ΧΙΧ Ὅτι μὴ ὁμοειδεῖς αἱ ἡδοναί.
σπουδαζομένων ἡδοναὶ φθείρουσι τὰς ἀπὸ τῶν σπουδαζομένων ἔλαττον.
ἐν γοῦν τοῖς θεάτροις ἡ ἀπὸ τοῦ ἀκούειν τινὸς κωμῳδοῦντος καλῶς φθείρει τὴν ἀπὸ τοῦ τραγηματίζειν. εἰ δέ, ὃ ἡ ἐναντία λύπη ποιεῖ τῇ
ἡδονῇ, τοῦτο ποιεῖ ἡ ἀπό τινος ἄλλου ἡδονή, οὐκ ἂν εἴη ὁμοειδὴς αὕτη, ὡς τῷ ἀριθμῷ διαφέρειν μόνον. ἔτι αἱ ἡδοναὶ οἰκεῖαι ταῖς ἐνεργείαις, ἐφ’ αἷς γίνονται, τέλη οὖσαι αὐτῶν τῶν κατ’ εἶδος διαφερουσῶν
ἀλλήλων ἐνεργειῶν, εἶεν ἂν καὶ αἱ ἡδοναὶ ἕτεραι τῷ εἴδει ἀλλήλω. ἔτι
εἰ τὴν τοῦ ἀκολάστου ἡδονὴν μὴ οἷόν τε ἡσθῆναι τὸν σώφρονα, μηδὲ τὴν τοῦ σώφρονος τὸν ἀκόλαστον, οὐκ ἂν εἶεν ὁμοειδεῖς ἀλλήλαις αἱ ἡδοναὶ πᾶσαι. ἀλλὰ μὴν τὸ πρῶτον, τὸ ἄρα δεύτερον.
Ἠθικὰ προβλήματα [Sp.]. Alexander of Aphrodisias. ed. Ivo Bruns. United States. 2017.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.