Ὅτι οὐκ αὐτάρκης ἡ ἀρετὴ πρὸς εὐδαιμονίαν.
ἀρετὴν ἔχων καταλείποι ἄν ποτε τὸν βίον τὸν μετὰ ἀρετῆς ἑκών διὰ τὴν
ἐξαγωγὴν τὴν εὔλογον.
ἑκάτερον αὐτῶν.
αὐτό, καὶ ἔστιν ἡ εὐδαιμονία γινομένη κατ᾿ αὐτοὺς ὑπὸ τῆς ἀρετῆς, ἄλλο ἡ ἀρετὴ τῆς εὐδαιμονίας.
ἡ εὐδαιμονία ἐν βίῳ καὶ ἐνέργεια, ἡ δὲ ἀρετὴ ἕξις, οὐ ταὐτὸν εὐδαιμονία καὶ ἀρετή.
τὴν ἐκλογὴν τῶν κατὰ φύσιν, ὡς τοῖς ἀπὸ τῆς Στοᾶς δοκεῖ, ἢ τῶν ὁπωσοῦν ἄλλως οἰκείων, ἃ δεῖ ταῖς ἐνεργείαις αὐτῆς ὡς ὕλην ὑποκεῖσθαι πάντα ὡς τῇ χαλκευτικῇ χαλκόν, σίδηρον, πῦρ, ἄνθρακας.
οὐκ ἔστιν αὐτὴ ποιητική, οὐκ ἔστιν αὐτάρκης ἡ ἀρετὴ πρὸς τὰς οἰκείας ἐνεργείας, ἐπεὶ δεῖται καὶ τῶν περὶ ἃ ἡ ἐνέργεια ἔξωθεν ὄντων αὐτῆς.
ὡς καὶ τῆς οἰκείας ὕλης οἱ τεχνῖται.
πράξεις αὐτοῖς τούτων μὴ ἐπισπωμένων καὶ κινούντων ταῖς ἐν αὐτοῖς διαφοραῖς τὰς ἀρετάς.
ἐνέργειαν τῇ ἀρετῇ συντελοῦντα ἄλλα γε ὄντα αὐτῆς.
τῆς ἀρετῆς καὶ περὶ τὴν ἀποικονομίαν καὶ ἔκκλισιν τῶν τούτοις ἐναντίων, δεῖ δηλονότι παρεῖναι, ἃ ἐκλέξεται.
ἐξάγει ποτέ. οὐδὲ γὰρ διὰ τὸ ἀδυνατεῖν ἐκλέγεσθαι ταῦτα ἡ ἐξαγωγή.
αὐτῇ μὲν ἡ τούτων παρουσία, ἡ δὲ ἐνέργεια αὐτῆς περὶ τὴν τούτων ἐκλογήν, οὐκ αὐτάρκης ἡ ἀρετὴ πρὸς τὴν οἰκείαν ἐνέργειαν.
μηδὲν ἔξωθεν αὐτὸν ἐνοχλοῖ, τῆς δὲ ἐν ἀβουλήτοις καὶ ἐναντίοις τῶν προειρημένων, 3 ὥσπερ ταῖς ἄλλαις τέχναις τὸ τέλος ἐν ταῖς περὶ τὰ βουλητὰ καὶ ἐν προηγουμέναις ἐνεργείαις, οὕτως καὶ ἐπὶ τῆς ἀρετῆς, εἴ γε καὶ αὕτη τέχνη.
αὐτὴ αὐτάρκης εἴη πρὸς τὴν κατ᾿ αὐτὴν ἐνέργειαν.
μὴ αἰσθανομένῳ ὑπάρξαι καὶ αἰσθανομένῳ ὑγιῶς, δεῖ μὲν αἰσθήσεως ὑγιαινούσης πρὸς τὴν καὶ περὶ ταῦτα ἐνέργειαν αὐτῇ, οὐκ ἔστιν δὲ ταύτης κυρία,
οὐδ᾿ ἂν τῆς ἐνεργείας εἴη κυρία.
