IV. Σχόλιον ἐν διαλόγῳ περὶ τοῦ, εἰ πάντα γίνοιτο καθ᾿ εἱμαρμένην,
ἀναιρεῖσθαι τὸ δυνατόν τε καὶ ἐνδεχόμενον.
τρόπον;
ἢ ἔχειν παρὰ τὴν πρὸς αὐτὸ ἀκολουθίαν;
ἀκώλυτον ὄν; καθ᾿ οὓς γὰρ δυνατὸν γενέσθαι τὸ μὴ κεκωλυμένον, τὸ κεκωλυμένον γενέσθαι οὐκ ἂν εἴη δυνατόν· τοῦτο δὲ κεκώλυται γενέσθαι.
κατὰ εἱρμὸν αἰτίων καὶ κατ᾿ αἰτίας προκαταβεβλημένας μηδὲν ἄλλως γίνεσθαι δυνατόν. ἕποιτο δ᾿ ἂν τούτῳ κειμένῳ τὸ καθ᾿ οὓς πάντα γίνεται καθ᾿ εἱμαρμένην μόνα εἶναι ταῦτα δυνατά, ὅσα γίνεται, τῷ πᾶν τὸ μὴ
γινόμενον μὴ γίνεσθαι διὰ τὸ μὴ κεκωλῦσθαι γενέσθαι ὑπὸ τῶν προκαταβεβλημένων τῶν γινομένων αἰτίων.
γίνεται. εἰ γὰρ μόνα μὲν δυνατὰ τὰ γινόμενα, τὰ δὲ γινόμενα πάντα καθ᾿ εἱρμὸν αἰτίων γίνεται, τὰ δ᾿ οὕτως γινόμενα ἐξ ἀνάγκης γίνεται, δῆλον ὡς μόνα ἂν εἴη δυνατὰ τὰ ἐξ ἀνάγκης γινόμενα.
ὃ ἐξ ἀνάγκης γίνεται, ὡς τὸ ἔστιν ἢ ἔσται, τοῦτο μόνον δυνατὸν εἶναι κατ᾿ αὐτούς. |
δυνατὸν μὴ γενέσθαι.
τῷ ἀναγκαίως γινομένῳ ἑπόμενον τὸ ἀναγκαίως μὴ γίνεσθαι, εἴ γε τὸ μὲν δυνατὸν γενέσθαι καὶ μὴ γενέσθαι δυνατόν, ἐπὶ δὲ μόνου τοῦ ἀναγκαίως γινομένου τὸ δυνατὸν ἀληθεύεται. οὗ ὄντος ἀτόπου ἕποιτ’ ἂν τοῖς πάντα
γίνεσθαι καθ᾿ εἱμαρμένην λέγουσιν τὸ δυνατὸν εἶναι μόνον τὸ γινόμενον ἐξ
ἀνάγκης, τοῦ ἐξ ἀνάγκης μὴ τοῦ ὡς βιαίου, ἀλλὰ τούτου λαμβανομένου, οὗ τὸ ἀντικείμενον ἀδύνατον, καίτοι κατὰ μόνους τοὺς πάντα καθ᾿ εἱμαρμένην
γίνεσθαι λέγοντας οὐκ ἄλλο τι τοῦ ἀναγκαίως γινομένου τὸ γινόμενον οὔτε γινόμενον ἐξ ἀνάγκης, οὐδ᾿ ἔστιν τὸ μὲν ἐξ ἀνάγκης γινόμενον ὥς φασιν τὸ γινόμενον βίᾳ, τὸ δ᾿ ἀναγκαίως τὸ κατὰ τὴν τῶν αἰτίων ἀκολουθίαν.
