‘ἀθάνατος᾿ συνεπεράνατο τὴν ψυχὴν ἀθάνατον. εἴρηται δὲ τελεώτερον ἐν τοῖς δευτέροις τῶν Προτέρων ἀναλυτικῶν· οὐ μὴν ἀλλὰ καὶ ἐν τῷ ὀγδόῳ τῶν τοπικῶν σαφέστατα εἴρηται ὡς πενταχῶς αἰτεῖται. παραλογίζονται δὲ οἱ μὴ δυνάμενοι συνορᾶν ὅτι ταὐτόν ἐστι τὸ ἄφθαρτον καὶ τὸ ἀθάνατον καὶ ἀπατῶνται ὑπὸ τῶν σοφιστῶν μηδὲν ἀποδεικνυόντων ἀλλὰ
δι’ ἑαυτοῦ δεικνυόντων τὸ μὴ δι’ ἑαυτοῦ δῆλον καὶ πρότασιν ποιουμένων τὸ πρόβλημα· ὅταν γὰρ ζητουμένου τοῦ εἰ ἡ ψυχὴ ἀθάνατος λέγῃ ὁ σοφιστὴς ἰὴ ψυχὴ ἄφθαρτος, τὸ ἄφθαρτον ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατος᾿, οὐδὲν ἀποδείκνυσιν, ἀλλὰ τὸ ἐξ ἀρχῆς αἰτεῖται. ἀλλὰ κἄν τινος λέγοντος ὅτι οὐκ ἔστι τόπος συνάγῃ τις τὸ εἶναι τόπον οὕτω πὼς λέγων
‘εἰ ἔστιν ἄνω καὶ κάτω καὶ πρόσθεν καὶ ὄπισθεν καὶ δεξιὸν καὶ ἀριστερόν, ἔστι τόπος· ἀλλὰ μὴν ἔστιν ἄνω καὶ κάτω καὶ τὰ λοιπά· ἔστιν ἄρα τόπος᾿, τὸ ἐν ἀρχῇ καὶ οὗτος αἰτεῖται, ἤτοι ὃ ἔδει δεῖξαι, ἔλαβεν ἀναποδείκτως· εἰ γὰρ τὸ ὅλον οὐδὲν ἄλλο ἐστὶν ἢ τὰ ἑαυτοῦ μέρη, ὁ λέγων ‘εἰ ἔστι τὰ μέρη τοῦ τόπου, ἔστιν ὁ τόπος᾿ οὐδὲν ἄλλο φησὶν ἢ ἱεῖ ἔστιν ὁ τόπος,
ἔστιν ὁ τόπος᾿ .
In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.