μήτε πρὸς τὴν ὑπόστασιν τῶν περὶ ἃ ἡ ἐνέργεια, μήτε πρὸς φαντασίαν καὶ
αἴσθησιν ἡ ἀρετὴ αὐτάρκης, ὧν χωρὶς οὐκ ἐνεργεῖ, οὐδ᾿ ἂν πρὸς τὴν ἐνέργειαν αὐτάρκης εἴη τὴν ἑαυτῆς.
δεόμενον διὰ τοῦτο καὶ τῆς ἐκ τῶν φίλων βοηθείας φρονίμως ἐνεργεῖν
τότε μὴ βουλομένους θέσιν φυλάττειν;
οἷόν τε εὐδαιμονεῖν παρόντων τούτων, ἃ ἦν διωθεῖσθαι τῆς ἀρετῆς ἔργον.
ὧν οὐκ ἄνευ λόγον ἔχοιεν ἄν·
πρὸς τὰς ἰδίας ἐνεργείας (ἡ γὰρ φαντασία κρηπὶς τῶν κατ᾿ ἀρετὴν πράξεων), οὐκ ἔχουσιν τὸν ὧν οὐκ ἄνευ λόγον πρὸς τὰς κατ᾿ αὐτὴν ἐνεργείας, ὡς ἔχει ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ ὁ τόπος καὶ ὁ χρόνος.
καὶ ταύταις ἀκόλουθα πράξομεν (καὶ πῶς σπουδαίου τοῦτο;
5 μνημονεύειν τινῶν·
εἶναι καὶ σώματος, ὧν ἑκατέρου ἐστὶ καὶ ἀγαθὰ οἰκεῖα καὶ κακὰ διαφέροντα ἀλλήλων, ὥσπερ οὖν καὶ αὐτὰ ἀλλήλων ἕτερα, πῶς οὐκ ἀκολουθεῖ
τὸ τὸ τέλος τοῦ ἐξ ἀμφοῖν ὄντος καὶ τὸ ἀγαθὸν προσδεῖσθαι τοῦ ἑκατέρου τούτων, ἐξ ὧν ἐστιν, ἀγαθοῦ;
σώματος δὲ ἀγαθὰ ὑγίεια, ἣ γίνεται περὶ τὴν τῶν πρώτων σωμάτων, ἐν οἷς τῷδε τὸ εἶναι, εὐκρασίαν, ἰσχύς, ἥ ἐστιν ἐν τῇ εὐτονίᾳ τῶν δευτέρων καὶ ἐξ ἐκείνων συγκειμένων σωμάτων, κάλλος, ὅ ἐστιν ἐν τῇ εὐσχημοσύνῃ καὶ συμμετρίᾳ τῶν τρίτων ἤδη καὶ ἀνομοιομερῶν σωμάτων, ἃ καὶ μέρη τοῦ σώματος λέγομεν προσεχῆ.
ἀρετῶν καθ᾿ ἑκάστην δύναμιν χρεία πρὸς τὸ τοῦ ἀνθρώπου τέλος, οὕτως δὲ καὶ ἐπὶ τοῦ σώματος.
γονεῖς τε καὶ φίλους, οἰκείους, πολίτας (κοινωνικὸν γὰρ καὶ πολιτικὸν ζῷον), δῆλον ὡς καὶ ταῦτα εὖ ἔχοντα καὶ σωζόμενα συντελοῖ τι ἂν αὐτῷ
πρὸς τὸ οἰκεῖον ἀγαθὸν καὶ τέλος καὶ ὅσων αὐτῷ χρεία πρὸς τὸ σώζειν δύνασθαι αὐτόν τε καὶ ἕκαστον τῶν πρὸς ἃ οἰκείωται ἐκ φύσεως.
αἱρετῶν τῷ ἀνθρώπῳ (ταῦτα δέ ἐστιν πρὸς ἃ ἐκ φύσεως οἰκείωται), ἢ φυλακτικὰ αὐτῶν, ἢ τῶν ἐναντίων αὐτοῖς ἀλεξητικά.
