εἰ μὴ βούλοιτό τις ἀπλῶς τὸ ὑπό τινος κατὰ τὴν οἰκείαν γινόμενον φύσιν
ἐπ’ ἐκείνῳ λέγειν ἄλλο τι σημαινόμενον τοῦ ἐφ’ ἡμῖν εἰσάγων παρὰ τὸ πεπιστευμένον τε καὶ προειλημμένον, ὅ φαμεν εἶναι διὰ τὸ ἔχειν ἡμᾶς ἐξουσίαν τῶν ἐν τοῖς πραττομένοις ἀντικειμένων, φθάνει διὰ τῶν πρώτων
2 πλεονάκις εἰρῆσθαί τε καὶ δεδεῖχθαι. παραπλήσιοι δὲ τούτοις καὶ ὅσους ἄλλους εἰς σύστασιν τοῦδε τοῦ δόγματος λόγους παρατίθενται ἐπὶ πλέον καὶ μέχρι ῥημάτων τὴν κομψείαν ἔχοντες, ἀλλ’ οὐκ ἐκ τῆς πρὸς τὰ πράγματα
περὶ ὧν λέγονται συμφωνίας τὴν πίστιν λαμβάνοντες.
De fato. Alexander of Aphrodisias. ed. Ivo Bruns. United States. 2017.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.