ἔλεγχος οὐχ ἀπλῶς ἐστιν ἔλεγχος, ἀλλὰ πρὸς τὸν ἀποκρινόμενον δοκεῖ εἶναι ἔλεγχος. εἰ μὲν γὰρ τύχῃ οὗτος εἶναι τῶν ἀμαθῶν, συγχωρήσει τε τὰ λεγόμενα, οἷα ἄν ὦσι, καὶ ἀπατηθήσεται, καὶ δοκήσει ἐλεγχθῆναι. εἰ μέντοι γε τῶν συνιέντων τις εἴη, οὐκ εὐθὺς ὁμολογήσει τὰ ἐρωτώμενα, κἀντεῦθεν ἐπίσχει καὶ τὸν δοκοῦντα ἐλέγχειν καὶ συλλογίζεσθαι. ὡσαύτως δὲ καὶ ὁ
σοφιστικὸς συλλογισμὸς οὐχ ἁπλῶς ἐστι συλλογισμὸς ἀλλὰ πρός τινα, ἤγουν τὸν ἀγνοοῦντα τὰς δυνάμεις τῶν λέξεων καὶ πρὸς τὸν συγχωροῦντα τὸ μὴ ἀπλῶς λεγόμενον ὡς ἁπλῶς λέγεσθαι καὶ τὰ λοιπὰ πάντα. 2 ὅτι δὲ πρός τινά ἐστιν ὁ σοφιστικὸς ἔλεγχος, κατασκευάζει ἀπὸ τοῦ μὴ δύνασθαι τὸν σοφιστὴν ποιῆσαι τὸν ἔλεγχον, ἐὰν μὴ λάβῃ παρὰ τοῦ ἀποκρινομένου τὸ ὁμώνυμον ὡς ἓν σημαῖνον. ὁμοίως καὶ ὁ παρὰ τὴν ὁμοιοσχημοσύνην συλλογισμός, ἐὰν μὴ λάβῃ παρὰ τοῦ ἀποκρινομένου
τὸ σημαίνειν τὸ ἐρωτώμενον πρᾶγμα μόνον τόδε τι, | ἤτοι τὸ ἐνεργητικὸν 3 ῥῆμα ἐνεργείας μόνης δηλωτικόν, οὐδ’ οὗτος ἀπατήσει. εἰ μὲν οὖν μὴ λάβῃ ὁ σοφιστής, οὔτε ἁπλῶς συλλογισμὸν ποιεῖ οὔτε πρὸς τὸν ἐρωτώμενον. ἐὰν δὲ λάβῃ τὸ ὁμώνυμον ὡς μὴ ὁμώνυμον, πρὸς μὲν τὸν ἐρωτώμενον πεποίηκε τὸν ἔλεγχον, ἀληθῶς δὲ καὶ κυρίως ἔλεγχον
οὐ πεποίηκε, διότι οὐχ ἓν εἴληφε, τουτέστι μὴ ὁμώνυμον, ἀλλὰ φαινόμενον, καὶ παρὰ ἀνεπιστήμονος ἀκροατοῦ. ὥστε οὐχ ἁπλῶς ἐστιν ἔλεγχος ὁ σοφιστικὸς ἔλεγχος ἀλλὰ πρός τινα.
In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.