λόγον ποιοῦνται, μὴ ὄντας δέ. ὥστε ἐπειδὴ ἄπειροι οἱ ἀληθεῖς εἰσιν ἔλεγχοι, ἄπειροι ἄν εἶεν καὶ οἱ ψευδεῖς. καὶ τὰ μὲν λεγόμενα δῆλα. ἡ δὲ λέξις ἡ οἷον κατὰ γεωμετρίαν ὁ γεωμετρικὸς ἐλλιπῶς εἴρηται. εἴη δ’ ἂν τὸ πλῆρες τοιοῦτον· ὁ γεωμετρικὸς ψευδὴς ἔλεγχος κατὰ γεωμετρίαν ἐστὶν ὁ παρὰ τὰς ἀρχὰς τῆς γεωμετρίας γινόμενος, ὁποῖος ἦν ὁ τοῦ Βρύ-
σωνος τετραγωνισμός. οὐ μόνον δὲ τοὺς μὴ ἀπὸ τῶν ἀρχῶν ὡρμημένους τῆς ἐπιστήμης, ὑφ’ ἥν ἐστι τὸ πρόβλημα, δοκοῦντας δὲ εἶναι ψευδεῖς ἐλέγχους φησὶν ἀλλὰ καὶ τοὺς ἐκ τῶν οἰκείων μὲν τῆς ἐπιστήμης ἀρχῶν κατά τι δὲ παραλογιζομένους, οἷά εἰσι τὰ τοῦ Εὐκλείδου [ ψευδογραφή- 2 μάτα.
In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.