γνώριμον δὲ τοῦτο ἐκ τοῦ μηδὲ γίνεσθαί τι δύνασθαι βίᾳ καθ᾿
οὓς καθ᾿ εἱμαρμένην πάντα γίνεται. εἰ γὰρ τὰ καθ’ εἱμαρμένην γινό|μενα
καθ᾿ εἱρμὸν αἰτίων γίνεται καὶ κατὰ τάξιν θείαν τινά, οὐδὲν δὲ τῶν κατὰ τάξιν γινομένων τοιαύτην βίᾳ γίνεται, οὐδὲν ἂν τῶν καθ᾿ εἱμαρμένην γινομένων βίᾳ γίνοιτο. καὶ γὰρ εἴ τινες μὴ δοκοῦσιν τοῖς περὶ αὐτοὺς γινομένοις
εὐαρεστεῖν, καὶ τοῦτο παρὰ τῆς εἱμαρμένης καὶ τῆς θείας τάξεως ἔχοιεν ἄν. τί γὰρ ἄλλο λέγειν σἷόν τε τοῖς πάντα λέγουσιν τὰ γινόμενα γίνεσθαι κατά τινας ἀπαραβάτους αἰτίας καὶ τοῦτο ὀνομάζουσιν εἱμαρμένην;
τὸ γὰρ λέγειν τὴν εἱμαρμένην ποιεῖν τινα τοιαῦτα, ἃ χωρὶς βίας οὐ πείσεται τοῖς αἰτίοις’’, παντάπασιν ἀλλότριον ἂν εἶναι δόξαι θείας τάξεως·
πάντων δὲ καθ᾿ εἱμαρμένην γινομένων ἀναιρεῖται τὸ βίᾳ τι γίνεσθαι· εἴη γὰρ ἂν καὶ τοῦτο καθ᾿ εἱμαρμένην τάξιν ὡς προείρηται. κατὰ γὰρ τοὺς
οὕτω λέγοντας πάντα γίνεσθαι καὶ αὐτὸ τὸ μὴ βούλεσθαι ἕπεσθαι τῷ ποιοῦντι ἔσται καθ᾿ εἱμαρμένην, ὅπως οὐ παντάπασιν ἄλογον λέγειν κατηναγκάσθαι τινὰς ὑπό τινων προκαταβεβλημένων αἰτίων ἀντιπράσσειν τοῖς
ἀναγκαίως ἐσομένοις;
καλῶς γινομένοις καὶ εὐτάκτως τοῖς κατὰ πρόνοιαν; |
γενέσθαι οὐ γίνεται, ταῦτα οὐδὲ δυνατὰ γενέσθαι, εἴ γε δυνατὸν ὃ οἷόν τε γενέσθαι ἀκώλυτον ὄν.
γενέσθαι, εἴ γε περὶ ὧν προλέγων τις ὡς ἐσομένων ἀληθεύει, ταῦτ’ ἀναγκαῖον
γενέσθαι.
γίνεται;
οἷόν τε μὴ γενέσθαι καὶ περὶ πάντων τῶν γινομένων οἷόν τε προλέγοντας ὅτι ἔσται ἀληθεύειν.
γινομένων δυνατὸν εἴη. πᾶν γὰρ οἷόν τε καθ᾿ οὓς πάντα τὰ γινόμενα καθ᾿ 4 εἱμαρμένην γίνεται, οὐδὲν τῶν γινομένων ὡς δυνατὸν καὶ μὴ γενέσθαι γίνεται. ἐδείχθη δ᾿ ὅτι μηδὲ τῶν παρὰ τὴν εἱμαρμένην δυνατόν τι ἔστιν.
οὐδὲν δυνατόν ἐστιν, εἴ γε πᾶν μὲν ἢ καθ᾿ εἱμαρμένην ἢ παρὰ τὴν εἱμαρμένην, οὐδέτερον δὲ δυνατὸν αὐτῶν.
