ἄγνοιάν ἐστι, πᾶσι καταφανές· ἔλεγχος γάρ ἐστιν, ὡς πολλάκις εἴρηται, ὅταν ἐξ ὧν δίδωσιν ὁ ἀποκρινόμενος συμβαίνῃ ἀποφάσκεσθαι ὃ κατέφησεν· ἐπὶ δὲ τούτου οὐχ οὕτως· οὐ γάρ, εἰ τοῦ ἀποκρινομένου διδόντος πῇ εἶναι λευκὸν τὸν Αἰθίοπα ὁ ἐρωτῶν δι’ ὅλου τοῦ σώματος μέλανα εἷναι αὐτὸν ἀποδείκνυσιν, εἰς ἀντίφασιν ἤγαγε τὸν προσδιαλεγόμενον. δῆλα δὲ
τὰ λεγόμενα ἐξ ὧν εἴπομεν, ὅτε τὸν τρόπον τοῦτον κατ’ ἀρχὰς ἐξηγού- μεθα. καὶ πάντες μὲν οὖν, φησίν, οἱ παραλογισμοὶ εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀναχθήσονται· φανερώτατοι δὲ μάλιστα πάντων τῶν εἰς αὐτὴν ἀναγομένων οἱ παρὰ τὴν λέξιν, ἔνθεν καὶ οὕτω προσηγορεύ- θησαν, ὡς τῆς λέξεως αἰτίας γινομένης τοῦ παραλογίζεσθαι. τὸ δὲ παρὰ
γὰρ τοῦ λόγου τὴν ἔλλειψιν ἡ φαντασία γίνεται καθολικῶς λέλεκται. τοιοῦτο δέ ἐστι τὸ διὰ τούτου δηλούμενον, ὅτι πᾶς οἱοσδήποτε παρα- λογισμὸς καὶ πᾶσα φαντασία παραλογισμοῦ παρὰ ἔλλειψίν τινα γίνεται τοῦ λόγου, τουτέστι τοῦ ὁρισμοῦ τοῦ ἐλέγχου. ἢ λόγου τοῦ συλλογισμοῦ φησι καθ’ ὃν ὁ ἀληθὴς ἔλεγχος γίνεται· ὅταν γὰρ μηδέν τι ἐλλείπῃ τοῦ προειρημένου
διορισμοῦ, ἔλεγχος ἀληθὴς γίνεται· ὅταν δέ τι ἐλλείπῃ, φαινόμενος.
ὅ τε τὸ ἐν ἀρχῇ λαμβάνων καὶ ὁ τὸ ἀναίτιον ὡς αἴτιον τιθείς, δῆλοί εἰσιν ὡς εἰς τὴν τοὐ ἐλέγχου ἄγνοιαν ἀνάγονται διὰ τοῦ ὁρισμοῦ τοῦ ἐλέγχου. ἐπειδὴ γὰρ ὁ ἔλεγχος, ὡς πολλάκις εἴρηται, συλλογισμός ἐστιν, ἐν δὲ τῷ συλλογισμῷ οὔτε τὸ ἐν ἀρχῇ κεῖσθαι δεῖ, καὶ τὰ κείμενα δὲ αἴτια χρὴ εἶναι τοῦ συμπεράσματος, ὁ τὸ ἐξ ἀρχῆς αἰτούμενος καὶ τὸ
ἀναίτιον ὡς αἴτιον λαμβάνων δῆλον ὡς οὐ συλλογίζεται· εἰ δὲ μὴ συλλο- γίζεται, οὐδὲ ἐλέγχει. εἰσὶ δὲ καὶ οὗτοι τῶν ἐκτὸς τῆς λέξεως παπαὡς 3 λογισμῶν· τέταρτος δὲ ὁ τὸ ἐν ἀρχῇ αἰτούμενος καὶ λαμβάνων, ἕκτος δὲ ὁ τὸ μὴ αἴτιον ὡς αἴτιον τιθείς.
In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.