηται· τὸ δὲ τοιοῦτον σόφισμα καὶ πρὸς τοὔνομά ἐστιν. ὥστε ὥσπερ οὐ πρὸς τὴν διάνοιάν ἐστι συλλογιζόμενος ὁ μὴ χρώμενος τῷ κύων ὀνόματι
πρὸς τὸν χερσαῖον, ὃν καὶ διανοούμενος ὁ ἀποκρινόμενος ὑλακτεῖν ἔφησεν, οὕτως ἔμπαλιν πρὸς τὴν διάνοιάν ἐστι συλλογιζόμενος, ὅταν χρῆται τῷ ὀνόματι κατὰ τοῦ πράγματος, ὃ διανοούμενος κατέφησεν ὁ ἐρωτη- 3 θείς (ὃ καὶ αὐτὸς ἐδήλωσε διὰ τοῦ τὸ δὲ πρὸς τὴν διάνοιαν, ἐφ’ ᾧ δέδωκε διανοηθείς· διανοηθέντα δὲ λέγει τὸν ἀποκρινόμενον)· εἰ γὰρ μὴ πρὸς τὴν διάνοιάν ἐστι τὸ μὴ χρῆσθαι ἐφ’ ᾧ δέδωκε, τὸ χρῆσθαι ἐφ’ ᾧ δέδωκε πρὸς τὴν διάνοιαν εἴη ἄν. εἰ δὲ ταῦτα ἀληθῆ,
ἄτοπον τὸ ὑπολαμβάνειν ἄλλους μὲν εἶναι πρὸς τοὔνομα λόγους, ἑτέρους δὲ πα ῥὰ τὴν διάνοιαν· ὅπου γὰρ τὸ κατὰ διάνοιαν, ἐκεῖ καὶ τὸ κατ’ ὄνομα, καὶ τὸ ἀνάπαλιν καὶ ὅπου τὸ παρὰ τοὔνομα, ἐκεῖ καὶ τὸ παρὰ τὴν διάνοιαν.
In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.