ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΕΙΣ ΤΟ ΟΓΔΟΟΝ ΤΗΣ ΤΟΠΙΚΗΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΠΡΑΓΜΑΤΕΙΑΣ
τοίνυν αὐτῷ περὶ τριῶν εἰπεῖν κεφαλαίων. πρῶτον μὲν περὶ ἐρωτήσεως καὶ ἀποκρίσεως, πότε ὀρθὴ ἑκατέρα καὶ πότε ἡμαρτημένη. παράκειται δὲ τῷ μὲν περὶ ἐρωτήσεως τά τε πρὸς κρύψιν λαμβανόμενα καὶ ὅλως δι’ ὧν ἄν ὁ ἐρωτῶν ἐπάγοιτο τὸν ἀποκρινόμενον τὴν καθόλου πρότασιν αὐτῷ
τιθέναι, ἐπειδὴ ἄνευ ταύτης ἀδύνατόν ἐστι συλλογίσασθαι· τῷ δὲ περὶ
ἀποκρίσεως λόγῳ παράκειται ὅ τε περὶ διαιρέσεως λόγος τῶν προτάσεων καὶ περὶ τῆς τῶν σημαινομένων ἀμφιβολίας καὶ ὅλως ὁ περὶ ἐνστάσεως· διὸ καὶ περὶ τούτων λέγει. ἐπεὶ δὲ τῶν προβλημάτων ὅσα εὐχερές ἐστι φυλάξαι, ταῦτα δυσχερές ἐστι τὸν θέμενον ἐλέγξαι, ἔστι δὲ τοῦ μὲν ἀποκρινομένου τὸ ἣν ἔθετο θέσιν φυλάξαι, τοῦ δὲ ἐρωτῶντος τὸ τὴν θέσιν
ἐλέγχειν, κοινὸς ἄν εἴη τῷ ἐρωτῶντι καὶ ἀποκρινομένῳ ὁ περὶ τούτων λόγος · διόπερ καὶ περὶ τούτων λέγει, ὕστερον μὲν τῆς ἐρωτήσεως,. πρότερον δὲ τῆς ἀποκρίσεως. τὸ δὴ πρῶτον κεφάλαιον τοῦτο. τὸ δὲ δεύτερον ποσαχῶς ἐστι λόγος ψεκτὸς καὶ ἐπαινετός, ὅτι τριχῶς, ἢ καθ’ αὑτὸν ἢ ὡς πρὸς τὸ πρόβλημα ἢ παρὰ τὸν ἕτερον τῶν διαλεγομένων·
ἐνδέχεται γὰρ καὶ τὸν λόγον αὐτὸν καθ’ αὑτὸν ψεκτὸν ἡ ἐπαισχόλια 1 νετὸν εἶναι, καὶ τούτων ὁποτερονοῦν ὄντα καθ’ αὑτὸν πρὸς τὸ πρόβλημα
τὰ ἐναντία εἶναι· ποτὲ δὲ ποτὲ δὲ καὶ δυνάμενος καλῶς ἐρωτηθῆναι θατέρου τῶν διαλεγομένων μοχθηρίαν ψεκτὸς ἂν γένοιτο. τοῦτο δὲ τὸ δεύτερον κεφάλαιον. τρίτον δὲ πῶς ἂν Υυμνασθείημεν πρὶν εἰς τὴν διάλεξιν
ἐλθεῖν, καὶ τίς ἡ προκατασκευή.]
προβλημάτων καὶ πρὸς τὰς κατασκευάς, ἐν τούτῳ ὄντι τελευταίῳ τῆς πραγματείας περὶ τῆς χρήσεως αὐτῶν ποιεῖται τὸν λόγον· οὐ γὰρ αὐτάρκης
ἡ τῶν τόπων εὕρεσις τῷ διαλεκτικῷ πρὸς τὸ συλλογίζεσθαι δι’ αὐτῶν τὸ προκείμενον, ἀλλὰ δεῖ αὐτῷ καὶ ποιᾶς τάξεως αὐτῶν καὶ χρήσεως. αἴτιον δὲ τούτου, ὅτι τῷ διαλεκτικῷ πρὸς ἄλλον ὁ λόγος, καὶ ἐξ ἐρωτήσεως
λαμβάνει τὰς προτάσεις δι’ ὧν τὸ προκείμενον συλλογίζεται. διὰ τοῦτο γὰρ καὶ ἡ διαλεκτικὴ πρότασις ὡρίσθη ἐρώτησις ἀντιφάσεως εἶναι.
δεῖ δὲ αὐτῷ καὶ ποιᾶς τάξεως τῶν ἐρωτωμένων· οὐ γὰρ τὰς αὐτὰς ἀποκρίσεις ἀποκρίνονται περὶ τῶν αὐτῶν οἱ ὁπωσοῦν ἐρωτώμενοι, ἀλλὰ πολλάκις ἃ οὐκ ἂν συγχωρήσειαν ἁπλῶς ἐρωτηθέντες, ταῦτα διδόασι
διὰ τὸν τρόπον τῆς ἐρωτήσεως. δεῖ οὖν καὶ περὶ τὸ ἐρωτᾶν ἐμπειρίαν τινὰ καὶ τέχνην ἔχειν τὸν διαλεκτικόν, ὡς διὰ τοῦ τρόπου τῆς ἐρωτήσεως δύνασθαι λαμβάνειν τὰ πρὸς τὸν προκείμενον αὐτῷ συλλογισμὸν χρήσιμα.
καὶ ἔστι κατὰ τοῦτο ὁμοιότης τῇ τε ῥητορικῇ καὶ τῇ διαλεκτικῇ· ὡς γὰρ τῷ ῥήτορι καὶ αὐτῷ πρὸς ἄλλον ποιουμένῳ τοὺς λόγους (ἢ γὰρ πρὸς
δῆμον ἢ πρὸς θεωρὸν ἢ πρὸς δικαστήν) δεῖ μετὰ τὴν εὕρεσιν τῶν ῥηθησομένων οἰκονομίας τε τούτων, ἥτις ἐστὶ τάξις τῶν εὑρημένων, καὶ ποιᾶς ἑρμηνείας τε καὶ φράσεως, οὕτως καὶ τῷ διαλεκτικῷ μετὰ τὴν τῶν τόπων ἀφ’ ὧν αἱ δείξεις τῶν προκειμένων εὕρεσιν δεῖ τῆς τῶν εὑρημένων ποιᾶς
τάξεως καὶ παρασκευῆς πρὸς τὴν ἐρώτησιν, καὶ ἐπὶ τούτοις αὐτῆς τῆς
ἐρωτήσεως, ἥτις ἐστὶν ἀνάλογος τῇ τοῦ ῥήτορος φράσει. ἐπεὶ δὲ οὐ μόνον ἐστὶ τοὐ διαλεκτικοῦ τὸ ἐρωτᾶν ἀλλὰ καὶ τὸ ἀποκρίνεσθαι, ὡς εἶπε καὶ αὐτὸς ἀρχόμενος τῆς πραγματείας (εἶπε γὰρ “καὶ αὐτοὶ λόγον ὑπέχοντες 3 μηδὲν ἐροῦμεν ὑπεναντίον”), διὰ τοῦτο οὐ περὶ ἐρωτήσεως μόνης ἀλλὰ καὶ περὶ ἀποκρίσεως ποιήσεται τὸν λόγον. ὥσπερ γὰρ τοῦ ἐρωτῶντός ἐστι
τὸ καλῶς ἐρωτᾶν (τοῦτο δέ ἐστι πρὸς τὸ λαβεῖν χρησίμως ὃ βούλεται), οὕτως καὶ τοῦ ἀποκρινομένου τὸ καλῶς ἀποκρίνεσθαι, ὅπερ ἐστὶν ἐν τῷ μηδὲν
ὑπεναντίον διδόναι οἷς ἔθετο τὴν ἀρχήν. διὰ τοῦτο δὲ καὶ ἀξιοῦσί τινες ἐπιγράφειν τὸ βιβλίον τοῦτο Περὶ ἐρωτήσεως καὶ ἀποκρίσεως, ἄλλοι δὲ Περὶ τάξεως καὶ ἀποκρίσεως, ἐπεὶ καὶ αὐτὸς περὶ τούτων εἰπεῖν ἐρχόμενος προτίθεται.
τέσσαρα γένη προβλημάτων εἰσί, τά τε κατὰ συμβεβηκός, τὰ γενικά, τὰ ἰδικὰ καὶ τὰ ὁρικά, καὶ ἐφεξῆς ἑκάστου τοὺς οἰκείους παραδοὺς τόπους τούς τε ἀνασκευαστικοὺς καὶ τοὺς κατασκευαστικούς, ὕστερον δὲ καὶ περὶ τοῦ ταὐτοῦ μικρόν τι διαλεχθεὶς ὡς πρὸς τὰ ὁρικὰ προβλήματα χρησιμεύοντος, παραδοὺς οὖν ἐν τούτοις πᾶσι, πόθεν ὀφείλομεν λαμβάνειν τὰ
ἐπιχειρήματα τοὺ κατασκευάζειν ἢ ἀνασκευάζειν ἕκαστον αὐτῶν, νῦν προτίθεται
διδάξαι καὶ περὶ τῆς τάξεως αὐτῶν, ὡς ἄν μὴ ἀτάκτως καὶ ὡς ἔτυχεν αὐτὰ προφέρωμεν (ἀρίστη γὰρ οἰκονομία τὸ εἰδέναι τίνα πρῶτον δεῖ προφέρειν, τίνα δ’ ὕστερον) καὶ μὴ ὥσπερ οἱ ῥήτορες· ἐκεῖνοι γὰρ οὐχ ὡς ἔχουσι φύσεως καὶ τάξεως τὰ κεφάλια τιθέασιν, ἀλλ’ ὡς ὁ
καιρὸς ἀπαιτεῖ. διδάσκει οὗν ποῖα τῶν ἄλλων ὀφείλομεν προτάττειν, τὰ ἀπὸ τῶν πτώσεων καὶ τῶν συστοίχων τῶν ἀπὸ τῶν ἐναντίων ἢ ταῦτα
ἐκείνων, εἴ γε πολλῶν τοιούτων εὐποροῦμεν, ἀλλὰ δὴ καὶ περὶ τοῦ πῶς δεῖ ἐρωτᾶν, ἥτοι κατὰ ἀντίφασιν· τοῦτο γὰρ ἡ διαλεκτικὴ μέθοδος ἀπαιτεῖ.]
αὐτὴν διαλεκτικῶς, τουτέστιν ἀντιφατικῶς, οἷον ἆρα ἡ ψυχὴ ἀθάνατός ἐστιν ἢ οὔ, καὶ σὺν τούτῳ τάξαι καθ’ ἑαυτὸν τὰ καθ’ ἕκαστον τῶν
εὑρεθέντων ἐπιχειρημάτων, ποῖον δεῖ πρῶτον ἐπενεγκεῖν | καὶ ποῖον μετὰ 5 ταῦτα καὶ ἐφεξῆς, καὶ τρίτον προενεγκεῖν τὴν ἐρώτησιν.
