ΧΧΧ. Πῶς εἰ ἐκ τῶν ἐναντίων τὰ ἐναντία γίνεται, οὐκ ἔσται
ἐκ μὲν δικαιοσύνης ἀδικία, ἐκ δὲ ἀδικίας δικ αιοσύνη, καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν τε καὶ κακιῶν ὁ αὐτὸς λόγος.
ἀμφοτέρων πως μετέχειν τῶν ἄκρων καὶ τὰ μηδετέρου ὁλοκλήρως ἔχειν
εἶναι αὐτῶν μεταξὺ τούτων, καὶ ὅταν εἰς τὸ ἕτερον αὐτῶν μεταβάλλῃ, ὡς ἐξ ἐναντίου αὐτοῦ μεταβάλλει τῷ ἐκ τούτων μεταβάλλειν, ἃ ὄντα τῶν
μεταξὺ ἐκώλυεν αὐτὸ ἤδη εἶναι ἐν τούτῳ εἰς ὃ μεταβάλλει. εἰ δὲ πᾶν τὸ μεταβάλλον εἴς τινα ἕξιν ἐκ τῆς στερήσεως τῆς ἕξεως ἐκείνης μεταβάλλει, ἐναντίον δὲ ἡ τοιαύτη στέρησις τῇ ἕξει, εἰς ἣν ἡ μεταβολή, καὶ ἡ δικαιοσύνη
ἂν καὶ ἡ ἀδικία ἐξ ἐναντίων γίγνοιντο. ἐκ γὰρ τῶν στερήσεων· τό τε γὰρ δίκαιον γινόμενον ἐν στερήσει τοῦ δικαίου, καὶ τὸ ἄδικον ὁμοίως τοῦ ἀδίκου. εἰ μὲν οὖν ἡ ὕλη, ἐξ ἧς ἡ κυρίως γένεσις, αὕτη δέ ἐστιν ἡ τῶν
καθ’ αὑτὴν ἦν ὑφεστῶσα ἄνευ τοῦ εἶναι σὺν εἴδει τινί, ἁπλῶς ἂν γινόμενα κυρίως ἐκ τῆς ὕλης ἂν ἐγίνετο καὶ τῆς στερήσεως, τῆς μὲν ὕλης ὡς ὑποκειμένου
τε καὶ ὑπομένοντος, ἐκ δὲ τῆς στερήσεως ὡς ἐναντίου τε καὶ
μὴ ὑπομένοντος· ἐπεὶ δὲ ἀδύνατον εἶναι τὴν ὕλην ἐν ὑποστάσει χωρὶς εἴδους τινός (οὐ γὰρ οἶόν τε ὕλην τινὰ χωρὶς εἴδους εἶναί τινος· τῷ γὰρ λόγῳ χωριστὴ τῶν εἰδῶν καὶ τῷ παρὰ μέρος δέχεσθαι τὰ ἐναντία, ἐπεὶ ἥ
γε ὑπόστασις αὐτῆς ἀεὶ μετά τινος τούτων, εἰς ἃ μεταβάλλει παρὰ μέρος,
ὅταν εἴς τι εἶδος μεταβάλλῃ), δῆλον μὲν ὅτι ἐν στερήσει οὖσα αὐτοῦ εἰς αὐτὸ μεταβάλλει, ἐπεὶ δὲ ἡ οὖσα ἐν στερήσει τούτου, εἰς ὃ μεταβάλλει, ἀπ’
ἄλλου τινος εἴδους ἐστί, δηλονότι τούτῳ εἰς ὃ μεταβάλλει, ἐναντίον εἶδος ἔχει, καθ’ ὃ καὶ αὐτῷ ἡ μεταβολὴ αὕτη γίνεται. ἐν γὰρ ἀδύνατον μένειν μεταβάλλουσαν, εἰς ὃ μεταβάλλει, κατὰ τοῦτο μεταβάλλει τε καὶ ἀμείβει 25 τὸ εἶδος. τοιαῦτα δὲ τὰ ἐναντία εἴδη, ἐφ’ οἷς ἔστι τε καὶ εἶναι δύναται
τὸ ὄν τινων ἐν στερήσει, καὶ διὰ τοῦτο προηγουμένως μὲν ἐκ τῆς στερήσεως καὶ τῆς ὡς στερήσεως ἐναντιώσεως ἡ κυρίως γένεσις, ἤδη δὲ καὶ ἐκ τῶν ἐναντίων εἰδῶν, ἐφ’ οἷς οὖσα πρὸ τῆς εἰς τὰ ἐναντία αὐτοῖς μεταβολῆς
οὐ δύναται μὴ μεταβάλλουσα ἐξ αὐτῶν μεταβάλλειν εἰς τὸ εἶδος,
2 εἰς ὃ μεταβάλλει. ὅταν μὲν οὖν ὦσιν αἱ ἕξεις εὐμετάβολοι καὶ αἱ ἐναντιότητες εἰς ἀλλήλας, καὶ ἐκ τῶν ἐναντίων εἰδῶν ἡ μεταβολὴ γίνεται τοῖς εἴς τι μεταβάλλουσιν ὥσπερ καὶ ἐκ τῆς στερήσεως τοῦ εἰς ὃ μεταβάλλει.
ὅταν δὲ ᾖ τὰ ἐναντία τοιαῦτα, ὡς μόνιμά τε εἶναι καὶ μὴ ῥᾳδίως μεταβάλλειν,
αἱ γενέσεις τοῖς τοιούτοις ἔκ τε τῶν στερήσεων γίνονται καὶ ἐκ τῶν μεταξύ, ἀφ’ ὧν ὡς ἀπ’ ἐναντίων καὶ αὐτῶν τοῖς εἴδεσιν, εἰς ἃ ἡ μεταβολὴ γίνεται, μεταβάλλει τὰ γινόμενα, ἡ μὲν τῶν κατ’ ἀλλοίωσιν καὶ
αὔξησιν καὶ μείωσιν καὶ κατὰ τόπον μεταβολῇ γινομένη γένεσις, οὖσά τις
γένεσις, ἀλλ’ οὐχ ἁπλῶς γένεσις ἐξ ἐναντίων, ἡ δὲ κατ’ οὐσίαν οὐκέτι ἐξ ἐναντίων, ἀλλ’ ἐκ τῆς κατὰ ἀντίφασιν ἀντιθέσεως, ὅτι μηδέ ἐστι τῇ
οὐσίᾳ τι ἐναντίον.
Ἠθικὰ προβλήματα [Sp.]. Alexander of Aphrodisias. ed. Ivo Bruns. United States. 2017.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.