τὸ γὰρ οἰκειῶσθαι μὲν λέγειν ἡμᾶς πρὸς πλείω, μηδὲν μέντοι διαφέρειν
ἡμῖν ὁπωσοῦν ἐχόντων αὐτῶν, μαχόμενα λέγειν ἐστίν.
(ἀλλὰ καὶ τὸ ζῆν κατὰ φύσιν καὶ τὸν κατὰ φύσιν βίον εὐδαιμονίαν
λέγουσιν, πρὸς δὲ τούτοις τὸ εὖ ζῆν καὶ τὸ εὖ βιοῦν καὶ τὴν εὐζωΐαν εὐδαιμονίαν φασὶν εἶναι), εἰ τοιοῦτον μὲν ἡ εὐδαιμονία προείληπται, πρὸς μηδὲν δὲ τούτων αὐτάρκης ἡ ἀρετή, οὐδ’ ἂν πρὸς εὐδαιμονίαν αὐτάρκης 6 εἴη.
σοφῷ καὶ ἀξίαν ἔχοντα καὶ οἰκεῖά τινα καὶ ἐπισπαστικά, ἀλλὰ καὶ δίχα κειμένων ἀρετῆς τε σὺν τούτοις καὶ ἀρετῆς μόνης, μηδέποτ᾿ ἂν τὸν σοφὸν τὴν κεχωρισμένην ἑλέσθαι, εἰ εἴη αὐτῷ δυνατὸν τὴν μετὰ τῶν ἄλλων λαβεῖν.
πῶς οὖν ἔτι τὸ ἔσχατον ὀρεκτὸν ἡ ἀρετὴ εἴη ἄν, καὶ οὗ τυχόντες οὐδενὸς ἂν ἄλλου ἔτι ὀρεγοίμεθα, καὶ αὐτάρκης εἴη πρὸς τὸ ζῆν;
ταῦτα, οὐδὲ πρὸς εὐδαιμονίαν.
πρὸς τὰς ἑκατέρου τούτων τελειότητάς τε καὶ οἵας δεῖ κατασκευὰς ᾠκείωσεν ἡμᾶς, ὥστε ὁ τῆς τοῦ ἑτέρου τούτων τελειότητος κατὰ φύσιν στερόμενος οὐδ᾿ ἂν κατὰ φύσιν βιοῖ (τὸ γὰρ κατὰ φύσιν τὸ κατὰ τὸ βούλημα τῆς φύσεως ἀκούεται)·
ὄργανον ὂν ὑπὸ τῆς φύσεως δέδοται πρὸς τὰς κατὰ φύσιν πράξεις, ἐν παντὶ
δὲ ὀργάνου δεομένῳ, οὗ χάριν τὸ ὄργανόν ἐστιν, εἰς τοῦτο συντείνει καὶ ἡ τοῦ ὀργάνου ἀρετή, εἴη ἂν καὶ ἡ τοῦ σώματος ἀρετὴ συντείνουσα πρὸς τὰς κατὰ φύσιν πράξεις καὶ τὸν κατὰ φύσιν βίον.
γινομένων μάτην τι ποιεῖ, ἀλλ᾿ ἕκαστον τῶν ὑπὸ τέχνης γινομένων
συντείνει πρὸς τὸ οἰκεῖον αὐτῆς τέλος, τέχνη δέ τις θεία καὶ ἡ φύσις, ὥστε καὶ τὰ ἀπ᾿ αὐτῆς γινόμενα συντείνοι ἂν πρὸς τὸ οἰκεῖον τοῦ ἐν ᾧ γίνεται τέλος, οἰκειώσει δὲ ἡμᾶς πρὸς τοῦτο τά τε σωματικὰ καὶ ἐκτὸς ἀγαθά, συνεργὰ ἄρα καὶ ταῦτα πρὸς τὸ κατὰ φύσιν ἡμῶν τέλος, καὶ οὐ μάτην ἡ
οἰκείωσις ἡ πρὸς ταῦτα), οὐκ ἄρα αὐτάρκης ἡ ἀρετὴ πρὸς τὸ κατὰ φύσιν τοῦ ἀνθρώπου τέλος, εἴ γε μήτε πρὸς τὴν κτῆσιν μήτε πρὸς τὴν τήρησιν τούτων πρὸς ἃ ἐκ φύσεως οἰκειώμεθά ἐστιν αὐτάρκης.