καὶ μέχρι τοῦ εὐπορῆσαι τῶν τοιούτων ἐπιχειρημάτων καὶ ἀμφο- 7 τέροις ἡ αὐτὴ σκέψις. ἴδιον δὲ τοῦ διαλεκτικοῦ τὸ τοὺς εὑρεθέντας τόπους
τάττειν καθ’ ἑαυτὸν καὶ ποιεῖν ὡς προείπομεν· ποιεῖ δὲ ταῦτα ὁ διαλεκτικὸς εἰκότως, διότι πρὸς ἕτερον προτείνει τὰ εὑρεθέντα. ὁ δὲ ἀποδεικτικὸς καθ’ ἑαυτὸν ζητῶν τὸ ἀληθὲς οὐ φροντίζει, ἄν ἀληθῆ καὶ
γνώριμον λάβῃ πρότασιν· οὐ γὰρ ἔχει ἀνάγκην ὁμολογηθῆναι ταύτην παρὰ τοῦ ἀποκρινομένου· οὐ γὰρ ἐρωτᾷ, ἀλλὰ λαμβάνει καθ’ ἑαυτόν. ποιεῖ δὲ ταῦτα ὁ ἀποδεικτικὸς διὰ τὸ σύνεγγυς εἶναι τὰς ληφθείσας προτάσεις
τῷ ἐξ ἀρχῆς τεθέντι προβλήματι, καὶ ὅτι εὐθὺς ἐκ τῶν σύνεγγυς προτάσεων προορᾷ τὸ συμβησόμενον συμπέρασμα. λαμβάνει γὰρ φέρε
εἰπεῖν ὅτι ἡ ψυχὴ αὐτοκίνητος, ἥτις πρότασις ἀληθής ἐστι καὶ γνώριμος καὶ προσεχῶς συνακτικὴ τοῦ ὅτι ἡ ψυχὴ ἀθάνατος· κἄν γὰρ ὁ προσδιαλεγόμενος τῷ διαλεκτικῷ οὐ συγχωρήσῃ ταύτην διὰ τὸ συνορᾶν τὸ ἐκ τούτου συμπέρασμα, ἀλλ’ οὖν ἐκεῖνος λαμβάνει ταύτην. καὶ διὰ τοῦτο μάλιστα σπουδάζει, καθόσον πέφυκε γνωριμώτατα καὶ ἐγγύτατα εἶναι
τοῦ συμπεράσματος καὶ πρῶτα καὶ ἄμεσα, τὰ λαμβανόμενα ἀξιώματα, ἤγουν τὰς προτάσεις· ἐκ γὰρ τούτων γίνονται οἱ ἀποδεικτικοὶ συλλογισμοί. ὁ δὲ διαλεκτικὸς οὐ λαμβάνει ταῦτα οὕτως οὐδὲ γὰρ συγχωρήσειεν ἄν ταῦτα ὁ προσδιαλεγόμενος τῷ διαλεκτικῷ διὰ τὸ προορᾶν ἐκ τῶν
σύνεγγυς τὸ συμβησόμενον), ἀλλὰ φροντίζει ὅπως ἂν λάθῃ τὸν προσδιαλεγόμενον,
ὥστε ὁμολογῆσαι ὃ βούλεται. οἷον ἐρωτᾷ ‘ἕτερόν ἐστι τὸ κινοῦν τὴν ψυχήν, ἢ αὐτὴ ἑαυτὴν κινεῖ;’· τοῦ δὲ ὁμολογήσαντος ὅτι ἑαυτὴν κινεῖ, ἐπάγει ‘πᾶν δὲ τὸ κινοῦν αὐτὸ ἑαυτὸ αὐτοκίνητόν ἐστι· τοῦτο δὲ ἀθάνατον· καὶ ἡ ψυχὴ ἄρα ἀθάνατος᾿. ἔλαβεν οὖν τὴν πόρρω, ἵνα λάθῃ τὸν ἀποκρινόμενον καὶ ὁμολογήσῃ ἐκ ταύτης τὴν προσεχῆ καὶ οὕτως συνάξῃ τὸ συμπέρασμα.
8
δύο λαμβάνουσιν· αὗται δὲ αἱ πλείονές εἰσι τέσσαρες, τουτέστι κατὰ
τέσσαρας τρόπους λαμβάνονται. ἢ γάρ, φησί, χάριν ἐπαγωγῆς· χρῶνται γὰρ τῇ ἐπαγωγῇ, ἵνα λάβωσιν ἐκ τοῦ μερικοῦ τὸ καθόλου, καὶ οὕτως ἐπάγουσι τὴν προσεχῆ. ἢ δι’ ὄγκον λόγου, λόγου, ἵνα δόξῃ τοῖς ἀκροαταῖς σοφός, παρενείρει τῷ λόγῳ περιττὰς προτάσεις καὶ
εὐμήκη τοῦτον ποιεῖ· οἷον ‘ἆρά γε ἡ ἡδονὴ κατὰ φύσιν; τί δαί; τὸ 9 φύσει καὶ τὸ φύσις ταὐτόν ἐστιν ἢ ἕτερον; τί δαί; τὸ κατὰ φύσιν οὐχ αἱρετόν ἐστιν; τὸ δὲ αἱρετὸν οὐκ ἀγαθόν; ἡ ἡδονὴ ἄρα ἀγαθόν᾿.
αὗται αἱ ληφθεῖσαι προτάσεις περιτταί εἰσι καὶ οὐ χρήσιμοι πρὸς τὸ συμπέρασμα, ἐλήφθησαν δὲ χάριν τοῦ εὐμεγέθη ποιῆσαι τὸν λόγον. ἢ πρὸς
κρύψιν τοῦ συμπεράσματος, ὅταν λαμβάνῃ καὶ τοὺ προσυλλογισμοὺς τῶν ἀναγκαίων προτάσεων· ἀναγκαῖαι <δ’ αἱ> προτάσεις εἰσὶν συνακτικαὶ τοῦ συμπεράσματος. [καὶ] οἷον ἔστω συμπέρασμα ὅτι τὸ ὑγιεινὸν καὶ τὸ νοσῶδες ἀντικείμενα· ἀναγκαῖαι οὖν προτάσεις ὅτι τὸ
ὑγιεινὸν καὶ τὸ νοσῶδες ἐναντία· τὰ ἐναντία ἀντικείμενα· τὸ ὑγιεινὸν καὶ
τὸ νοσῶδες ἄρα ἀντικείμενα. ὁ δὲ διαλεκτικὸς βουλόμενος λαθεῖν τὸν προσδιαλεγόμενον, ἴσως διὰ τὸ μὴ τὴν ἐλάττονα πρότασιν συγχωρεῖν, προσυλλογίζεται ταύτην οὕτως· τὸ ὑγιεινὸν καὶ τὸ νοσῶδες φθαρτικὰ ἀλλήλων· τὰ ἀλλήλων φθαρτικὰ ἅμα εἶναι ἀδύνατον· ταῦτα δὲ ἐναντία εἰσί· τὰ φθαρτικὰ ἄρα ἐναντία ἀλλήλων εἰσίν. ἢ πρὸς τὸ σαφέστερον ποιῆσαι
τὸν λόγον· τίθεται γὰρ παρ’ αὐτῶν πολλάκις πρότασις οὐδὲν πλέον παρὰ τὴν ἄλλην δηλοῦσα ἀλλ’ ἢ μόνον ταύτην σαφηνίζουσα. παρὰ δὲ ταύτας ἀδύνατον, φησί, λαβεῖν ἑτέραν πρότασιν | περιττήν, ἀλλ’ ἢ διὰ τούτων, 10 ἤγουν δι’ ἑνὸς τῶν ῥηθέντων τεσσάρων τρόπων, αὔξειν ἅμα τὸν λόγον καὶ ἐρωτᾶν διαλεκτικῶς· ἄλλοθεν γὰρ ἀδύνατον λαβεῖν προτάσεις περιττάς.
11
τῆς προσθήκης τῶν παρὰ τὰς ἀναγκαίας ἐστὶ δηλωτικόν.
13
χρήσασθαι καὶ τοῖς τοιούτοις. διὸ δεῖ παρεσκευάσθαι καλῶς εἰς τὸ
οὕτως ἐρωτᾶν. διὰ τοῦτο γὰρ ἐπήνεγκεν ἀλλ’ ἐπειδὴ πᾶσα ἡ τοιαύτη πραγματεία πρὸς ἔτερόν ἐστι καὶ τὰ ἑξῆς.
δι’ ἐπαγωγῆς ληπτέον, τουτέστιν ἐὰν τὸ καθόλου καὶ ἀνώτερον τῆς ἀναγκαίας προτάσεως βουλώμεθα λαβεῖν, μὴ συγχωρῇ δὲ ὁ ἀποκρινόμενος, πειρατέον δι’ ἐπαγωγῆς λαβεῖν, οὐ τὴν καθόλου καὶ ἀνωτέραν ἀλλὰ τὴν
ἀναγκαίαν· ἐργωδέστερον γὰρ τὸ κοινότερον τῶν ἐλαττόνως κοινῶν ὄντων ὑπ’ ἐκεῖνο δι’ ἐπαγωγῆς λαβεῖν. αὐτὸ δὴ τὸ προκείμενον καὶ ἀναγκαῖον χρὴ
πειρᾶσθαι δι᾿ ἐπαγωγῆς λαμβάνειν. ἦν δὲ τοῦτο <τὸ> τῶν ἐναντίων μίαν ἐπιστήμην· ληψόμεθα δὴ ‘καὶ ἀρτίου καὶ περιττοῦ ἐναντίων ὄντων ἡ αὐτὴ ἐπιστήμη· ἀριθμητικὴ γάρ· καὶ ἡρμοσμένου καὶ ἀναρμόστου· μουσικὴ γάρ· καὶ εὐεκτικοῦ καὶ καχεκτικοῦ· γυμναστικὴ γάρ· καὶ ἀρετῆς καὶ κακίας· ἠθικὴ γὰρ φιλοσοφία· καὶ πλούτου καὶ πενίας· ποριστικὴ γάρ’·
καὶ οὕτως ἐπάγοντες ἀξιώσομεν τὸ καὶ πάντων τῶν ἐναντίων τὴν αὐτὴν
εἶναι ἐπιστήμην.
προτάσεις δύο εἰσίν, ὡς ἐν τοῖς Ἀναλυτικοῖς δείκνυται, νῦν ἀξιοῖ, ὅταν μὴ 16 ὦσιν αὐτόθεν αὗται γνώριμοι, ἢ ἀμφοτέρας διὰ συλλογισμοῦ λαμβάνειν, ὡς εἶναι προσυλλογισμούς τινας γινομένους, ἢ ἀμφοτέρας δι’ ἐπαγωγῆς, ἢ
τὴν μὲν αὐτῶν διὰ συλλογισμοῦ τὴν δὲ δι’ ἐπαγωγῆς. ταῦτα δὲ ποιητέον ἐπὶ τῶν οὐ γρωρίμων. ὅσαι γάρ, φησί, λίαν προφανεῖς τῶν ἀναγκαίων,
χρὴ αὐτὰς προτείνειν· οὐ γὰρ ἀπαναισχυντοῦσιν ἀντιλέγειν πρὸς τὰ ἐναργῆ· οἷον ὅτι πᾶς ἀριθμὸς ἢ ἄρτιος ἢ περιττός· περιίστανται γάρ, κἄν ἀγωνίζωνται, πρὸς τὰ ἐναργῆ δοκοῦντα ἐνίστασθαι, φυλαττόμενοι τὴν ἀπὸ τῶν ἀκουόντων ἐπιτίμησιν.
