τὴν λέξιν ἐκάλεσε, καὶ διαλαβὼν περὶ αὐτῶν ἀρκούντως, πῶς γίνονται καὶ πῶς συνίστανται μόνον ὕστερον γὰρ καὶ περὶ τῆς αὐτῶν ἐρεῖ λύσεως), νῦν καὶ τοὺς ἐκ τῶν πραγμάτων γινομένους παραλογισμοὺς τίθησιν, οὗς καὶ ὀνομάζει ἔξω τῆς λέξεως, διότι οὐχὶ ἡ λέξις κἀνταῦθα ἢ ἡ ταύτης σύνθεσις ἢ διαίρεσις ἢ ὁ ἐν τῇ λέξει τόνος ἢ τὸ πνεῦμα ἢ τὸ ὁμοιόσχημον
τῆς λέξεως αἴτιον γίνεται τοῦ παραλογισμοῦ. διαλαβὼν δὲ καὶ πε|ρὶ τούτων, ὅπως τε γίνονται παρὰ τῶν σοφιστῶν καὶ συνίστανται, 2 προιὼν καὶ περὶ τῆς τούτων λύσεως ἐν τῷ προσήκοντι διαλήψεται. καὶ γοῦν πρότερον ἀπαριθμεῖται αὐτοὺς λίαν σαφῶς, πόσοι καὶ τίνες εἰσίν. ἑπτὰ μὲν οὖν οἱ πάντες· ὁποῖοι δέ, ἐν τοῖς ἑξῆς θεωρήσομεν. καὶ πρῶτος
τῶν ἄλλων ἐστὶν ὁ παρὰ τὸ συμβεβηκός.
In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.