Περὶ νοῦ.
ὑλικὸν δὲ λέγω οὐ τῷ ὑποκείμενόν τινα εἶναι ὥσπερ τὴν ὕλην (ὕλην γὰρ λέγω ὑποκείμενόν τι δυνάμενον εἴδους τινὸς παρουσίᾳ τόδε τι γενέσθαι), ἀλλ᾿ ἐπεὶ τῇ ὕλῃ τὸ εἶναι ὕλῃ ἐν τῷ δύνασθαι πάντα, ἐν ᾧ τὸ δύνασθαι
καὶ αὐτὸ τὸ δυνάμει, καθόσον ἐστὶ τοιοῦτον, ὑλικόν.
τοιαύτη τῆς ψυχῆς ὁ ὑλικὸς νοῦς, οὐδὲν μὲν ἐνεργείᾳ τῶν ὄντων ὤν, δυνάμενος δὲ πάντα γίνεσθαι, εἴ γε πάντων τῶν ὄντων οἷόν τε νόησιν γενέσθαι.
τῶν ἐκτὸς ἀντιλήψεσιν ἔμελλεν ἐμπόδιον γίνεσθαι ταῖς ἐκείνων νοήσεσιν.
οὔτε γὰρ αἱ αἰσθήσεις τούτων ἀντιλαμβάνονται, ἐν οἷς τὸ εἶναι αὐταῖς.
μᾶλλον ἢ ἧττον.
ἔχειν τὰς ἐναντιώσεις.
ὄντων ἐστὶν ἐνεργείᾳ, δυνάμει δὲ πάντα.
νῷ.
τις καὶ αὐτὴ ἤδη ἐνεργείᾳ.
τις ἁπλῶς τῆς τοιᾶσδε ἐντελεχείας τε καὶ ψυχῆς εἰδῶν καὶ νοημάτων δεκτική.
ψυχῆς κεκοινωνηκόσιν, τουτέστιν ἀνθρώποις.
τὴν τέχνην.
τὴν τέχνην ἀναλαβεῖν καὶ γενέσθαι τεχνίταις.
ὁ ὑλικὸς ἐν ἕξει γίνεται, ἀνάλογον ὢν οὗτος ὁ ποιητικός, ὥς φησιν ὁ Ἀριστοτέλης τῷ φωτί.
νοῦν.
αὐτοῖς τὸ εἶναι, ἐνεργείᾳ νοητὰ αὐτὸς αὐτὰ ποιεῖ, καὶ τότε ἕκαστον αὐτῶν.
ταὐτὸν τῷ κατ᾿ ἐνέργειαν ἐπιστητῷ, καὶ ὡς ἡ κατ᾿ ἐνέργειαν αἴσθησις ἡ αὐτὴ τῷ κατ᾿ ἐνέργειαν αἰσθητῷ, καὶ τὸ κατ᾿ ἐνέργειαν αἰσθητὸν τῇ κατ᾿ ἐνέργειαν αἰσθήσει, οὕτως δὲ καὶ ὁ κατ᾿ ἐνέργειαν νοῦς ὁ αὐτός ἐστι τῷ
κατ᾿ ἐνέργειαν νοητῷ καὶ τὸ κατ᾿ ἐνέργειαν νοητὸν τῷ κατ᾿ ἐνέργειαν νῷ.
κατ᾿ ἐνέργειαν ἐκεῖνό τε νοητὸν ποιεῖ καὶ νοῦς αὐτὸς κατ᾿ ἐνέργειαν γίνεται.