διά τε οὖν τὸ ἀδηλότερον εἷναι τὸ συμβησόμενον ἐκείνως λαμβάνομεν τὰς ἀναγκαίας καὶ διὰ τὸ μὴ κεκωλῦσθαι, εἰ μὴ ἐκείνῃ τῇ ὁδῷ
χρωμένοις πρὸς τὴν τῶν ἀναγκαίων λῆψιν συγχωροίη τις, τοῦ αὐτὰς τὰς ἀναγκαίας τε καὶ χρησίμους προτείνοντας ἀξιοῦν λαμβάνειν.
ἐστι τοῦ ἐπάνω, ὅτι δεῖ πρὸς τὸ καθολικώτερον ἀνατρέχειν ἢ χρῆσθαι τῇ ἐπαγωγῇ. ὅσον γὰρ χρῆταί τις τοῖς ·καθολικωτέροις, καὶ ὅσον ἀφίσταται ἀπὸ τῶν προσεχῶν προτάσεων ἐπὶ τὰ πόρρω, οἷον εἰ ἀντὶ
τῶν ἐναντίων λάβοι τὰ ἀντικείμενα, ἢ ἐπαγωγῇ ὅτι τοῦ ἡρμοσμένου καὶ ἀναρμόστου ἡ μουσικὴ ἐπιστήμη, τοσοῦτον ἀδηλότερον γίνεται τὸ συμβησόμενον
συμπέρασμα· ληφθέντων γὰρ τῶν καθολικωτέρων ἢ ἐν τῇ 18 ἐπαγωγῇ τῶν μερικῶν οὐκ εὐθὺς ὁ προσδιαλεγόμενος νοεῖ ὃ μέλλει συναχθήσεσθαι ἐκ τῶν ληφθεισῶν προτάσεων συμπέρασμα.· εἰ γοῦν συγχωρηθείη ὅτι τῶν ἀντικειμένων ἡ αὐτὴ ἐπιστήμη, ἕτοιμον ἅμα ἐστὶ τὸ
προτεῖναι εὐθὺς αὐτὰ τὰς χρησίμους, ἤγουν ὅτι τῶν ἐναντίων ἡ αὐτὴ
ἐπιστήμη. καίτοι μὴ δυνάμενον ταύτας λαβεῖν, διὰ τὸ μὴ δίδοσθαι ταύτας παρὰ τοῦ προσδιαλεγομένου, ἐκείνως, ἤγουν εἰ οὐκ ἀνέδραμεν ὁ ἐρωτῶν εἰς τὸ καθολικώτερον ἢ εἰ μὴ ἐχρήσατο τῇ ἐπαγωγῇ.]
κοινὸν μὲν καὶ καθόλου περὶ αὐτῶν τὸ δεῖν αὐτὰς τῶν ἀναγκαίων παραλαμβάνειν χάριν, ἰδίᾳ δὲ πῶς ἑκάστῃ χρηστέον, ἑξῆς προστίθησιν.
20
21
καὶ τὰ ἑξῆς.
εἶναι τὸ δεικνύμενον ὑπὸ τῶν οὕτως ἐρωτωμένων συγχωροῦσι ταῖς προτάσεσι· τῷ δὲ συγχωρηθείσαις αὐταῖς δείκνυσθαι διὰ τῆς ἀναλύσεως τοῦ
λόγου ἑπόμενα τὰ συνακτικὰ τοῦ προκειμένου οὐκέτι ἀνανεύειν ἔχουσιν.
ἠρωτημένων πασῶν τῶν προτάσεων, δι’ ὧν δείκνυται τὸ προκείμενον, καὶ τοῦ ἐσχάτου ἐπὶ τοῖς ἠρωτημένοις ἑπομένου συμπεράσματος ῥηθέντος ἄδηλον εἶναι πῶς τοῦτο συνάγεται ἐκ τῶν κειμένων καὶ ζητεῖν τὸν ἀποκρινόμενον διὰ τί τοῦτο ἐπιφέρει τοῖς κειμένοις.
τῶν προσυλλογισμῶν καὶ τοὺς προσυλλογισμοὺς τῶν προσυλλογισμῶν καὶ μὴ ἐπάγων τὰ αὐτῶν συμπεράσματα εὐθὺς ἀλλ’ ὕστερον, πόρρω ἀποστήσεις τὸν ἀποκρινόμενον τῆς ἐξ ἀρχῆς θέσεως, ἤτοι τοῦ προβλήματος. καθόλου 27 δή, φησίν, οὕτως δεῖ ἐρωτᾶν τὸν πυνθανόμενον, ἤγουν κρυπτικῶς ἐρωτῶντα, ὥστε ἐρωτηθέντος τοῦ ὅλου λόγου, ἤτοι τοῦ συλλογισμοῦ, καὶ
συναχθέντος καὶ τοῦ συμπεράσματος ζητεῖν τὸν προσδιαλεγόμενον τὸ διὰ τί, ἐπειδὴ οὐκ ἐνόησεν ὅθεν συνήχθη τὸ συμπέρασμα. οἷον εἰ κεῖται πρόβλημα
τὸ εἰ ὁ ἄνθρωπος καὶ ὁ ἵππος οὐσία ἐστίν, εἰπὲ ‘ἆρά γε οὐχ ἡ οὐσία κατὰ πάντων τῶν ὑπ’ αὐτὴν λέγεται᾿, ἐκείνου δὲ τοῦτο συγχωρήσαντος ‘καὶ λοιπὸν ἄρα ὁ ἄνθρωπος καὶ ὁ ἵππος οὐσία᾿· εἶτα ἐκείνου ἐρωτήσαντος διὰ τί, ὡς μὴ νοήσαντος ὅθεν συνήχθη, εἰπέ, ὅτι ὅτε συνεχώρησας ὡς ἡ οὐσία κατὰ
πάντων τῶν ὑπ᾿ αὐτὴν λέγεται, τότε οἱονεὶ ὡμολόγησας ὅτι ὁ ἄνθρωπος
καὶ ὁ ἵππος οὐσία ἐστί. τοῦτο δέ, ἤγουν τὸ καὶ τῶν προτάσεων ὁμολογηθεισῶν, εἶτα ἐπαχθέντος τοὐ συμπεράσματος ἔτι πάλιν ζητεῖν τὸν ἀποκρινόμενον τὸ διὰ τί , γίνεται διὰ τοῦ ῥηθέντος τρόπου τῆς κρύψεως· ἔστι δὲ ὁ τρόπος οὗτος τὸ λέγειν τἀς προτάσεις τῶν προσυλλογισμῶν καὶ
μὴ ἐπάγειν καὶ τὰ συμπεράσματα αὐτῶν. μόνου γάρ φησι τοῦ τελευταίου
συμπεράσματος ῥηθέντος, #x003E; συμβαίνει ἐντεῦθεν, ἄδηλον εἶναι, μὴ διαρθρωθέντων τῶν προσυλλογισμῶν ἐξ ὧν συνήχθη τὸ συμπέρασμα. τουτέστι μὴ καθ’ ἕκαστον τῶν προσυλλογισμῶν τοῦ συμπεράσματος λεγομένου. ἥκιστα δ᾿ ἄν, φησί, διαρθρωθείη καὶ γνώριμος γένοιτο ὁ συλλογισμός, ποῖός ἐστι τοῦδε τοῦ συναχθέντος συμπεράσματος, ἡμῶν μὴ τιθέντων τὰ
λήμματα, ἤγουν μὴ λαμβανόντων τὰς ἀναγκαίας προτάσεις, αἵτινές εἰσι συμπεράσματα τῶν προσυλλογισμῶν, ἀλλὰ τὰς τῶν προσυλλογισμῶν προτάσεις, δι’ ὧν γίνεται ὁ συλλογισμός.]
προτάσεις ἐν τῇ τάξει λαμβάνειν ἀλλ’ ὑπερβαίνοντα καὶ ἐναλλάσσοντα καὶ ἐφεξῆς ἀλλήλαις τιθέντα τὰς πρὸς ἕτερον καὶ ἕτερον συμπέρασμα συντελούσας ἀλλὰ μὴ πρὸς τὸ αὐτό· τῶν γὰρ οἰκείων καὶ πρὸς τὸ αὐτὸ συντελουσῶν συμπέρασμα προτάσεων ἐφεξῆς τιθεμένων ῥᾷον συνορῶσιν οἱ ἀπο- κρινόμενοι τὸ συμβησόμενον. σημειωτέον δὲ ὅτι κοινῶς τοῖς ἀξιώμασιν
ἀντὶ τῶν προτάσεων κέχρηται.
προκειμένων οὐ διδόασιν οἱ ἀποκρινόμενοι τῷ ὁρᾶν τὸ συμβησόμενον, ταῦτα
ἐπὶ τῶν συστοίχων τῷ προκειμένῳ διδόασι· τούτου δὲ δοθέντος καὶ τὸ προκείμενον δοθήσεται διὰ τὸ ἀληθῆ εἶναι τὸν τῶν συστοίχων τόπον. τὸ δ’ ἐπ’ αὐτοῦ τοῦ προκειμένου λαμβανόμενον ἔχει ἔνστασίν τινα οὐκ ἀληθῆ μὲν ἴσως πιθανὴν μέντοι πρὸς τὸ μὴ δοκεῖν ἀλόγως ἀνανεύειν πρὸς τὸ προτεινόμενον. οὐκέτι δὲ ὁμοίως εὔπορον τῷ ἐπὶ τοῦ συστοίχου
ὁριζομένῳ ἐνστῆναι.
32
προβλήματος ἐρωτώμενα οἱ ἀποκρινόμενοι, καὶ διὰ τοῦτο οὐ ῥᾳδίως οιοοασιν.
γίνεται δὲ τοῦτο καὶ παρὰ τὸν τῆς ἐρωτήσεως τρόπον, ὃ νῦν ἀξιοῖ ποιεῖν. ἄν γὰρ τῇ ἐρωτήσει μὴ διασημαίνωμεν, ὃ βουλόμεθα λαβεῖν, ἢ τῷ μόνον αὐτὸ τιθέναι ἡ τῷ δείκνυσθαι ἄτοπον τὸ ἀντικείμενον λέγειν, ἄδηλον ποιοῦμεν πότερον ὡς χρήσιμον ἡμῖν εἰς τὸ προκείμενον λαβεῖν βουλόμεθα. ἄν μὲν γὰρ θέλοντες δεῖξαι ὅτι ἡ ψυχὴ ἀθάνατος λαβεῖν
34 βουλώμεθα ὅτι ἡ ψυχὴ αὐτοκίνητος * * * *, ὑποσημαίνομεν διὰ τοῦ τρόπου τῆς ἐρωτήσεως ὅτι τοῦτο βουλόμεθα λαβεῖν· ἐὰν δὲ εἴπωμεν οὕτως ‘ἆρά σοι δοκεῖ ἡ ψυχὴ ἣν κινεῖται κίνησιν ὑπ’ ἄλλου κινεῖσθαι ἢ οὔ;’ , οὐκέτι ἐνδεικνύμεθα διὰ τῆς ἐρωτήσεως πότερον ὃ προετείναμεν βουλόμεθα λαβεῖν
ἡ τὴν αποφασιν αὐτοῦ.
