Ὅτι μὴ σῶμα τὸ φῶς.
καὶ τρίτον τι πυρὸς εἶδος.
ἔτι τὸ φῶς καὶ ἐν ὕδατί ἐστιν, πῦρ δὲ οὐχ οἷόν τε ἐν ὕδατι,
καὶ φῶς μὲν καὶ ἐν κρυστάλλοις, πῦρ δὲ ἀδύνατον, εἴ γε ἐν ὑπερβολῇ ψυχρότητος ὁ κρύσταλλος.
πῶς καὶ μὴ ἀπὸ πυρὸς φῶς γίνεται;
τούτων ὑπομένει πρός τινα χρόνον καὶ ἀπελθόντων τὸ ἀπορρεῦσαν.
δεῖσθαι χορηγίας, διὰ τί οὐ ταχέως καταναλίσκεται τὰ φωτίζοντα τοσαύτης ἀπ᾿ αὐτῶν γινομένης ἀπορροῆς;
ἢ γὰρ ὁ αὐτὸς ἔσται τοῦ φωτὸς καὶ τῶν διαφανῶν, καὶ ἤτοι ἐκεῖνα οὐ σώματα ἢ σῶμα διὰ σώματος διελεύσεται καὶ δύο σώματα τὸν αὐτὸν καθέξει τόπον, ἤ, εἰ ταῦτα ἄτοπα, οὐκ ἔσται τὸ φῶς σῶμα.
σῶμα λέγειν σκιὰν λέγοντας ἄτοπον, εἰ δ᾿ ἀσώματον, εὔλογον καὶ τὸ φῶς ἀσώματον λέγειν, ἐναντίον ὂν τῷ σκότῳ.
ὑπομένον δέχεται τὸ φῶς ἢ ἀντιπεριΐσταται;
ἔπεισιν τὸ φῶς;
εἰ γὰρ ἀλλοιοῦσθαί τις λέγοι τὸ ὑποκείμενον, οὔτε τὸ φῶς ἔσται 1 σῶμα οὔτε τὸ σκότος.
ἢ ποῦ μεθίστασθαι;
μένουσιν ὄντος σκότους, πρῶτον μὲν ἔσται κενόν τι ἐνεργείᾳ ἐν τῷ κόσμῳ
κατ᾿ αὐτούς, ὅπερ οὐ θέλουσιν, ἔτι καὶ μανότερος ὁ ἀὴρ ἔσται τῆς νυκτός, ἅτε ἔχων ἐν αὐτῷ κενά (δοκεῖ δὲ πυκνότερος γίνεσθαι τότε), ἔτι τὸ φῶς οὐκ ἔσται διακριτικὸν καὶ λεπτυντικὸν τοῦ ἀέρος, ὡς λέγουσιν, ἀλλὰ τοὐναντίον.
ἐχόντων αὐτό, εἴ γε, ἔνθα μέν ἐστι τὸ φῶς, τοῦτο πεφώτισται (τοῦτο δ᾿ εἰσὶν οἱ πόροι), ἔνθα δὲ ὁ ἀὴρ ἢ ἄλλο τι τῶν διαφανῶν σῶμα, μὴ πεφώτισται.
σκότους ὄντος εἰσέλθῃ ἀπό τινος φωτίσαντος, ἀποληφθείσης ἀθρόως τῆς ὀπῆς οὐχ ὑπομένει οὐκ ἔχον ἄλλην ἔξοδον;
τε ἅμα φωτίζεσθαι καὶ τὰ πόρρω καὶ τὰ ἐγγύς, τὰ δυνάμενα ἀπὸ τοῦ αὐτοῦ διαστήματος φωτισθῆναι;
σῶμα ὄν ἐστιν ἐν τοῖς τοῦ ἀέρος πόροις ἢ τοῖς τοῦ ὕδατος, πῶς ἢ τοῦ ὕδατος ῥέοντος ἢ τοῦ ἀνέμου μετακινουμένου οὐ συμμεταφέρεται καὶ συγκινεῖται καὶ αὐτό, ἀλλ᾿ ἀεὶ ἐν τῷ αὐτῷ μένει τῶν ἐν οἷς ἐστιν οὐ μενόντων;
De anima libri mantissa. Alexander of Aphrodisias. ed. Ivo Bruns. United States. 2017.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.