καὶ ἓν καὶ πολλά. καὶ εἴρηται περὶ τούτων ἐν τῷ πρώτῳ τρόπῳ τῶν ἐκτὸς τῆς λέξεως (ἐκεῖνος γὰρ ἦν ὁ παρὰ τὸ συμβεβηκός), ὅπως τὸ ἕτερον ὡς ταὐτὸν καὶ τὰ πολλὰ ὡς ἓν συνάγειν ἐπειρῶντο οἱ σοφισταί, καὶ οὐ δεῖ πάλιν τὰ αὐτὰ περὶ τῶν αὐτῶν λέγειν. τὸ δὲ μηδὲ τοῖς ποίοις τῶν κατηγορημάτων πάντα ταὐτὰ καὶ τῷ πράγματι συμβέβηκεν
ἴσον ἐστὶ τῷ ῾ποίοις τῶν κατηγορουμένων πάντα ταὐτὰ καὶ τοῖς ὑποκειμένοις συμβέβηκεν᾿, ὡς εἶναι τοιοῦτον τὸ λεγόμενον· ἐν τοῖς παρὰ τὸ συμβεβηκὸς παραλογισμοῖς γίνεται ἡ ἀπάτη παρὰ τὸ μὴ δύνασθαι διαιρεῖν τὸ ταὐτὸν καὶ τὸ ἕτερον καὶ ἓν καὶ πολλὰ καὶ παρὰ τὸ μὴ δύνασθαι διακρίνειν ποίοις τῶν κατηγορουμένων πάντα, ὅσα κατ’ αὐτῶν λέγεται,
δύναται καὶ κατὰ τῶν ὑποκειμένων λέγεσθαι. ἐπεὶ δέ, ὡς δέδεικται, μέρη εἰσὶ τῶν παρὰ τὸ συμβεβηκὸς οἱ παρὰ τὸ ἑπόμενον, ὁμοίως ἔχει καὶ ἐπὶ τῶν παρὰ τὸ ἑπόμενον παραλογισμῶν· ὡς γὰρ ἐν τοῖς παρὰ τὸ συμβεβηκὸς ἀπατώμεθα, οὕτω καὶ ἐν τοῖς παρὰ τὸ ἑπόμενον. τὸ δὲ ἔτι καὶ ἐπὶ πολλῶν φαίνεται καὶ ἀξιοῦται οὕτως δυνάμει τοιοῦτόν ἐστιν·
ἐπεὶ γὰρ ἐπὶ τινῶν ἀντιστρέφει τὰ ὑποκείμενα πρὸς τὰ ἑπόμενα, ὡς ὁ ἄνθρωπος πρὸς τὸ γελαστικὸν καὶ ὁ ἵππος πρὸς τὸ χρεμετιστικόν, καὶ ἐπὶ ἄλλων πολλῶν τοῦτο ἀξιοῦται, ἵνα, εἰ ἕπεται τὸ λευκὸν τῇ χιόνι, ἀντιστρέψῃ καὶ ἡ χιὼν πρὸς τὸ λευκόν, καὶ εἰ τὸ ξανθὸν τῷ μέλιτι, καὶ τὸ μέλι πρὸς τὸ ξανθόν, καὶ εἰ τὸ γεγονὸς ἀρχὴν ἔχει, καὶ τὸ ἀρχὴν ἔχον
γεγονέναι. ἐπὶ δὲ τῶν παρὰ τὴν ἔλλειψιν τοῦ λόγου καὶ ἐν τοῖς παρὰ τὸ πῇ καὶ ἁπλῶς παραλογισμοῖς ἡ ἀπάτη γίνεται διὰ τὸ νομίζειν μηδὲν διαφέρειν ἀπλῶς τι συγχωρεῖν ἢ πῇ. ὡς γὰρ οἰόμενοι μηδέν τι πλέον σημαίνειν τοῦ πῇ τὸ ἁπλῶς δίδομεν καὶ ἀπατώμεθα, ὡς ἐπὶ τοῦδε δῆλον· ἆρά γε τὸ ἀποβαλεῖν, ὅπερ ἔχει τις, οὐ κακόν ἐστιν; ἀλλὰ
μὴν ἔχει τις νόσον· τὸ ἀποβαλεῖν ἄρα νόσον κακόν ἐστιν. ἡ ἀπάτη ἐν- 2 ταῦθα γέγονε παρὰ τὸ πῇ· οὐ γάρ, εἰ κακόν ἐστι τὸ ἀποβαλεῖν τινα ὧν ἔχει τις, καὶ ἀπλῶς ἐστι κακόν. ἀλλὰ καὶ ἐπὶ τῶν τὸ ἐν ἀρχῇ αἰτούντων καὶ τῶν τὰ πλείω ἐρωτήματα ἓν ποιούντων ἡ ἀπάτη γίνεται διὰ τὸ παρὰ μικρόν· οὐ γὰρ ἐξακριβούμεθα τὸν τῆς προτάσεως λόγον λέγοντα
πρότασιν εἶναι τὴν ἓν καθ’ ἑνὸς ἔχουσαν, | οὔτε τὸν τοῦ συλλογισμοῦ 3 ὅρον τὸν λέγοντα ἕτερόν τι δεῖν τῶν κειμένων συνάγεσθαι, κἀντεῦθεν ἀπατώμεθα. οὐκ ἐξακριβούμεθα δὲ ταῦτα διὰ τὴν εἰρημένην αἰτίαν, ἥτις ἐστὶ τὸ παρὰ μικρόν. ἢ εἰ θέλεις, νόησον εἰρημένην αἰτίαν καὶ τὸ μὴ εἰδέναι τὸν τῆς προτάσεως λόγον καὶ τοῦ συλλογισμοῦ.
In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.