λαβεῖν, ποιεῖν γίνεσθαι τοὺς λόγους ἀλλ’ ἐπ’ ἄλλου τινὸς ὁμοίου αὐτῷ. τῷ τε γὰρ μὴ ἐπ’ αὐτοῦ γίνεσθαι τὰς ἐρωτήσεις διδόασιν οἱ ἀποκρινόμενοι
ὡς περὶ ἄλλων τινῶν ἀλλ’ οὐ περὶ τῶν προκειμένων ἐρωτώμενοι, καὶ τὰ ἐπὶ τούτων συγχωρηθέντα ῥᾴδιον μεταφέρειν ἐπὶ τὰ προκείμενα διὰ τὴν ὁμοιότητα. ἀξιοῖ οὖν διὰ τῆς τοὐ ὁμοίου τῷ προκειμένῳ παραθέσεως πειρᾶσθαι λαμβάνειν τὸ προκείμενον. λέγει δὲ τοῦτο ὅμοιον εἶναι ἐπαγωγῇ, οὐ μὴν ταὐτόν· ἡ μὲν γὰρ ἐπαγωγὴ διὰ τῆς τῶν καθ’ ἕκαστα
ὁμοιότητος τὸ καθόλου λαμβάνει, ἡ δὲ κατὰ τὴν τοῦ ὁμοίου μετάβασιν γινομένη ἀπὸ τοῦ ὁμοίου τῷ προκειμένῳ τὸ προκείμενον λαμβάνει, ἀλλ’ οὐκ ἀπὸ τῶν ὑπ’ αὐτὸ τὸ προκείμενον. διὰ δὲ τοῦ εἰπεῖν τὸ καθόλου τὸ προκείμενον ἐσήμανε.
οἷς αὐτοὶ ἀξιοῦσιν, ὡς οὐδ’ ἐκείνων ἀξιωσάντων ἂν αὐτά, εἰ μὴ
37 οὕτως εἶχε. κρυπτικὸν δὲ πᾶν ὅπερ ἀπάγει τὸν ἀποκρινόμενον τῆς περὶ τὰς ἀποκρίσεις ἐπιστάσεως.
βούλονται καὶ κρυπτικὸν τὸ προστιθέναι τὸ σύνηθες καὶ λεγόμενον· οἷον ‘ἆρά γε δοκεῖ σοι ἡ ὑγεία αἱρετὸν εἶναι, ὡς πᾶσι δοκεῖ;’, ‘ἆρά σοι δοκεῖ ὁ ἀγαθὸς κριτὴς ἄριστος εἶναι, ὡς πᾶσι σύνηθες λέγειν;’. οὕτως καὶ Σωκράτης πρὸς Καλλικλέα κέχρηται εἰπόντα τοὺς σώφρονας ἠλιθίους·
οὐ γὰρ συνήθης ἡ τοιαύτη περὶ σωφροσύνης ὑπόληψις· τοῦτο γὰρ δύναται
αὐτῷ ἡ ἀπόκρισις ἡ “οὐδεὶς ἄν ἀγνοοίη ὅτι οὐ τοῦτο λέγω”. οὕτως κἄν φιλοπλάτων τις ᾖ, ῥᾷον λήψεται παρ’ αὐτοῦ ὁ ἐρωτῶν ὃ βούλεται, ἄν προωθῇ ‘οὕτω Πλάτωνι δοκεῖ᾿.
εἰς τὴν τοῦ προκειμένου δεῖξιν, οὐ δεῖ φαίνεσθαι σπουδάζοντα περὶ τὸ δοθῆναι αὐτό· κρυπτικὸν γὰρ καὶ τοῦτο. πρὸς γὰρ ἃ σπουδάζουσι λαβεῖν οἱ ἐρωτῶντες, τῶντες, μᾶλλον ἀντιτείνουσιν οἱ ἀποκρινόμενοι· διὸ ζητοῦσιν ἔνστασιν φέρειν πρὸς αὐτά. γίνοιτο δ’ ἄν τοῦτο, εἰ ὡς ἐνδοιάζοντες καὶ αὐτοὶ
ἐρωτῷεν καὶ ὡς οὐκ εἰδότες· ὃ πολλάκις ὁ Σωκράτης ποιεῖ παρὰ τῷ
Πλάτωνι· ὡς γὰρ οὐκ εἰδὼς τὸ συμβησόμενον καὶ ὡς τοῦτο ληψόμενος, ὃ ἄν ἐκ τοῦ λόγου φαίνηται ἄριστα ἔχειν, οὕτως ἐρωτᾷ.
ἐρωτήσομεν εἰ δοκεῖ ὥσπερ ἡ ἐγκράτεια ἀρετή, οὕτω καὶ ἡ ἀνδρεία καὶ
ἡ δικαιοσύνη ἀρετὴ εἶναι.
μὴ ἐρωτᾶν αὐτὸ ὃ λαβεῖν βουλόμεθα, ἀλλ’ ᾧ τοῦτο ἕπεται. ῥᾷόν τε γὰρ τοῖς τοιούτοις συγχωροῦσιν ὡς οὐκ ἔχουσί τι πρὸς τὸ προκείμενον
χρήσιμον, καὶ οὐδὲν ἧττον αὐτῶν δοθέντων περαίνεται τὸ προκείμενον διὰ τὴν ἀκολουθίαν.
τῶν ἀποκρινομένων ἔσχατον ἐρωτᾶν τὰ χρήσιμα. οὐ πρὸς πάντας δέ φησι
δεῖν χρῆσθαι τούτῳ τῷ τρόπῳ τῆς ἐρωτήσεως· εἰσὶ γάρ τινες οἳ τοῖς πρώτοις συγχωρήσαντες, ἄν μὴ σφόδρα φανερὰ ᾖ, ὡς εὐπροσίτους ἑαυτοὺς ἐν τῇ κοινολογία παρέχοντες, ὕστερον ἀνατρέχουσι πρὸς τὸ οἰκεῖον ἐλάττωμα.
45 ἐρωτώμενα, τοῖς πρώτοις οὐκ ἐνίστανται, εἶτα ἐπὶ τέλει φλυαροῦσι καὶ πειρῶνται διαστρέφοντες τὰ δεδομένα δεικνύναι ὅτι μὴ ἐκ τῶν συγχωρηθέντων τὸ ἐπιφερόμενον δείκνυται, ἢ τὴν λέξιν διαστρέφοντες ἢ ἀμφιβολίας τινὰς ἐξηγούμενοι. τοὺς δὴ τοιούτους φησὶ δεῖν πρῶτον τὰ ἀναγκαῖα
ἐρωτᾶν καὶ ὧν τις μάλιστα συγχωρουμένων δεῖται.
τοὺς ψευδογραφοῦντας ἐν γεωμετρίᾳ· πολλὰς γὰρ ἄγοντες γραμμὰς μηδὲν
χρησίμους πρὸς τὸ ψευδογράφημα τὸ δεικνύμενον καί τινα περὶ αὐτῶν λέγοντες λεληθότως καὶ τὰς εἰς τὸ ψεῦδος φερούσας ἐγγράφουσιν. ἀδηλότερον γὰρ καί ἀφανέστερον τὸ ψεῦδος ἐν πλείοσι καὶ ἐν παραβύστῳ τεθέν· ὡς γὰρ ἀχρήστοις οὖσι τοῖς ἐρωτωμένοις πρὸς τὸ προκείμενον συγχωροῦντες οἱ ἀποκρινόμενοι λανθάνουσι καὶ τὰ χρήσιμα διδόντες σὺν
αὐτοῖς. ἀλλὰ καὶ ἐπιταρίττεσθαι συμβαίνει αὐτοῖς ὑπὸ τοῦ πλήθους τῶν ἐρωτήσεων, ὡς μὴ διορᾶν ἐκ τίνων συμβαίνει τὸ προκείμενον.
εἴδη τομὴ τοῦ γένους καὶ ἡ τοῦ ὅλου εἰς τὰ μέρη καὶ ἡ τῆς λέξεως εἰς τὰ σημαινόμενα.
καὶ ἧττον γνωρίμου. διὸ ἐπαγωγὴ μὲν δι’ ἑνὸς οὐ γίνεται· τὸ δὲ παράδειγμα ἀρκεῖ καὶ δι’ ἑνὸς εἶναι. καὶ ἔστιν ἡ μὲν ἐπαγωγὴ τῷ διαλεκτικῷ οἰκειοτέρα, τὸ δὲ παράδειγμα τῷ ῥήτορι. προσχρῆται μέντοι καὶ ὁ διαλεκτικὸς
παραδείγμασιν ὑπὲρ σαφηνείας τοῦ λεγομένου, εἰ μὴ εἴη γνώριμον, ὡς πρὸ ὀλίγου ἐλέγετο τὸ διὰ τῆς ὁμοιότητος πυνθάνεσθαι. παραδειγματικὸν γὰρ τὸ οὕτως ἐρωτῆσαι ‘ἆρά γε τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη ὥσπερ καὶ
αἴσθησις;’. παραδείγματος δὲ παραβολὴ διαφέρει, ὅτι τὸ μὲν παράδειγμα δοκεῖ γεγονός τι εἰς δεῖξίν τινος παρατίθεσθαι μηδέπω γεγονότος καὶ διὰ
τοῦτο ἀδήλου, ἡ δὲ παραβολὴ εἰκών ἐστιν ὁμοιότητα πρός τι γεγονὸς σημαίνουσα. ἔοικε μέντοι αὐτὸς νῦν ἐπὶ τοῦ αὐτοῦ κεχρῆσθαι τῷ παραδείγματι καὶ τῇ παραβολῇ δι’ ὧν λέγει παραδείγματα δὲ οἰκεῖα 50 καὶ ἐξ ὧν ἴσμεν, Ὅμηρος, μὴ οἷα Χοιρίλος· ἐναργεῖς γὰρ καὶ διὰ γνωρίμων αἱ παρ’ Ὁμήρῳ παραβολαί· οὐ τοιαῦται δὲ αἱ Χοιρίλου.
