καὶ τὸ μὲν καθόλου τέθεικεν ἀντὶ τοῦ ἁπλῶς, τὴν ἀντίφασιν δὲ ἀντὶ τοῦ πῇ· δόντων γὰρ ἡμῶν ἁπλῶς ὅτι ὁ Αἰθίοψ μέλας, συνάγει ὅτι τοὺς ὀδόντας λευκός, ἤτοι πῇ λευκός· ἢ πάλιν λεγόντων ‘οὐδεὶς ἐπιορκῶν ἅμα εὐορκεῖ᾿ ἐπιφέρει ‘ὀμόσας τις ἐπιορκήσειν ἐπιώρκησεν· ἅμα ἄρα ἐπιορκεῖ καὶ εὐορκεῖ᾿. ὅτι δὲ καὶ οἱ μὴ κατὰ ταὐτὸ καὶ πρὸς τὸ αὐτὸ καὶ
παρ’ ἁ τὸ ἐπί τι παρὰ τὰ μόριά εἰσι τοῦ ἀληθινοῦ λόγου, παντί που δῆλον καὶ εἴρηται πολλάκις καὶ οὐ δεῖ πάλιν μηκύνειν.
In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.