ἀντικειμένων ἀποικονομίας, ἆρα ἐκλέγεσθαι μὲν δεῖ τὰ σωματικὰ καὶ ἐκτὸς ἀγαθά, οὐχὶ δὲ καὶ ἐπιμελεῖσθαι αὐτῶν;
οὔθ᾿ ἡ ἀρετὴ προσέταττεν, οὔθ᾿ ὁ σοφὸς ἐξελέγετο, εἴπερ οὐδὲν διέφερεν ἔχειν αὐτὰ ἢ μή.
τὴν ἀναφοράν.
ἡ ἐκλογή.
τοῦτο ἡ ἀρετὴ αὐτάρκης.
οἷς χρήσονται, ἀλλ ἐν τῇ χρήσει τούτων τῇ κατὰ τὴν τέχνην.
ἀρετῇ δὴ τὸ ἔσχατον καὶ τὸ τέλος οὔσῃ τέχνη καὶ αὐτῇ οὐκ ἐν ἐκλογῇ καὶ περιποιήσει τινῶν, ἀλλ᾿ ἐν χρήσει τῶν περιποιηθέντων.
κατὰ φύσιν, ὧν ἡ ἀρετὴ ἐκλεκτική, οὐκ ἂν ἡ ἀρετὴ εἴη αὐτάρκης πρὸς εὐζωΐαν τε καὶ εὐδαιμονίαν.
τὸ ἐν ταῖς πράξεσιν ἀγαθὸν τοῦ ἀνθρώπου καὶ τὸ τέλος, ὥσπερ καὶ ἐπὶ τῶν τεχνῶν.
τοῦτο, οὐκ αὐτάρκης ἡ ἀρετὴ πρὸς εὐδαιμονίαν.
μένης ὑπ᾿ αὐτῆς, καὶ ὅσα τῆς κυβερνητικῆς, καὶ τῆς εὐπλοίας, ἣν αὐτὴ ποιεῖ, καὶ ὅσα τῆς ἀρετῆς ἕνεκεν, καὶ τῆς εὐδαιμονίας ἔσται, εἰ ταύτης ἔργον ἡ εὐδαιμονία, τὰ δὲ σωματικὰ καὶ τὰ ἐκτὸς καὶ αὐτοί φασιν τῆς ἀρετῆς ἕνεκα εἶναι, ὅπως ἐκλέγηται αὐτὰ καὶ περιποιῆται, ὥστε καὶ πρὸς τὸ τέλος ταῦτα χρήσιμα.
ἀρετή.
9 τῆς εὐδαιμονίας.
οὐχ ὅτι ψυχὴν ἔχων, ἀλλ᾿ ὅτι ὡς ἡ ψυχὴ βούλεται, οὕτως καὶ ὁ κατὰ ἀρετὴν πράττων πράττοι ἂν κατὰ ἀρετὴν οὐχ ὅτι ἔχει ἀρετήν, ἀλλ᾿ ὅτι ὡς ἡ ἀρετὴ βούλεται, καὶ ἐν οἷς καὶ δι᾿ ὧν.
τῷ κατὰ ἀρετὴν πράττειν.
ἐκλεκτῶν τε αὐτῇ καὶ οἰκείων καὶ αὐτῆς ἕνεκα κατεσκευασμένων.