51
μηνύει, ἣν ἀξιοῖ φυλάττεσθαι ἐπανορθοῦσθαι πειρωμένους. ἔστι δὲ ἡ δυσχέρεια
αὕτη· ἐπεὶ ἐπί τινων τὸ καθόλου τε καὶ κοινὸν οὐκ ὠνόμασται, οἷον τίνα ἐστὶ τῶν ζῴων τετράποδα τῷ μὲν γὰρ δίποδι πεζῷ ἄνθρωπος ὄνομα, τοῖς δὲ τετράποσι πεζοῖς οὐκ ἔστιν ἓν ὄνομα τὴν ὁμοιότητα περιέχον αὐτῶν), οἱ τὰς ἐπαγωγὰς ἐπὶ τούτων ποιούμενοι λαβόντες τινὰ τῶν ὑπὸ τὸ 52 καθόλου, τῷ τὸ κοινὸν ἐπ’ αὐτοῖς μὴ ὠνομάσθαι ἐπιφέρουσι ‘καὶ πᾶν ἄρα
τὸ τοιοῦτον᾿. διὰ δὴ τὴν τοιαύτην ἐπιφορὰν ἐν τοῖς ἐπακτικοῖς λόγοις πολλάκις ἀλλήλους παρακρούονται οἱ διαλεγόμενοι, οἱ <οἱ μὲν> τὰ τοῖς εἰλημμένοις διὰ τῆς ἐπαγωγῆς ἀνόμοια ἐπάγοντες ὡς ὅμοια καὶ περιεχόμενα
ἐν τῷ <τοιούτῳ τῷ> τοιαῦτα δοκεῖν εἶναι διά τινα βραχεῖαν ὁμοιότητα, οἱ δὲ τὰ ὅμοια οὐκ ἀξιοῦντες ὅμοια εἶναι οὐδὲ συγκεχωρῆσθαι τὰ τοιαῦτα διά τινα κατά τι ἄλλο ἀνομοιότητα. παραινεῖ οὖν τὰ τοιαῦτα φυλάττεσθαι πειρωμένους, εἰ οἷόν τε, ὀνοματοποιεῖν αὐτοὺς καὶ κοινῷ ὀνόματι περιλαμβάνειν
τὰ τοῖς εἰλημμένοις διὰ τῆς ἐπαγωγῆς ὅμοια, οἷον ὡς πάντα, ἃ
κερασφόρα οὐκ ἔστιν, ἀμφόδοντα. ἐπ’ ἐνίων μὲν οὖν ῥᾴδιον εὐπορεῖν ὀνομάτων, ὡς ἐπὶ τῶν εἰρημένων· ἐπ’ ἐνίων δ’ οὐ ῥᾴδιον. οὐ μὴν ἀλλ’ ἴσως χρή εἰ καὶ μὴ ὀνόματι ἑνὶ δυνατὸν αὐτὰ περιλαβεῖν, ἀλλὰ λόγῳ γε σαφῶς περιορίζοντας ἐπιφέρειν· γνώριμον γὰρ καὶ τοῦτο καὶ ἧττον ἀφορμὰς παρέχον ἀμφισβητήσεως.
53
ἐὰν δέ τις χωρὶς τοῦ τὴν πίστιν διὰ τῶν καθ’ ἕκαστα ποιήσασθαι τοῦ καθόλου τὸ καθόλου λαμβάνῃ, ἀνανεύοντος δὲ ἔνστασιν ἀπαιτῇ, οὐκ εὔλογος ἡ ἔνστασις·
δεῖ γὰρ ἐπάγοντα πρῶτον οὕτως τὴν ἔνστασιν ἀπαιτεῖν.
τὴν ἔνστασιν.
τὴν ὁμωνυμίαν ἐπὶ τούτων τὴν ἐρώτησιν ποιεῖσθαι, ἃ ἔξω πίπτει τῆς πρὸς τὰ μὴ οὕτως ἔχοντα ὁμωνυμίας, ὡς ἐπὶ τοὐ τοῦτό τι ἔχειν,
πῶς ἔχει, εἰ ὡς μέρος ἐν αὑτῷ ἢ ὡς ἕξιν ἢ ὡς πάθος ἢ ὡς κτῆμα.
προστίθησι πῶς, εἰ μὴ ἐπί τινος ὁμωνύμου ἡ ἔνστασις γένοιτο ἀλλ’ ἐπί τινος τῶν ὑπὸ τὸ καθόλου, ὃ λαβεῖν βουλόμεθα διὰ τῆς ἐπαγωγῆς, φυλαξόμεθα καὶ τὴν τοιαύτην ἔνστασιν καὶ περανοῦμεν τὸ προκείμενον. ἐπὶ γὰρ τούτου ἀφαιροῦντας ἀξιοῖ ἐκεῖνο ἀπὸ τοῦ καθόλου,
καθ’ ὃ ἡ ἔνστασις γίνεται, ἢ προσδιορίζοντας περὶ τοῦ καταλειπομένου
ἐρωτᾶν καθόλου. οἷον εἰ δι’ ἐπαγωγῆς ἡμῖν λαμβάνουσιν, ὅτι λήθη ἐστὶν ἡ τῆς ἐπιστήμης ἀποβολή, ἐνίσταταί τις λέγων τοὺς ἔχοντάς τινος πράγματος ἐπιστήμην μεταβάλλοντος τοῦ πράγματος ἀποβάλλειν μὲν τὴν ἐπιστήμην αὐτοῦ μὴ μέντοι ἐπιλελῆσθαι, ἀφελόντα χρὴ τοῦτο, καθ’ ὃ ἡ ἔνστασις, τὸ λοιπὸν καθόλου λαβεῖν. ἀφαιροῖτο δ’ ἄν, εἰ προσθείημεν τῷ τὴν τῆς ἐπι-
57 στήμης ἀποβολὴν λήθην εἶναι ‘σωζομένου τοῦ πράγματος᾿· ὁ γὰρ τοιοῦτος διορισμὸς προστεθεὶς τήν τε ἔνστασιν ἀναιρεῖ καὶ τοῦ τὸ προκείμενον λαβεῖν αἴτιος γίνεται.
μείζονι ἀγαθῷ.
γίνεται καὶ τὸ τούτῳ ἐναντίον κακὸν μεῖζον τοῦ ἐναντίου τῷ ἐλάττονι ἀγαθῷ κακοῦ τῷ συνεπιφερομένῳ ὑπὸ τοῦ μείζονος. διὰ τοῦτο γὰρ καὶ τὸ <τῇ εὐεξίᾳ> ἐναντίον κακὸν οὐκ ἔστι μεῖζον τοῦ τῇ ὑγείᾳ ἐναντίου κακοῦ·
καίτοι μεῖζον ἡ εὐεξία τῆς ὑγείας, ἀλλὰ διὰ τοῦτο μεῖζον, ὅτι συνεπιφέρει τὴν ὑγείαν· ἀδύνατον γάρ τινα εὐεκτεῖν μὲν μὴ ὑγιαίνειν δέ. ὡς δὲ ἡ
εὐεξία μεῖζον ἀγαθὸν τῆς ὑγείας, ὅτι συνεπιφέρει αὐτήν, οὕτω πάλιν ἡ νόσος, ἥτις ἐστὶν ἐναντία τῇ ὑγείᾳ, τῷ συνεπιφερομένῳ ἀγαθῷ ὑπὸ τῆς εὐεξίας, μεῖζον κακὸν τῆς καχεξίας, ἥτις ἐστὶν ἐναντία τῇ εὐεξίᾳ, ὅτι καὶ αὐτὴ συνεπιφέρει τὴν καχεξίαν· πᾶς γὰρ ὁ νοσῶν ἐν καχεξία ἐστίν.
60
τίνες δὲ τῶν προτάσεων τῶν καθόλου διορισμοῦ τοιούτου δέονται, ἐδήλωσε
61 καθόλου· αἱ γὰρ ἐπὶ τὶ μὲν ἀληθεῖς ἐπὶ τὶ δὲ ψευδεῖς· ποῖαι δέ εἰσιν αὗται, ἐν τοῖς Ἀναλυτικοῖς εἴρηται. ἐπὶ γὰρ τῶν τοιούτων ἔνεστι τῷ διορισμῷ προστιθεμένῳ ἀφελόντας τὸ ψεῦδος ἔχειν τὸ καταλειπόμενον ἀληθές· ἡ γὰρ πρότασις ἡ λέγουσα ‘πᾶσα ἀποβολὴ ἐπιστήμης λήθη ἐστίν’
οὐ καθόλου ἀληθής, ἀλλὰ σωζομένου τοῦ πράγματος.
ὡς ὁμολογουμένῳ καὶ ἐνδόξῳ· διαλεκτικὴ γάρ, τουτέστιν ἔνδοξος πρότασίς ἐστι, πρὸς ἣν δεικνυμένην ἐπὶ πολλῶν ὅτι οὕτως ἔχει μὴ φέρεται ἔνστασις.
καὶ διὰ τοῦ ἀδυνάτου συλλογίσασθαι.
εἰς ἀδύνατον ἀπαγωγῆς, ὡς ἐδείχθη ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν.
ἐν δὲ ταῖς διαλέξεσι χρησιμώταται αἱ δεικτικαὶ δείξεις· τὰ γὰρ αὐτὰ εὐκολώτερον δίδοταί τε καὶ συγχωρεῖται μηδέπω ὄντος γνωρίμου τοῦ δεικνυμένου δι’ αὐτῶν. ἐπὶ μὲν οὖν τῆς δεικτικῆς μετὰ τὴν λῆψιν τῶν προτάσεων φανερὸν τὸ συμπέρασμα· ἐπὶ δὲ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς
φανεροῦ ὄντος τοῦ ὀφείλοντος δειχθῆναι· τὸ γὰρ ἀντικείμενον τῇ 64 ὑποθέσει δεῖξαι βούλεται ἡ τοιαύτη ἀπόδειξιες. ὅταν οὗν προσληφθείσης
τῆς ἑτέρας τῶν προτάσεων τῇ ὑποθέσει δεικνύηταί τι [ὅτι] ἀδύατον, οὗ τῇ ἀναιρέσει ὡς ἀδυνάτου κατασκευάζεται τὸ ἀντικείμενον τῆς ὑποθέσεως, οὔ φασι τὸ δειχθὲν καὶ συναχθὲν ἀδύνατον εἶναι, ὁρῶντες ὅτι τούτου
δειχθέντος εἶναι ἀδύνατον δείκνυται τὸ τῆς ὑποθέσεως ἀντικείμενον, καὶ ὃ ἔδοσαν ἂν ἁπλῶς αἰτούμενοι ὡς ἀληθές, τοῦτο οὐ διδόασι τότε ὁρῶντες
τὸ συμβησόμενον δοθέντος αὐτοῦ. καὶ καθόλου ἐπὶ μὲν τῆς δεικτικῆς δείξεως οὐδεμία ἐστὶν ἐνστάσεως χώρα μετὰ τὸ διὰ συλλογισμοῦ δειχθῆναι τὸ συμπέρασμα· ἐπὶ δὲ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς μετὰ τὸ συναχθῆναι
συλλογιστικῶς ἔτι ἐνστάσεώς ἐστι χώρα τῷ μὴ δείκνυσθαι διὰ τοῦ συλλογισμοῦ τὸ προκείμενον ἀλλὰ τὸ τὸ συλλογισθὲν ἀδύνατον εἶναι, τοῦτο κατασκευάζειν τὸ προκείμενον, ὃ ἦν τὸ τῇ ὑποθέσει ἀντικείμενον.
65
ὡς ἐπὶ πολλῶν μὲν φανερῶς καὶ ὁμολογουμένως οὕτως ἔχειν, ἔνστασιν δὲ ἢ ὅλως μὴ ἔχειν ἢ μὴ πρόχειρον καὶ εὔκολον εὑρεθῆναι ἔχειν. οὕτως γὰρ ἂν λαμβάνοι αὐτὰς παρὰ τοῦ προσδιαλεγο|μένου· μὴ δυνάμενος 66 γὰρ συνορᾶν ἐπὶ τίνος οὐχ οὕτως ἔχει, συγχωρεῖ τοῖς καθόλου ἀξιουμένοις.
