X. Ὅτι ὁ ἄνθρωπος τῶν ἀρετῶν χάριν, ἀλλ’ οὐκ ἔμπαλιν.
1 τὸ δέ, οὗ χάριν γίνεταί τινα, τέλος ἐκείνων, ἐν τοῖς φύσει γινομένοις τέλος τί ἐστιν. ἀλλὰ μὴν τὸ τέλος τῶν τοῦ τέλους χάριν γινομένων ἄμειω ὥστε καὶ τῶν φύσει γινομένων τὰ τέλη τῶν ἐκείνων γινομένων χάριν
ἀμείνω. ἔστι δὲ καὶ ὁ ἄνθρωπος τῶν φύσει γινομένων, ὥστε ἐστίν τι καὶ
τούτῳ τέλος, καὶ τοῦτο τῶν ἐφ’ οἷς τοῦτο βέλτιον. τέλος δὲ τοῦ ἀνθρώπου
τὸ σπουδαῖον ἄνθρωπον γενέσθαι, τούτου χάριν ὁ ἄνθρωπος, τὸ δὲ σπουδαῖον γενέσθαι ἐστὶ τὸ ἔχειν τὰς ἀνθρώπου ἀρετάς. ἀλλὰ μὴν
οὐχ οἷόν τε σχεῖν τῷ ἀνθρώπῳ τὰς ἀρετάς, εἰ μὴ πρῶτον ἄνθρωπος γένοιτο. ὁ ἄνθρωπος ἄρα τῆς τῶν ἀρετῶν κτήσεως χάριν, ἀλλ’ οὐχ αἱ ἀρεταὶ
τοῦ ἀνθρώπου. διὸ καὶ ἀμείνων ὁ κεκτημένος τὰς ἀρετὰς ἄνθρωπος
τοῦ χωρὶς τούτων ἀνθρώπου. οὐ γὰρ αἱ ἀρεταὶ γίνονται. οὐ γὰρ ἡμεῖς αὐτὰς κτώμεθα ὡς χωρίον ἢ ἀνδράποδον ἢ οἰκίαν, ἀλλ’ ἡ τῶν ἑκάστου ἀρετῶν γένεσις ἐν τῇ κτήσει αὐτῶν. εἰ δὲ ἡ γένεσις αὐτῶν ἐν τῇ κτήσει, καὶ τὸ εἶναι αὐταῖς ἐν τούτῳ, ἔστι δὲ τὸ τέλος ἡμῖν ἡ κτῆσις αὐτῶν, εἶεν
ἂν καὶ αἱ ἀρεταὶ τέλη ἡμῶν καὶ τούτων χάριν ἡμεῖς. διὸ καὶ ἀμείνους ἡμῶν αἱ ἀρεταί, διότι καὶ τὸ τέλος ἡμῶν ἐν τῇ τῶν ἀρετῶν παρουσίᾳ τε καὶ κτήσει.
Ἠθικὰ προβλήματα [Sp.]. Alexander of Aphrodisias. ed. Ivo Bruns. United States. 2017.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.