οὕτως καί, εἰ τῷ εὐδαιμονοῦντι ἐν τῷ εὖ ζῆν ἐστιν τὸ εὐδαιμονεῖν, οὐκ ἂν εἴη αὐτῷ ἀδιάφορον τὸ ζῆν πρὸς τὸ εὖ ζῆν, ἀλλὰ συντελοῦν πρὸς τὸ εὖ ζῆν.
τὰ ἐκτός, καὶ παρόντα τε φυλάττοι καὶ μὴ παρόντα ἐκλέγοιτό τε καὶ κτῷτο, καὶ ὑπὲρ αὐτῶν εὔχοιτο τοῖς θεοῖς, δῆλον ὡς ἐλαττούμενος πρὸς τὸ προκείμενον
αὐτῶν, εἰ μὴ παρείη ταῦτα, βούλοιτ᾿ ἂν αὐτά. εἰ δὲ ἐλαττοῦται, τῶν ἐναντίων τούτοις παρόντων αὐτῷ, πῶς εὐδαίμων;
ὅτε μαίνεται, ἢ τὸν νοσοῦντα ἢ τὸν κοιμώμενον οὐδεὶς ἂν εἴποι, οὐκ ἂν εἴη τὸ εὐδαιμονεῖν ἐν τῷ τὴν ἀρετὴν ἔχειν.
τινῶν ἔξωθεν πρὸς τὸ ἐνεργεῖν, ἐν ᾧ τὸ εὐδαιμονεῖν;
κατὰ φύσιν ὀρεκτά, οὐδενὸς δὲ μάτην ὁ σοφὸς ὀρέγεται, ἔχοι ἂν ταῦτα, ὧν ὀρέγεται, πρὸς τὸ τέλος τὸ οἰκεῖον αὐτοῦ τὴν ἀναφορὰν καὶ συντελοῖ ἄν τι αὐτῷ πρὸς εὐδαιμονίαν.
εὐδαιμονία.
οὐκ ἔστιν εὔπλοια, οὕτως οὐδὲ ἡ ἀρετή, οὖσα εὐδαιμονίας ποιητική, εἴη
ἂν εὐδαιμονία.
τε σωματικὰ καὶ τὰ ἐκτός, εἴ γε καὶ ὅλως ἡ ἀρετὴ τῆς τούτων χάριν ἐκλογῆς
παρῆλθεν.
εἶτα ἐκείνων μὲν οὐδείς, καθό ἐστιν τεχνίτης τῆσδέ τινος τῆς τέχνης, ἐκλέγεται αὐτά, ἀλλὰ κατὰ συμβεβηκός.
δὲ ὑγίεια, εἰ ἦν κἀκείνοις ὄργανον, τῇ δὲ ἀρετῇ προηγουμένως τούτων ἐκλογή.
ὥστε εἴη ἂν καὶ ὄργανα αὐτῆς καὶ συνεργὰ πρὸς τὸ ὑπ᾿ αὐτῆς γινόμενον τέλος.
ἀρετὴν τῆς ψυχῆς πρὸς τὸ εὖ ζῆν.
μέντοι καὶ ἄλλων τινῶν εἰς τοῦτο συνεργῶν τε καὶ ὀργάνων.
ἀλλ᾿ ὅμως δεόμεθα πρὸς τὰ κατὰ τὰς τέχνας τέλη καὶ ἄλλων τινῶν, ἅ ἐστιν ἕτερα παρὰ τὰς τέχνας.