67
μὴ συχωρήσαντος ὅτι ἡ ἡδονὴ ἀγαθὸν οὐδ᾿ ὅλως ἔσται συλλογισμός. εἰ γὰρ τὰς μὲν ἄλλας προτάσεις χάριν τοῦ συμπεράσματος ἐρωτᾷς, ἵν᾿ ἐκ τούτων συνάξῃς αὐτό, προενέγκῃς δὲ τὸ συναχθήσόμενον ὡς ἐρώτημα, ὁ δὲ ἀπαρνήσεται, οὐδ᾿ ὅλως ποιεῖς συλλογισμόν. πολλάκις γὰρ ἀρνεῖται 68 ὁ προσδιαλεγόμενος καὶ μὴ ἐρωτῶντός σου τὸ συμπέρασμα ἀλλ’ ἐπιφέροντος καὶ συνάγοντος αὐτὸ ὡς συμβαῖνον ἐκ τῶν προκειμένων
προτάσεων· καὶ τοῦτο, ἤγουν τὸ ἀρνεῖσθαι, ποιοῦντες οὐ δοκοῦσιν ἐλέγχεσθαι τοῖς μὴ ἀκριβέσι διαλεκτικοῖς· εἰ γὰρ μὴ εἴη ἀκριβὴς διαλεκτικός,
οὐκ ἄν ἀπελέγξειεν αὐτὸν μὴ λέγοντα καλῶς. ὅταν οὖν ὁ ἐρωτῶν ἐρωτήσῃ τὸ συμπέρασμα καὶ μὴ προδιομολογήση ὅτι συνήχθη ἐκ τῶν δοθεισῶν προτάσεων, ὁ δὲ ἀποκρινόμενος ἀρνήσηται, φανερὸν ὅτι οὐδ’ ὅλως ἄν γένοιτο συλλογισμός.]
69
διαλεκτική ἐστι πρότασις τὸ τί ἐστιν ἄνθρωπος, ἀλλ’ οὐδὲ τὴν ἀρχὴν
πρότασις. τῶν δὲ εἰρημένων ἐν τῷ πρώτῳ καὶ νῦν ἡμᾶς ὑπομιμνήσκει· καὶ γὰρ ἐν ἐκείνῳ εἶπε μὴ εἶναι διαλεκτικὰς ἐρωτήσεις τὰς τί ἐστι τὸ προκείμενον ἐξεταζούσας, ἃ πύσματα ἔθος λέγειν τοῖς νεωτέροις, ἐπεὶ εἶπεν ἐν ἐκείνοις τὴν διαλεκτικὴν πρότασιν ἐρώτησιν ἀντιφάσεως εἶναι· οὐ
τοιαῦται δὲ αἱ ἐρωτήσεις αὗται. ὅμως δὲ τὸ τί ἐστιν ἄνθρωπος ἐρώτημά τί ἐστιν, εἰ ὁ ἐρωτῶν ἀξιοῖ πρὸς τοῦ προσδιαλεγομένου μαθεῖν τὴν
τοῦ ἀνθρώπου οὐσίαν οὕτως καὶ ἐπὶ τοῦ δευτέρου τὴν διαίρεσιν. καὶ διὰ τί αἱ τοιαῦται ἐρωτήσεις οὐκ εἰσὶ διαλεκτικαί, προσέθηκεν· ἔστι γὰρ πρότασις διαλεκτικὴ πρὸς ἣν ἔστιν ἀποκρίνασθαι ναὶ ἢ οὔ. ὅτι
δὲ πρὸς τὰς εἰρημένας ἐρωτήσεις οὐχ οἷόν τε οὕτως ἀποκρίνασθαι, προδήλως διδάσκει· αἱ γὰρ τοιαῦται ἐρωτήσεις μαθεῖν βουλομένων, οὐ διαλεγομένων. πῶς δ’ ἔνεστι καὶ τὰ τοιαῦτα τῶν ἐρωτημάτων εἰς τὸν δια-
70 ἐρωτώμενα ἐνδιατρίβει ταῖς ἐρωτήσεσιν, ἁμαρτάνει, ὅτι μὴ ἐπιτιμᾷ αὐτῷ καὶ ἀφίσταται ἀπ’ αὐτοῦ ὡς οὐ διαλεγομένου. ἕκαστον δὲ τούτων ἔστιν
εὑρεῖν παρὰ Πλάτωνι. οὐ δεῖ δὲ ἡγεῖσθαι αὐτὸν ἐναντιούμενα λέγειν τοῖς εἰρημένοις περὶ τῆς κρύψεως, ὅτι δεῖ πολλὰς ἐρωτᾶν προτάσεις καὶ
ἐναλλάσσοντα αὐτὰς τιθέναι· οὐ γὰρ ἦν ταῦτα ἐπὶ ἑνὸς λεγόμενα λόγου, ἀλλ’ ἐπὶ τοῦ ἐν ᾧ προσυλλογισμῶν ἔδει.
αὐτῷ λέγειν· ἐπιχειρεῖν δὲ λέγει τὸ ἐρωτᾶν τε καὶ συλλογίζεσθαι· τὸ
γὰρ ἐπιχείρημα διαλεκτικός ἐστι συλλογισμός· ὑπέχειν δὲ λέγει τὸ ἀποκρίνεσθαι. φησὶν οὖν τὰ αὐτὰ τῶν προβλημάτων ἰοῖς μὲν ἐρωτῶσί τε καὶ βουλομένοις δεικνύναι χαλεπὰ καὶ δύσδεικτα, τοῖς δὲ ἀποκρινομένοις ῥᾴδια πρὸς ἔνστασιν· ῥᾷον γὰρ ἐμποδίσαι τὸ χαλεπὸν δειχθῆναι τοῦ δεῖξαι·
διὰ γὰρ τοῦτο χαλεπόν, ὅτι μὴ ῥᾴδιον ληφθῆναι τὰ δι’ ὧν δείκνυται· οὐ
ῥᾴδιον δὲ διὰ τὸ πολλὰς ἔχειν ἐνστάσεις. καὶ εἰκότως· ὃ γὰρ χαλεπὸν τῷ ἐρωτῶντι, τοῦτο τῷ ἀποκρινομένῳ ῥᾴδιον, ὅτι ἔστιν αὐτοῖς ἡ σπουδὴ περὶ ἀντικειμένων, τῷ μὲν συλλογίσασθαι τὸ τοῦ τιθεμένου ἀντικείμενον, τῷ δὲ κωλῦσαι τοῦτο. τίνα δέ ἐστι τοῖς μὲν ἐπιχειροῦσι Χαλεπὰ δειχθῆναι
τῶν προβλημάτων τοῖς δὲ ἀποκρινομένοις ῥᾴδια, προστίθησι· φησὶ γὰρ τοιαῦτα εἶναι τά τε φύσει πρῶτα καὶ τὰ ἔσχατα. φύσει μὲν
οὖν πρῶτα αἱ ἀρχαί· ἔσχατα δὲ τὰ πολὺ τῶν ἀρχῶν διεστῶτα. οὐχ ἡ αὐτὴ δὲ ἀμφοτέροις αἰτία τῆς χαλεπότητος ἀλλ’ ἀντικειμένη. τὰ μὲν γὰρ πρῶτα <τὸ> χαλεπὸν ἔχει, ὅτι μὴ οἷόν τε καὶ αὐτὰ δι’ ἄλλων δεικνύναι τῷ τὰ
μὲν δεικνύμενα δείκνυσθαι διὰ πρώτων, τῶν δὲ πρώτων (γίνεται γὰρ ἡ τῶν ἀρχῶν γνῶσις οὐ δι’ ἀποδείξεως ἀλλὰ δι’ ὅρου) * * * * . ὡρίσθαι γὰρ δεῖ τὴν [πρώτην] ἀρχὴν τί ποτέ ἐστιν, καὶ τοῦτο αὐτὴν ὑποθέμενον εἶναι χρῆσθαι
αὐτῇ εἰς τὴν δεῖξιν τῶν μετ’ αὐτήν. ὁρίζεσθαι δὲ οὔτε αὐτοὶ ἀξιοῦσιν οἱ ἀποκρινόμενοι (οὐδὲ γὰρ τὴν ἀρχὴν διαλεκτικοῦ τὸ ἐρωτᾶν καὶ
ἀξιοῦν λαμβάνειν παρὰ τοῦ ἀποκρινομένου τὸ τί ἐστι τὸ προτεινόμενον), 72 οὔτε τοῖς ἐπιχειροῦσι συγχωροῦσι ὁρίζεσθαι καλῶς, οὐδ’ ἀπ’ ἄλλου τινὸς μὴ ἀγνοουμένου πράγματος οἷόν τε περὶ αὐτοῦ δεικνύναι τι καὶ συλλογίζεσθαι. μάλιστα δ’ ἐπὶ τῶν ἀρχῶν τοῦτο συμβαίνει τῷ διὰ τούτων μόνων
αὐτάς τε γνωρίμους γίνεσθαι καὶ ἀπὸ τούτων γίνεσθαι τοὺς πρὸς τὰ ἄλλα
συλλογισμούς· ἀδύνατον δὲ χρῆσθαι ταῖς ἀρχαῖς ἀγνοουμέναις. τὰ μὲν οὗν πρῶτα τῇ φύσει διὰ τοῦτο δυσεπιχείρητα καὶ οὐ ῥᾴδια δειχθῆναι. τὰ δ’ ἔσχατα ὅτι διὰ πολλῶν μέσων δείκνυται· τῷ γὰρ ἀπὸ τῶν ἀρχῶν τε καὶ πρώτων ἠρτῆσθαι τὴν γνῶσιν τούτων, ἢν μὴ ἀπὸ τούτων ἡ πρόοδος ἐπ’ αὐτὰ γίνηται, διὰ δέ τινων προσεχῶν, ἀσαφεῖς οἱ λόγοι καὶ τὰ ἐρωτώμενα
αἰτίας δεόμενα. εἰ μὲν οὖν συνεχεῖς τις ἀπὸ τῶν ἀρχῶν προτάσεις λαμβάνοι, χαλεπὸν διὰ τὸ πλῆθος τῶν λαμβανομένων· πολλῶν γὰρ λαμβανομένων πολλῶν καὶ ἐνστάσεων ἀφορμαί. εἰ δ’ ὑπερβαίνων καὶ <οὐ> συνάπτων ταῖς ἀρχαῖς, ψευδεῖς καὶ σοφισματώδεις προτάσεις φαίνονται καὶ οὐ δεικνύουσι τὸ προκείμενον· ῥᾴδιον δὲ πρὸς τὰς φαινομένας τοιαύτας
ἐνίστασθαι. λέγει δὲ εἶναι δυσεπιχείρητα καὶ τὰ σφόδρα ἐγγὺς τῆς
ἀρχῆς. ἔστι δὲ ταῦτα χαλεπὰ κατὰ τὸ ἐναντίον, ᾗ τὰ μὲν πόρρω διὰ τὸ πλῆθος τῶν μέσων, τὰ δ’ ἐγγὺς δι’ ὀλιγότητα· διὰ γὰρ τὸ μὴ εἶναι αὐτῶν μέσα, ἢ εἶναι μὲν ὀλίγα δέ, οὐ φανερὰ ἀλλὰ δύσκολος ἡ δεῖξις αὐτῶν. ἔτι διὰ τὴν ἐγγύτητα φαντασίαν ἀποτελοῦσιν οἱ περὶ τῶν τοιούτων
λέγοντες ὡς τὸ ἐν ἀρχῇ αἰτούμενοι.
