πρότερον ’πό σὰ εἰσὶν εἴδη τῶν λόγων τῆς σοφιστικῆς καὶ ἐκ πόσων συνέστηκε τὸ σοφιστεύειν. τὸ δὲ πόσα ἐστὶν εἴδη τῶν λὁγων καὶ ἐκ πόσων τὸν ἀριθμὸν ἢ ἐκ παραλλήλου κεῖται, ἢ τὸ μὲν πόσα ἀντὶ 2 τοῦ τίνα εἰσὶ τὰ εἴδη τῶν σοφιστικῶν ἐλέγχων, ἅπερ εἰσὶ δύο, τὰ παρὰ τὴν λέξιν καὶ τὰ ἔξω τῆς λέξεως, τὸ ἐκ πόσων δὲ ἀντὶ τοῦ ‘πόσα μέρη ἑνὸς ἑκάστου τῶν τοιούτων εἰδῶν῾· μέρη γὰρ τῶν εἰδῶν τὰς ὑποδιαιρέσεις τῶν εἰδῶν λέγει. δύναται τὸ καὶ πόσα μέρη τῆς πραγματείας
τυγχάνει λέγειν ὡς ἴσον τῷ ‘καὶ πόσων οἱ σοφισταὶ στοχάζονται‘· οὐ γὰρ μόνον τοῦ ἐλέγχειν δοκεῖν ἀλλὰ καὶ ἄλλων τινῶν, ἃ μετ’ ὀλίγον ἐρεῖ. δύναμιν δὲ λέγει τὴν σοφιστικήν, ἤτοι ὅτι μὴ τέχνη μηδ’ ἐπιστήμη• περὶ τἀληθῆ γὰρ ἐκείνων ἑκατέρα, ἥ τε τέχνη “ἕξις οὖσα μετὰ λόγου ἀληθοῦς ποιητική’’ καὶ ἡ ἐπιστήμη ἕξις ἀποδεικτικὴ περὶ τὸ ἀεὶ ὡσαύτως ἔχον· ἢ
τέχνην εἶπε τὴν σοφιστικὴν κοινῶς καὶ γενικῶς, ἤτοι δυνάμει· λέγει γὰρ αὐτὴν καὶ τέχνην κοινότερον χρώμενος τῷ τῆς τέχνης ὀνόματι.
In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.