ἔτι εἰ μὲν οὕτως λέγοιτο ἡ ἀρετὴ αὐτάρκης πρὸς εὐδαιμονίαν, ὡς καὶ τῶν τεχνῶν ἑκάστη πρὸς τὸ οἰκεῖον ἔργον, ὅτι οὐκ ἄλλης τινὸς τέχνης προσδέονται πρὸς τὸ τὸ κατ᾿ αὐτὰς ποιεῖν ὑγιές (οὐδὲ γὰρ ἡ ἀρετὴ ἄλλης τινὸς δυνάμεως καὶ τέχνης προσδεῖται πρὸς τὸ σὺν ἐκείνῃ τὴν εὐδαιμονίαν
ποιεῖν·
τὴν αὐλητικὴν παντὶ τῷ δοθέντι μέλει ὀρθῶς δύνασθαι χρῆσθαι, οὕτως καὶ τὴν ἀρετὴν παντὶ πράγματι, ὑγιὲς μέν ἐστιν, προσδιασταλτέον δέ, ὡς
οὔτε ἡ αὐλητικὴ ἄνευ τῶν οἰκείων ὀργάνων δυνατὴ ποιῆσαι τοῦτο, οὐθ᾿ ἡ ἀρετή, ἀλλὰ μόνης μὲν αὐτῆς τὸ ἔργον ἐστὶ τοῦτο, οὐ μὴν χωρίς γε τῶν εἰς αὐτὸ συνεργῶν.
ἤδη καὶ ἡ παντὸς χρῆσις εὐδαιμονική, ἀλλ᾿ ἡ τῶν βουλητῶν τοιάδε χρῆσις.
πρὸς τί ποτε ταύτας ἔχει τὰς ὀνομασίας, εἰ μηδὲν συνεργεῖ πρὸς εὐδαιμο
νίαν;
μέν, οἰκεῖον δὲ καὶ αὐτὸ καὶ προηγμένον, ἢ ἀλλότριον καὶ ἀποπροηγμένον ἢ ἀρρεπὲς ὅλως.
κατὰ φύσιν βίος, εἴ γε ἀγαθὸν καὶ πρὸς εὐδαιμονίαν ἔσται συντελῶν, εἴ γε ἡ εὐδαιμονία συμπλήρωσις ἀγαθῶν, ὥστε οὐκ αὐτάρκης πρὸς εὐδαιμονίαν
ἡ ἀρετή.
τε καὶ ἀξίαν ἔχων ἐστὶν ὁμοίως ἐκείνοις, καὶ διὰ τοῦτον τοιαῦτα ἦν καὶ τὰ ποιητικὰ αὐτοῦ, εἰς τί προῆκται καὶ ἀξίαν ἔχει, πευσόμεθα παῤ αὐτῶν, ὥσπερ καὶ περὶ τῶν τούτου ποιητικῶν, ἐπεὶ πᾶν τὸ προηγμένον πρός τι προῆκται.
οὐκ αὐτάρκης ἡ ἀρετὴ πρὸς αὐτόν, εἰ δὲ πρὸς ἄλλο τι φήσουσιν, ὁ αὐτὸς 13 καὶ περὶ ἐκείνου, καὶ τοῦτ᾿ εἰς ἄπειρον.
ἄτοπον τὸ λέγειν τὸν Δία ἐθέλειν ἀποθανεῖν, οὕτως ἄτοπον καὶ τὸν ἐπίσης
τούτῳ μακαρίως ζῶντα ἑαυτὸν ἐξάγειν εὐλόγως τοῦδε τοῦ βίου, τῶν μὲν σωματικῶν καὶ ἐκτὸς ἀδιαφόρων ὄντων καὶ μήτε ποιούντων τὴν εὐδαιμονίαν μήτε ἀναιρούντων, τῆς δὲ ἀρετῆς, ἣ μόνη καὶ κατασκευάζει τὸν μακάριον βίον καὶ φυλάττει βέβαιον παροῦσα, μηδέποτ᾿ ἂν ἀπολειπούσης τὸν σοφόν.
περὶ αὐτὸν οὔσης τὸν βίον ἀπολιπεῖν καὶ αὐτὴν τὴν ἀρετὴν βούλεσθαι θαυμάσιον καὶ τῷ κατὰ λόγον μαχόμενον.
ἄλλο τι αὐτῶν ἡ ἀναφορά.
γενέσθαι βίον.
ὥστ᾿ οὐδὲ ἀναπόβλητος ἡ εὐδαιμονία ἔσται κατά γε τοῦτο.
De anima libri mantissa. Alexander of Aphrodisias. ed. Ivo Bruns. United States. 2017.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.