φησί, δυσεπιχειρητότατοι οἱ διὰ τούτων ἀποδεδομένοι ἃ ἄδηλά ἐστι δι’ ἀσάφειαν εἴτε ὁμώνυμά ἐστι καὶ τῶν πολλαχῶς λεγομένων εἴτε μή, ἢ διὰ τοιούτων ἃ μὴ γνώριμά ἐστιν εἴτε ὡς κύρια εἴληπται εἴτε ὡς 74 κατὰ μεταφοράν. εἴρηκε γὰρ ἐν τῷ ἕκτῳ μὴ καλῶς ὁρίζεσθαι μήτε συ ου 75 τοὺς δι’ ὁμωνύμων ὁριζομένους μήτε τοὺς μεταφορικῶς. ὅταν οὖν ἄδηλον ᾖ εἴτε ὁμώνυμόν ἐστι τὸ ὄνομα εἴτε μή, δυσεπιχείρητον γίνεται· ὁμοίως καὶ εἰ κυρίως τοῦ προκειμένου ἢ κατὰ μεταφορὰν εἰρημένου· διότι μὲν γάρ ἐστιν ἀσαφῆ <εἴτε ἁπλῶς λέγεται> εἴτε ὁμωνύμως, δυσεπιχείρητα, διότι
δὲ ἄδηλα <εἴτε κυρίως> εἴτε κατὰ μεταφορὰν λέγεται, δυσεπιτίμητα. τοιοῦτός ἐστιν ὁ λόγος, εἴ τις ὁρίζει τὴν μονάδα τὸ ἐν ἀριθμοῖς ἄπειρον ἢ τὸ σημεῖον τὸ ἐν συνεχεῖ ἄπειρον· τὸ γὰρ ἄπειρον κατ’ ἀμφότερα ἀσαφές· οὕτε γὰρ γνώριμον εἰ ἁπλοῦν ἐστιν ἢ ὁμώνυμον, οὔτε φανερόν ἐστιν εἴτε κυρίως εἴτε μεταφορικῶς αὐτῷ κέχρηται. βούλεται γὰρ λέγειν τὸ πέρας μὴ ἔχον·
ἄδηλον δὲ εἰ κυρίως ἄπειρον τὸ τοιοῦτον.
ἐν τῷ λόγῳ εἴτε μεταφορικῶς λεγόμενον, νῦν καθόλου περὶ αὐτῶν ἀντιστρέφει λέγων δι’ ἃς αἰτίας δυσεπιχείρητα τῶν προβλημάτων ἐστὶ τὰ τοιαῦτα. ὅταν γὰρ ἄδηλον μὲν ᾖ κατὰ τί πρὸς αὐτὸ χρὴ τὴν ἐπιχείρησιν ποιεῖσθαι, δυσεπιχείρητον τὸ τοιοῦτον. πᾶν δὲ τὸ δυσεπιχείρητον τοιοῦτόν
ἐστιν ἢ διὰ τὸ ὅρου δεῖσθαι (διὸ εἶπε τὰ πρῶτα τῇ φύσει δυσεπιχείρητα
εἶναι) ἢ τῶν πολλαχῶς λεγομένων ἔχειν τι ἐν ἑαυτῷ ἢ τῶν κατὰ μεταφορὰν λεγομένων ἢ διὰ τὸ ἐγγὺς τοῦ πρώτου εἶναι. λέγει δὲ τὰ τοιαῦτα ἀπορίαν ἐμποιεῖν μάλιστα καὶ πρῶτον διὰ τὸ ἄδηλον εἶναι τὸ προκείμενον, κατὰ τί τούτων χρὴ τὴν ἐπιχείρησιν τὴν πρὸς αὐτὸ ποιεῖσθαι, καὶ κατὰ τί ἡ ἐν αὐτῷ δυσχέρεια, πότερον διὰ τὸ ὅρου δεῖσθαι
77 ἢ διὰ τὸ ὁμώνυμά τινα ἔχειν ἢ μεταφορὰν ἢ διὰ τὸ ἐγγὺς εἶναι τῆς ἀρχῆς. δεῖ οὖν εἰδέναι ὅτι παρά τι τούτων τὸ δυσεπιχείρητόν ἐστι· τούτου γὰρ ὄντος γνωρίμου ζητήσομεν κατὰ τί τούτων τὸ προκείμενον δυσεπιχείρητόν ἐστιν. εἰ μὲν γὰρ παρὰ τὸ ὅρου τινὸς δεῖσθαι τὸ πρόβλημα φαίνεται,
πειρασόμεθα ὁρίζειν· εἰ δὲ δι’ ὁμωνυμίαν, διαιρεῖσθαι· εἰ δὲ † μεταφορικῶς
εἰρῆσθαι τοῦτο, δεικνύναι· εἰ δὲ παρὰ τὸ ἐγγὺς τῶν ἀρχῶν εἶναι, ζητεῖν τοὺς μεταξὺ ὅρους δι’ ὧν δειχθῆναι δυνήσεται.
ἀληθές, εἰ μὴ καλῶς εἴη ὁ ὁρισμὸς ὁ τῶν ἐν αὐτῷ πραγμάτων ἀποδεδομένος. ὅτι γὰρ ἓν ἑνὶ ἐναντίον ἐστίν, οὐχ οἷόν τε δεικνύναι μὴ καλῶς
ὁρισθέντων τῶν ἐναντίων. ἂν γάρ τις λέγῃ ἐναντία εἶναι τὰ πολὺ ἀλλήλων διεστῶτα ἢ τὰ ἀλλήλων ἀναιρετικά, οὐχ οἷόν τε ἀπὸ τούτων ὁρμώμενον δεῖξαι ἓν ἑνὶ ἐναντίον· δύναται γὰρ καὶ πολλὰ πολὺ ἀφεστῶτα ἀλλήλων λαμβάνεσθαι, τοῦτο μὲν ἐν τῷ αὐτῷ γένει· τὸ γὰρ ξανθὸν καὶ τὸ ὠχρὸν πολὺ
τοῦ λευκοῦ διεστᾶσι, ἀλλὰ καὶ ἀναιρετικά εἰσι τοῦ λευκοῦ, κἀκεῖνο τούτων·
ἔστι δὲ πολὺ διεστῶτα καὶ ἐν διαφόροις γένεσι λαμβάνειν. ἀποδοφέντος δὲ αὐτῶν τοῦ λόγου, ὅτι τὰ πλεῖστον ἀλλήλων διεστῶτα ἐν τῷ αὐτῷ γένει, ***** · πλεῖστον δὲ ἀλλήλων διεστάναι οὐχ οἷόν τε πλείω τῶν δύο· ἓν γὰρ ἑνὶ τὸ πλεῖστον διεστώς.
καλῶς, ῥᾴδιόν ἐστι συμβιβάσαι καὶ ἀποδεῖξαι πότερον ἐνδέχεται
τῷ αὐτῷ ὑποκειμένῳ πλεῖστα ἐναντία ἢ οὔ. εἰ γὰρ ἀποδοθείη λόγος ὅτι ἐναντία εἰσὶ τὰ κατὰ πολὺ ἀλλήλων διεστηκότα φθαρτικὰ ἀλλήλων ὄντα καὶ εἰς ἄλληλα πεφυκότα μὴ μεταβάλλεσθαι, ἐπεὶ τὰ ἄκρα δύο εἰσίν, ἃ καὶ πλεῖστον ἀλλήλων διέστηκε, καὶ οὐ πλείω, δῆλον ὅτι ἓν ἑνὶ
ἐναντίον ἐστί.]
μαθήμασιν ἔνια δι’ ὁρισμοῦ ἔλλειψιν δυσαπολόγητά ἐστιν· τὸ γὰρ
οὐ ῥᾴδιον ἀπογράφεσθαι εἶπεν ἀντὶ τοῦ ‘οὐ ῥᾴδιον ἀποδείκνυσθαι’, συνιστὰς ὅτι ἐν πολλοῖς τῶν ὄντων προβλήμασιν ὁρισμοῦ δεῖ. παραδείμα|τι δὲ τοῦδε ὡς δεικνυμένῳ καὶ ἀσαφεῖ κέχρηται τῷ ὅτι ἡ παρὰ
τὴν πλευρὰν τέμνουσα τὸ ἐπίπεδον ὁμοίως διαιρεῖ τήν τε γραμμὴν καὶ τὸ χωρίον. ἔστι δὲ τὸ λεγόμενον, ὅτι ἐὰν ἐπίπεδον
παραλληλόγραμμον ᾖ, ἀχθῇ δ’ ἐν αὐτῷ μιᾷ τῶν πλευρῶν παράλληλος, ἡ παράλληλος ὁμοίως διαιρεῖ τὴν γραμμὴν καὶ τὸ πᾶν χωρίον, τουτέστιν ἐν τῇ αὐτῇ ἀναλογίᾳ. τοῦτο γὰρ ὁμοίως μὲν λεγόμενον οὐκ ἔστι γνώριμον·
ῥηθέντος μέντοι τοῦ ὁρισμοῦ τοῦ ἀνάλογον γνώριμον γίνεται ὅτι ἀνάλογον ὑπὸ τῆς ἀχθείσης παραλλήλου τέμνεται ἥ τε γραμμὴ καὶ τὸ
χωρίον. ἔστι δὲ ὁρισμὸς τῶν ἀναλόγων, ὣ οἱ ἀρχαῖοι ἐχρῶντο, οὗτος· ἀνάλογον ἔχει μεγέθη πρὸς ἄλληλα ὧν ἡ αὐτὴ ἀνθυφαίρεσις· αὐτὸς δὲ τὴν ἀνθυφαίρεσιν ἀνταναίρεσιν εἴρηκε. τὰ δ’ ἀνάλογον ἔχοντα πρὸς ἄλληλα
καὶ ὁμοίως ἔχειν πρὸς ἄλληλα λέγεται· διὸ εἶπεν ἔστι δὲ ὁρισμὸς τοῦ αὐτοῦ λόγου οὗτος ἀντὶ τοῦ ‘ἕστι δὲ ὁρισμὸς τοῦ ἀνάλογον’. οὗ ῥηθέντος
τοῦ ὅρου δῆλον γίνεται ὅτι ἡ παράλληλος ἀγομένη πλευρᾷ ἐν παραλληλογράμμῳ χωρίῳ ὁμοίως τέμνει καὶ ἀνάλογον τήν τε γραμμὴν καὶ τὸ χωρίον.