δυνατὸν καὶ μὴ γενέσθαι, τὸ ἀναγκαίως γινόμενον εἴη ἂν δυνατὸν μὴ γενέσθαι. εἰ δὲ τὸ παρὰ τὴν εἱμαρμένην δυνατόν τις λέγοι, συμβήσεται πάλιν τούτῳ τὸ ἀδύνατον γενέσθαι δυνατὸν γενέσθαι λέγειν. περὶ οὗ γὰρ
ὁ προλέγων ὅτι μὴ ἔσται ἀληθεύει, πῶς σἷόν τε τοῦτο λέγειν ἐνδέχεσθαι γενέσθαι; δῆλον γὰρ ὅτι, εἰ καὶ δυνατὸν ἄλλως | ἦν τῇ ἑαυτοῦ φύσει, ἀλλὰ
τῷ κεκωλῦσθαι αὐτὸ ἀληθὲς ἦν προλεγόμενον ἐπ᾿ αὐτοῦ τὸ μὴ ἔσεσθαι.
ἐστιν, ὑποτεθέντι εἶναι ἀδύνατον ⟨συμβήσεται⟩ τὸ ἅμα τὸ αὐτὸ εἶναί τε καὶ μὴ εἶναι, οὐδὲν ἂν τῶν ἐφ᾿ ὧν τῆς ἀντιφάσεως εἰς τὸ μέλλον θάτερον μέρος ἀφωρισμένως ἀληθές ἐστιν, εἴη ἐνδεχόμενως. ἐπὶ πάντων δέ φασι θάτερον μέρος τῆς ἀντιφάσεως ἀφωρισμένως ἀληθὲς εἶναι.
οὐκ ἔσται, ἔσται ὅτι μὴ οἷόν τέ τι τούτων γενέσθαι. εἰ γάρ τις ἐφ᾿ οὗ ψεῦδος ἓν τῶν λεγομένων ⟨ἢ τὸ γενέσθαι ἢ⟩ τὸ μὴ γενέσθαι, λέγοι τὸ ἕτερον τούτων ἐνδεχόμενον, ἢ τὸ γενέσθαι ἢ τὸ μὴ γενέσθαι, ἕποιτο ἂν
τούτῳ ἀμφότερα λέγειν ἐνδεχόμενα. τό τε γὰρ ἐνδεχόμενον γενέσθαι ἀληθὲς
τῷ ἐνδέχεσθαι καὶ μὴ γενέσθαι, καὶ ὃ ἐνδέχεται μὴ γενέσθαι, τοιοῦτον τῷ ἐνδέχεσθαι γενέσθαι. οὕτω δὲ ἔσται ἐφ᾿ οὗ τὸ γενέσθαι ἐνδεχόμενον, 5 ἐπὶ τούτου καὶ | τὸ μὴ γενέσθαι τοιοῦτον, καὶ ἐφ᾿ οὗ τὸ μὴ γενέσθαι,
ἐπὶ τούτου καὶ τὸ γενέσθαι ἐνδεχόμενον. ὁμοίως δὲ τοῦ αὐτοῦ ἐνδεχομένου γενέσθαι τε καὶ μὴ γενέσθαι, πῶς οὐκ ἄτοπον ἐπὶ τούτων τὸ ἕτερον μόριον
τῆς προλεγομένης ἀντιφάσεως ἀφωρισμένως ἀληθὲς εἶναι τε λέγειν, θάτερον
δὲ ψεῦδος, ὁμοίως τοῦ προκειμένου ἄμφω δυναμένου; ἀκολουθεῖ γὰρ τοῖς τὰ γινόμενα τοῦτον τὸν τρόπον γίνεσθαι λέγουσιν τὸ ὁμοίως ἀληθῆ τήν τε κατάφασιν καὶ τὴν ἀπόφασιν ἐπὶ τῶν οὕτω γινομένων γίνεσθαι λέγειν
ἢ ὁμοίως αὐτῶν ἑκατέραν ψευδῆ.
Quaestiones. Alexander of Aphrodisias. ed. Ivo Bruns. United States. 2017.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.