IV. Ἀπορίας λύσις τῆς λεγούσης ὀργάνῳ μὲν μηδὲν εἶναι ἐναντίον, πλούτῳ δὲ πενίαν ἐναντίον, διὸ μὴ εἶναι τὸν πλοῦτον ὄργανον.
ὁ πλοῦτος ὄργανον. εἰ μὲν καθόλου λαμβάνοι μηδενὶ ὀργάνῳ εἶναί τι 1 ἐναντίον, οὐ συγχωρητέον τῷ καὶ τῷ πλούτῳ ὄντι ὀργάνῳ εἶναί τι ἐναντίον δοκεῖν, εἰ δὲ ἀδιορίστως καὶ ἐν μέρει λαμβάνοι, δεικτέον ὅτι μὴ συλλογίζεται.
γίνονται γὰρ ἀμφότεραι αἱ προτάσεις ἐν μέρει. τότε γὰρ ἀναγκαίως καθόλου ἂν ἐλάμβανε τὸ μὴ εἶναί τι τῷ ὀργάνῳ ἐναντίον, εἰ ἦν ἐν τῷ
λόγῳ καὶ τῇ οὐσίᾳ τοῦ ὀργάνου ἐμφαινόμενον τὸ μηδὲν εἶναι αὐτῷ ἐναντίον·
εἰ δὲ μὴ ἔστιν ἐν τῇ οὐσίᾳ τοῦ ὀργάνου τὸ μὴ εἶναί τι αὐτῷ ἐναντίον, συμβεβηκὸς δέ τι, οὐδὲν κωλύει τοῦτο μὴ πᾶσι συμβεβηκέναι. οὐδὲ γάρ, ἐπεὶ τοῖς πολλοῖς ὑπάρχει τῶν πεπερασμένων τὸ παρά τι περαίνειν, ἤδη καὶ πᾶσιν. τὸ μέντοι ὄργανον εἶναι, δι’ οὖ ἢ μόνου τι ἢ κάλλιστον
γίνεται, εἰ ἐν τῇ οὐσίᾳ ἐστὶ τοῦ ὀργάνου, πάντα ἂν εἴη ὄργανα οἷς τοῦθ’ ὑπάρχει· καὶ πᾶσι τοῖς ὀργάνοις τοῦτο. διὸ ἐπεὶ καὶ τῷ πλούτῳ τοῦτο ὑπάρχει (διὰ γὰρ τούτου αἱ κατ’ ἐλευθεριότητά τε καὶ μεγαλοπρέπειαν
ἐνέργειαι τῷ σπουδαίῳ), εἴη ἂν ὄργανον τῷ σπουδαίῳ· ἀπὸ γὰρ τῶν ἐν τῇ οὐσίᾳ τοῦ ὀργάνου ὄντων ἡ τῶν ὀργάνων κρίσις, ὥσπερ καὶ ἐπὶ τῶν
ἄλλων ἀπάντων, οὐκ ἀπὸ τῶν συμβεβηκότων. δεικνύοι δ’ ἄν τις καὶ ὅτι
μηδετέρα τῶν προτάσεων εἴληπται καλῶς, μήτε ἡ λαμβάνουσα τῷ ὀργάνῳ μηδὲν εἶναι ἐναντίον, μήτε ἡ λέγουσα τῷ πλούτῳ εἶναί τι ἐναντίον. εἰ
μὲν γὰρ διότι τῷ ὅλῳ τε καὶ συναμφοτέρῳ ὀργάνῳ μηδέν ἐστιν ἐναντίον, διὰ τοῦτο μηδὲ τῷ πρίονι μηδὲ τῇ κιθάρᾳ λέγοι τις εἶναί τι ἐναντίον, οὐδ’
ἂν τῷ πυρὶ εἴη κατὰ τὸν οὕτως λέγοντα ἐναντίον τι, οὐδὲ ἄλλῃ τινὶ συναμφοτέρῳ οὐσίᾳ τῷ τῇ ὕλῃ τῇ ὑποκειμένῃ πᾶσι τοῖς τοιούτοις μηδὲν εἶναι ἐναντίον· εἰ δὲ κατὰ τὰ πάθη καὶ τὰς ποιότητας ⟨ἡ⟩ ἐναντίωσις (τῷ γὰρ πυρὶ κατὰ τὴν θερμότητα καὶ τὴν ἔηρότητά ἐστί τινα ἐναντία, καὶ τοῦ
σκεπάρνου ἐὰν ληφθῶσιν αἱ ποιότητες, καθ’ ἅς ἐστιν αὐτῷ τὸ εἶναι, εὑρήσει
κατὰ ταύτας ἐναντιότητά τινα αὐτῷ· τῷ μὲν γὰρ ὀξεῖ τὸ ἀμβλὺ ἐναντίον, τῷ δὲ βαρεῖ τὸ κοῦφον, δεῖ δὲ καὶ βάρους καὶ ὀξύτητος αὐτῷ· ὁ
αὐτὸς καὶ ἐπὶ τῶν ἄλλων ὀργάνων λόγος), * * * οὔτε τῷ πλούτῳ δὲ καλῶς ἐλήφθη εἶναί τι ἐναντίον. ἡ γὰρ πενία οὐκ ἐναντίον πλούτῳ, ἀλλὰ πλούτου ἀπουσία τε καὶ στέρησις, ἡ δὲ ὑγεία οὐχ ὡς ὄργανον ἀγαθόν, ἀλλ’
ὡς τοῦ σώματος ἀρετή, ἐξ οὗ καὶ τῆς ψυχῆς ὁ ἄνθρωπος. εἰ δέ τις λέγοι τὴν στέρησιν τὴν τοιαύτην, ἀφ’ ἧς οἷόν τε τὴν ἕξιν γενέσθαι πάλιν ἐναντίον, πᾶσιν οὗτος λέγοι ἂν τοῖς ἂν γενέσει εῖναί τι ὲναντίον, οὺ μόνοις τοῖς ὀργάνοις· ἐν πᾶσι γὰρ ἡ τοιαύτη στέρησις.
Ἠθικὰ προβλήματα [Sp.]. Alexander of Aphrodisias. ed. Ivo Bruns. United States. 2017.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.