αἴτιον γινόμενον τῷ ὑλικῷ νῷ τοῦ κατὰ τὴν πρὸς τὸ τοιοῦτο εἶδος ἀναφορὰν χωρίζειν τε καὶ μιμεῖσθαι καὶ νοεῖν καὶ τῶν ἐνύλων εἰδῶν ἕκαστον καὶ ποιεῖν νοητὸν αὐτό, θύραθέν ἐστι λεγόμενος νοῦς ὁ ποιητικός, οὐκ ὢν μόριον καὶ δύναμις τις τῆς ἡμετέρας ψυχῆς, ἀλλ᾿ ἔξωθεν γινόμενος ἐν ἡμῖν, ὅταν αὐτὸν νοῶμεν, εἴ γε κατὰ μὲν τὴν τοῦ εἴδους λῆψιν τὸ νοεῖν γίνεται,
τὸ δέ ἐστιν εἶδος ἄϋλον αὐτὸ οὐ μεθ᾿ ὕλης ὄν ποτε οὐδὲ χωριζόμενον αὐτῆς ἐπειδὰν νοῆται.
μὴ ἐν τῷ νοεῖσθαι αὐτῷ ὑφ᾿ ἡμῶν τὸ εἶναι νῷ γίνεται, ἀλλ᾿ ἔστιν τῇ αὑτοῦ φύσει τοιοῦτος, ἐνεργείᾳ νοῦς τε ὢν καὶ νοητός.
ἐνέργειαν θύραθεν ὢν τὸ τοιοῦτον εἶδος, εἰκότως ἀθάνατος ὑπ᾿ 4 Ἀριστοτέλους καλεῖται νοῦς.
νοηθῇ, θύραθέν τέ ἐστι καὶ λέγεται.
ἐνεργῶν δύναται·
μὲν γὰρ ὁ αὐτὸς γίνεται τοῖς νοουμένοις, μὴ νοῶν δὲ ἄλλος ἐστὶν αὐτῶν.
οὕτως δὲ καὶ ἡ αἴσθησις αὑτῆς αἰσθάνεσθαι λέγοιτ᾿ ἂν αἰσθανομένη τούτων, ἃ ἐνεργείᾳ αὐτῇ ταὐτὰ γίνεται.
ἂν αὑτὸν νοεῖν ὁ νοῦς οὐχ ἢ νοῦς ἐστιν, ἀλλ’ ᾗ καὶ αὐτὸς νοητός.
εἰ γὰρ ὡς νοῦς καὶ καθὸ νοῦς ἐστιν ἐνοεῖτο ὑφ᾿ αὑτοῦ, οὐδὲν ἂν ἄλλο, ὃ
μὴ νοῦς ἦν, ἐνόει, ὥστε αὑτὸν ἂν ἐνόει μόνον.
οὐδὲν γὰρ ἄλλο ἢ αὑτὸν νοεῖ.
καὶ τῷ ἐνεργείᾳ καὶ φύσει τῇ αὑτοῦ νοητὸς εἶναι ἀεὶ νοούμενος ἔσται, δηλονότι ὑπὸ τοῦ 〈ἀεὶ〉 ἐνεργείᾳ νοοῦντος.
αὐτός.
ἁπλοῦς μόνος, αὑτὸν μόνον νοήσει.
τὰ γὰρ κινήσαντα Ἀριστοτέλη εἰσαγαγεῖν τὸν θύραθεν νοῦν, ταῦτα ἐλέγετο εἶναι·
ἔστι γὰρ πάσχον τὸ αἰσθητήριον, ποιοῦν δὲ τὸ αἰσθητόν, γινόμενον δὲ ἡ
ἀντίληψις ἡ διὰ τοῦ αἰσθητηρίου τοῦ αἰσθητοῦ), τὸν αὐτὸν τρόπον δὴ καὶ ἐπὶ τοῦ νοῦ ὑπελάμβανεν δεῖν εἶναί τινα ποιητικὸν νοῦν, ὅστις τὸν δυνάμει νοῦν καὶ ὑλικὸν εἰς ἐνέργειαν ἄγειν δυνήσεται (ἔστι δὲ ἐνέργεια τὸ αὑτῷ ποιεῖν νοητὰ πάντα τὰ ὄντα).
ἐνεργείᾳ ὄντα αὐτὰ νοητά.
μὴ ὂν αὐτὸ ἐνεργείᾳ.
ὄντα ἐστὶν αἰσθητά, καὶ ὁρίσασθαι καθ᾿ αὑτά.
μὲν τὰ κινήσαντα ἐκεῖνον.
νῷ.
