Φυσικῇ ἀκροάσει Ἀριστοτέλης, ἔστι δὲ ταῦτα ἡ τε ὕλη καὶ τὸ εἶδος καὶ
τὸ ποιητικὸν καὶ τὸ οὗ ἕνεκα, τὸ κυκλοφορητικὸν σῶμα ἤτοι οὐκ ἔσται φυσικὸν σῶμα, ἢ ἔσται ὕλη καὶ τὸ ὑποκείμενον ἐν ἐκείνῳ, ἢ οὐκ ἔσται πάσας τὰς ἀρχὰς τῶν φυσικῶν λέγων. τί γὰρ τὸ ὑποκείμενον ἐκείνῳ;
ἀλλὰ μὴν φυσικὸν σῶμα κἀκεῖνο. πᾶν γὰρ σῶμα ἢ φυσικὸν ἢ μαθηματικόν, οὐκ ἔστι δὲ μαθηματικὸν ἐκεῖνο, ἐπεὶ πᾶν τὸ ἐν κινήσει τῇ ἐξ αὐτοῦ
σῶμα φυσικόν, ἐν κινήσει δὲ ἐκεῖνο, εἴ γε καὶ ἀεικίνητον καὶ τὴν | αἰτίαν
τῆς κινήσεως ἔχον ἐν ἑαυτῷ. ἢ εἰ ἡ φύσις κατ᾿ αὐτὸν ἀρχὴ κινήσεως
καὶ στάσεως, ἐν οἷς ἐστι πρώτως καὶ οὐ κατὰ συμβεβηκός, οὐκ ἔχει δὲ ἐκεῖνο ἀρχὴν στάσεως ἐν ἑαυτῷ, οὐδ᾿ ἂν φύσιν ἔχοι. εἰ δὲ μὴ φύσιν
ἔχοι, οὐδ᾿ ἂν φυσικὸν σῶμα εἴη. ἀλλ᾿ εἰ μὴ φυσικόν, ποῖόν τι; οὐ γὰρ
δὴ μαθηματικόν, ἐπεὶ ἔμψυχόν ἐστι, πᾶν δὲ σῶμα ἔμψυχον φυσικόν. οὐ φυσικὸν δ᾿ ὃν σῶμα οὐκ ἔχει τὸ ὑποκείμενον ὕλην, εἴ γε ἡ ὕλη τὸ παρὰ
μέρος τῶν ἐναντίων δεκτικόν. ἢ εἰ μὲν τὴν ὕλην ἔλεγεν εἶναι μόνον τὸ ἔσχατον ὑποκείμενον τῶν ἐναντίων παρὰ μέρος δεκτικόν, οὐκ ἂν ἦν ἐν τῇ 1 ὕλῃ περιειλημμένον τὸ ὑποκείμενον τῷ πέμπτῳ σώματι, εἰ δ᾿ ὁρίζεται τὴν ὕλην καὶ οὕτως, ἔσχατον ὑποκείμενον ἀρρύθμιστον καθ᾿ αὑτό, εἴη ἂν ἐν
τῇ οὕτως ὕλῃ λεγομένῃ περιειλημμένον καὶ τὸ ἐν τῷ θείῳ σώματι ὑποκείμενον. κοινότερος γὰρ οὗτος ὁ λόγος τῆς κατὰ τὸ ὑποκείμενον ἀρχῆς
καὶ περιέχων ἐν ἑαυτῷ ἀμφότερα τὰ ὑποκείμενα. οὐκ εἰ ἕτεραι δὲ ἀλλήλων
αἱ ὗλαι, ἣ τε ἐν τῷ θείῳ σώματι ὑποκειμένη καὶ ἡ ἐν τοῖς ἐν γενέσει καὶ φθορᾷ, ἤδη καὶ σύνθετοι. εἰ μὲν γὰρ ἦν τι αὐταῖς ἕν τι ὑποκείμενον, ἔδει αὐταῖς διαφορῶν, καθ᾿ ἃς εἰδοποιηθεῖσαι ἔχουσαι ταὐτὸν ὑποκείμενον
ἀλλήλων διαφέρουσι· εἰ δέ εἰσιν ἕτεραι, πάντῃ οὐκ ἀνάγκη αὐτὰς κατά
τινας εἰδοποιοὺς διαφορὰς ἀλλήλων διαφέρειν· οὐδὲ γὰρ τὸ εἶδος καὶ ἡ
ὕλη, ἐπεὶ ἕτερα ἀλλήλων, διὰ τοῦτο καὶ σύνθετα.
Quaestiones. Alexander of Aphrodisias. ed. Ivo Bruns. United States. 2017.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.