καὶ καθ᾿ αὑτὸ νοητὸν τῇ αὑτοῦ φύσει τοιοῦτον ὄν.
αὑτῷ ποιεῖ, ἅτε ὢν ποιητικός.
αὐτῇ διὰ πάθους, ὁ δὲ νοῦς ποιητικόν.
αἴσθησίν ἐστιν αὐτῷ, ἀλλ᾿ ἐπεὶ ἕκαστον αὐτῶν χαρακτηρίζεται καὶ ὁρίζεται
οὐκ ἀπὸ τοῦ κοινοῦ τοῦ πρὸς ἄλλο τι, ἀλλ᾿ ἀπὸ τοῦ ἰδίου, καὶ τοῦτο ἂν τὸ πρὸς τὴν αἴσθησιν αὐτῷ κοινὸν ὑπὸ ἰδίου χαρακτηρίζοιτο, ὥστε εἰ κοινὸν μέν ἐστιν αὐτῷ πρὸς τὴν αἴσθησιν τὸ τῶν εἰδῶν εἶναι ληπτικῷ, εἰ καὶ μὴ ὁμοίως, ἴδιον δὲ τὸ ποιητικῷ εἶναι τούτων τῶν εἰδῶν ἃ λαμβάνει, ἀπὸ τοῦ ποιεῖν ἂν μᾶλλον ὁρίζοιτο.
νοῦς εἴη.
ποιεῖ τῇ ἀφαιρέσει νοητόν, εἶθ᾿ οὕτως λαμβάνει τούτων τι ὃ νοεῖ τε καὶ ὁρίζεται, ὅτι τόδε τί ἐστι.
ἧς ἂν ἐπιλάβηται ταύτην ἀναλίσκει καὶ αὑτῷ τροφὴν παρέχει (καίτοι καθὸ τρέφεται πάσχει), τὸν αὐτὸν τρόπον καὶ τὸν νοῦν τὸν ἐν ἡμῖν ποιητικὸν ἡγητέον.
ἄλλο νοητόν ἐστιν ἢ ὁ νοῦς ὁ ὢν ἐνεργείᾳ καὶ καθ᾿ αὑτὸν.
νοῆται.
διὰ τοῦ νοηθῆναι νοῦς τέ ἐστι γεγενημένος ἐν τῷ νοοῦντι καὶ θύραθεν νοεῖται καὶ ἀθάνατος καὶ ἐντίθησιν τὴν ἕξιν τῷ ὑλικῷ ὥστε νοεῖν τὰ δυνάμει νοητά. ὡς γὰρ τὸ φῶς, ποιητικὸν ὂν τῆς κατ᾿ ἐνέργειαν ὄψεως, καὶ αὐτὸ ὁρᾶται καὶ τὰ σὺν αὐτῷ, καὶ δι᾿ αὐτοῦ τὸ χρῶμα, οὕτως δὲ καὶ ὁ θύραθεν νοῦς αἴτιος γίνεται τοῦ νοεῖν ἡμῖν, νοούμενος καὶ αὐτός, οὐ ποιῶν
αὐτὸν νοῦν, ἀλλὰ τὸν ὄντα νοῦν τῇ αὑτοῦ φύσει τελειῶν καὶ ἄγων ἐπὶ τὰ οἰκεῖα.
8 τούτου καὶ τούτου ποιήματα, ἃ ποιεῖ οὐ παθὼν καὶ γενόμενος ὑπό τινος ὁ δυνάμει (ἦν γὰρ νοῦς καὶ πρὸ τοῦ ἐνεργεῖν), ἀλλὰ αὐξηθεὶς καὶ τελειούμενος.
ἐνεργεῖν ἐστιν οὐ πάσχειν.
μεταβαίνειν καὶ ἄλλοτε ἐν ἄλλῳ γίνεσθαι, κατ᾿ ἰδίαν ἐπίνοιαν ἔλεγε τοιαῦτα περὶ τοῦ νοῦ ἐν παντὶ εἶναι τῷ θνητῷ λεγομένου σώματι.
ἔφασκεν τὸν νοῦν καὶ ἐν τῇ ὕλῃ ὡς οὐσίαν ἐν οὐσίᾳ καὶ ἐνεργείᾳ εἶναι ἀεὶ ἐνεργοῦντα τὰς αὑτοῦ ἐνεργείας.
νοῦς λέγεται ἐπιτήδειός τις δύναμις ἐπὶ τῇ τοιᾷδε κράσει τῶν σωμάτων γινομένη πρὸς τὸ δέξασθαι τὸν ἐνεργείᾳ νοῦν.
νοῦν ὁ Ἀριστοτέλης καλεῖ, καὶ τῆς ἐκείνου ἐνεργείας.
ὡς καὶ ἐν ἄλλῳ τινὶ σώματι τῶν τυχόντων.
ὥσπερ εἴ τις τεχνίτην ἐννοήσαι τοτὲ μὲν ἄνευ ὀργάνων ἐνεργοῦντα κατὰ τὴν τέχνην, τοτὲ δὲ καὶ μετ᾿ ὀργάνων, ὅτε καὶ ἡ κατὰ τὴν τέχνην ἐνέργεια αὐτῷ περὶ τὴν ὕλην γίνεται.
ὑλικὴν γὰρ ἤδη τινὰ τότε ἐνέργειαν ἐνεργεῖ καὶ ἔστιν οὗτος ἡμέτερος νοῦς.
10 διαλυομένῳ σώματι φθειρομένου τοῦ ὀργανικοῦ, ὡς ὁ τεχνίτης ἀποβαλὼν τὰ ὄργανα ἐνεργεῖ μὲν καὶ τότε, οὐ μὴν ὑλικὴν καὶ ὀργανικὴν ἐνέργειαν.
τῷ τρίτῳ Περὶ ψυχῆς τούτοις προσοικειοῦν ἔλεγεν δεῖν καὶ τὴν ἕξιν καὶ τὸ φῶς ἐπὶ τοῦτον φέρειν τὸν πανταχοῦ ὄντα.
καὶ διακρίνει, ὥστε αὐτὸς καὶ τοῦ δυνάμει νοῦ δημιουργός, ἢ μετὰ τῆς τῶν οὐρανίων εὐτάκτου κινήσεως.
καὶ ἀφόδῳ τοῦ ἡλίου μάλιστα ἢ ὑπ᾿ αὐτοῦ γινόμενα καὶ τοῦ ἐνθάδε νοῦ ἢ ὑπὸ τούτων μὲν καὶ τῆς τούτων κινήσεως ἡ φύσις γίνεται, αὐτὴ δὲ τὰ καθέκαστα μετὰ τοῦ νοῦ διοικεῖ.
πρόνοιαν (καὶ μὴν κατὰ τὴν ἐπὶ τὰ θεῖα ἀναφορὰν τὴν τῶν ἐνταῦθα γίνεσθαι πρόνοιαν), καὶ τὸ μὴ ἐφ᾿ ἡμῖν εἶναι τὸ νοεῖν μηδ᾿ εἶναι τοῦτο ἡμέτερον ἔργον, ἀλλ᾿ εὐθὺ γινομένοις ἡμῖν ἐνυπάρχειν φύσει τήν τε σύστασιν τοῦ δυνάμει καὶ ὀργανικοῦ καὶ τὴν διὰ τοῦ θύραθεν ἐνέργειαν.
εἴδη, ἐπειδὰν αὐτῶν αἰσθώμεθα, ἐν τοῖς αἰσθητηρίοις ὡς τόποις αὐτῶν γίνεται.
ὡς μετιών που καὶ ἀμείβων τόπον, ἀλλὰ χωριστὸς μὲν ὡς καθ᾿ αὑτόν τε ὢν καὶ μὴ σὺν ὕλῃ, χωριζόμενος δὲ ἡμῶν τῷ μὴ νοεῖσθαι, οὐ τῷ μετέρχεσθαι.
De anima libri mantissa. Alexander of Aphrodisias. ed. Ivo Bruns. United States. 2017.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.