τινα διὰ τὸ ἐλλιπῆ τὸν ὅρον ἀποδοθῆναι. οἷον ἡ γραμμὴ ἡ τέμνουσα τὸ ἐπίπεδον, ἤτοι τὸ ἐμβαδὸν τοῦ χωρίου, παρὰ τὴν πλευράν, ἐπεὶ τέμνει
καὶ τὴν πλευράν, ὁμοίως διαιρεῖ τήν τε γραμμήν, ἤτοι τὴν πλευράν, καὶ τὸ ἐμβαδόν. γραμμὴν δὲ λέγει τήν τε εὐθεῖαν τὴν τέμνουσαν τὴν πλευρὰν τοῦ ἐπιπέδου καὶ αὐτὴν τὴν τεμνομένην πλευράν. ἐλλιπὴς οὖν ἐστιν οὗτος ὁ ὅρος, ὅτι γραμμὴν εἴρηκε καὶ τὴν ἀγομένην παρὰ τὴν πλευρὰν εὐθεῖαν
καὶ τὴν τεμνομένην πλευράν. εἴη δ’ ἂν τέλειος ὁ ὅρος, εἰ οὕτως ἐλέγετο·
ἡ παρά τινα πλευρὰν τοῦ τετραγώνου ἢ τοῦ παραλληλογράμμου ἀγομένη εὐθεῖα ὁμοίως τέμνει τό τε ἐμβαδὸν τοῦ χωρίου καὶ τὴν πλευράν.]
ἂν εἴη καὶ τὰ ἐγγὺς τῆς ἀρχῆς καὶ τὰ δι’ ἐκείνων μόνων δεικνύμενα), εἰ
μὲν εἶεν οἱ ὁρισμοὶ τῶν ἀρχῶν γνώριμοι, οἷον τί σημεῖον, τί γραμμή, τί κύκλος, τί τρίγωνον, δι’ ὧν δείκνυται τὰ πρῶτα θεωρήματα, ῥᾴδια δειχθῆναι, οὐ διὰ πολλῶν δὲ τῷ μὴ πολλῶν τῶν μέσων, δι’ ὧν ἡ δεῖξις, εὐπορίαν εἶναι ἐπ’ αὐτῶν διὰ τὸ πλησίον τῶν ἀρχῶν, ὡς ἤδη προείρηται, εἶναι αὐτὰ καὶ διὰ τούτων δείκνυσθαι μόνων· εἰ δὲ μὴ εἶεν ὡρισμέναι αἱ
ἀρχαί ἢ χαλεπὸν ἢ καὶ ἀδύνατον περὶ τούτων ἀπόδειξιν γίνεσθαι. εἰπὼν δὲ περὶ τῶν κατὰ τὰ μαθήματα δείξεων καὶ τὸ χρήσιμον τὸ πρὸς τὰς ἀποδείξεις τῶν ὅρων συστήσας καὶ διὰ τούτου, φησὶν ὁμοίως τούτοις καὶ ἐπὶ τῶν λόγων ἔχειν, λόγους λέγων τὰς ἐπιχειρήσεις τὰς ἐν τῷ διαλέγεσθαι. δεῖ δέ. φησί, μὴ λανθάνειν ὅτι τὰ δυσεπιχείρητα τῶν προβλημάτων
πέπονθέ τι τῶν εἰρημένων.
ἔργον διαλεγῆναι.
προτάσεων. ἔστι δὲ ὃ ζητεῖ τοιοῦτον· ἄν ᾖ χαλεπώτερον, τουτέστι δυσκολώτερον, τὸ δεῖξαι τὴν λαμβανομένην εἰς τὸ προκείμενον πρόβλημα πρότασιν, ὅτι οὕτως ἔχει, τοῦ προβλήματος αὐτοῦ, τί χρὴ ποιεῖν ; πότερον ἐπιχειρητέον καὶ
εἰς τὴν πρότασιν καὶ πρόβλημα [τὴν] αὐτὴν ποιητέον, ἢ αὐτὴν μὲν θετέον χωρὶς δείξεως <ὡς> οὕτως ἔχουσαν, τὸ δ’ ἐξ ἀρχῆς προκείμενον μόνον δεικτέον
ἔχον τὴν ἀπορίαν; ἄν μὲν γὰρ καὶ τὴν πρότασιν δεικνύῃ, δόξει μεῖζον ἔργον ἐπεισκυκλεῖν τοῦ προκειμένου· ἄν δὲ μὴ δείξας † οὕτως ἐχούσης ἀξιώσῃ χρῆσθαι πρὸς τὸν τοῦ προβλήματος συλλογισμόν, δόξει δεικνύναι τε καὶ συλλογίζεσθαι καὶ ἀξιοῦν πιστεύειν τὸν ἀποκρινόμενον τῷ δεικνυμένῳ
84 δι’ ἧττον πιστῶν. θεὶς δὲ τὴν ἀπορίαν αὐτὸς αὐτὴν διαιτᾷ, καὶ φησίν, ὅτι εἰ μὲν δέον μὴ ποιεῖν χαλεπώτερον τὸ πρόβλημα, θετέον τὴν πρότασιν καὶ χρηστέον αὐτῇ χωρὶς δείξεως x003E; οὕτως ἐχούσῃ πρὸς τὸ προ | κείμενον· 85 μένον· εἰ δὲ δεῖ τοὺς συλλογισμοὺς καὶ τὰς τῶν προβλημάτων προτάσεις
ἀεὶ διὰ γνωριμωτέρων ποιεῖσθαι, οὐ δεῖ χρῆσθαι ταῖς τοιαύταις προτάσεσιν ἄνευ δείξεως. διὸ ἐπιφέρει τὸ δεῖν ἐν μὲν ταῖς διδασκαλίαις μηδὲν τιθέναι, ὃ μὴ γνώριμον καὶ πρῶτόν ἐστι τοῦ δεικνυμένου δι’ αὐτοῦ· αἱ γὰρ ἐπιστημονικαὶ γνώσεις διὰ τοιούτων. ἐν δὲ τοῖς διαλόγοις καὶ ταῖς
γυμνασίας χάριν γινομέναις ἐπιχειρήσεσι χρηστέον καὶ τοιαύταις προτάσεσιν,
ἄν μόνον ἀληθεῖς φαίνωνται· οὐ γὰρ μόνον δι’ ὁποίων προτάσεων χρὴ διδάσκειν τε καὶ συλλογίζεσθαι· οὐδὲν γὰρ ἔλαττον ἔσται τὸ προκείμενον αὐτῶν καὶ τούτων χωρὶς δείξεως συγχωρουμένων· ὁ μὲν γὰρ ἀποδεικνύς τε καὶ διδάσκων διὰ πρώτων τε καὶ γνωρίμων ποιεῖται τοὺς συλλογισμούς, ὁ δ’ ἐπιχειρῶν δι’ ἐνδόξων. προκειμένου γὰρ δεῖξαι ὅτι πᾶσα ἡδονὴ ἀγαθόν,
ὁ μὲν διαλεκτικὸς χρήσαιτ’ ἄν τῷ πᾶσαν ἡδονὴν εἶναι κατὰ φύσιν ὡς ἐνδόξῳ προτάσει· ᾗ προσλαβὼν τὸ πᾶν τὸ κατὰ φύσιν ἀγαθὸν εἶναι, ἔνδοξον καὶ αὐτὴν πρότασιν, δείξει τὸ προκείμενον. ὁ δ’ ἀποδεικνὺς ζητήσει πῶς πᾶσα ἡδονὴ κατὰ φύσιν, καὶ δείξει ὅτι ἐνέργεια τῆς κατὰ φύσιν δυνάμεως ἀνεμπόδιστος· τίς δὲ ἡ κατὰ φύσιν δύναμις καὶ πῶς ἐνέργεια,
πλείονος λόγου δόξει δεῖσθαι τοῦ ἐξ ἀρχῆς προκειμένου. σημειωτέον δὲ
ὅτι ἀξιώματα λέγει καὶ τὰς δεομένας ἀποδείξεως προτάσεις, ἀλλ’ οὐ μόνας τὰς ἀναποδείκτους, ὡς ἔθος αὐτῷ λέγειν ἐν τοῖς ‘Υστέροις ἀναλυτικοῖς. δοκεῖ δέ τι ἡ λέξις ἀκατάλληλον ἔχειν ἡ ὅταν δὲ ᾖ πρὸς τὸ ἀξίωμα καὶ τὴν πρότασιν μεῖζον εἶναι διαλεγῆναι, ὅτι προσθεὶς τὸ ᾖ τὸ
εἶναι πάλιν ἐπήνεγκεν. ἔστι δὲ ὁ νοῦς τῶν εἰρημένων ‘ὅταν δὲ ᾖ πρὸς
τὸ ἀξίωμα μεῖζον ἔργον διαλεγῆναι ἢ πρὸς τὴν θέσιν.’
87 ἀναγκαίων, τουτέστι τῶν τῇ θέσει καὶ τῷ προβλήματι, ᾧ παρίσταται ὁ ἀποκρινόμενος, ἀναγκαίως ἑπομένων ἢ τῶν δυναμένων δειχθῆναι διὰ συλλογισμοῦ ὡς ἑπομένων αὐτῷ. ἢ τὸ ἀναγκαίων τῆς διὰ συλλογισμοῦ δείξεως δηλωτικόν ἐστιν. ἔστι δὲ ἀδοξότατα τὰ παράδοξα καὶ τὰ ἀδύνατα·
ἔστι δὲ παράδοξα τὰ τοῖς ἐνδόξοις ἐναντία, ἃ οὐ πάντως ἤδη καὶ ἀδύνατά
ἐστιν. τοῦ δὲ καλῶς ἀποκρινομένου ἔργον ἐστὶ πρῶτον μὲν τὸ μὴ εἰς ταῦτα ἄγεσθαι ὡς ἀναγκόζεσθαι ἀδύνατα ἢ παράδοξά τινα διὰ τῶν ἀποκρίσεων συγχωρεῖν, δεύτερον δέ, εἰ ἕποιτο αὐτῷ τοιαῦτά τινα, τὸ μὴ δι’
αὑτὸν φαίνεσθαι συμβαίνειν τοῦτο ἀλλὰ διὰ τὸ πρόβλημα ὂν τοιοῦτον.
τὸ δὲ δεύτερον, δι’ οὗ δῆλόν ἐστι καὶ τὸ πρῶτον· τοῦ γὰρ εἰρημένου τὰ παρεπόμενα παράδοξα ἢ ἀδύνατα δεικνύναι ὅτι διὰ τὸ οἰκεῖα εἶναι τοῦ προβλήματος καὶ] ἕπεται αὐτῷ ἀλλ’ οὐ δι’ αὑτόν, τούτου χάριν καὶ τὴν ἀρχὴν φυλάττεσθαι δεῖ τοιοῦτόν τι συγχωροῦντα. οὐ τὴν αὐτὴν δέ φησιν
ἁμαρτίαν εἶναι τό τε τὴν ἀρχὴν τοιούτῳ παρίστασθαι τῷ προβλήματι, ᾧ ἕπεταί τινα παράδοξα ἢ ἀδύνατα, καὶ τὸ διὰ τῶν ἀποκρίσεων περιάγεσθαι 40 <εἰς> παράδοξά τινα ἢ ἀδύνατα καὶ ἀνομόλογα τῷ κειμένῳ· ἀμφότεραι μὲν <γὰρ> ἁμαρτίαι τοῦ ἀποκρινομένου, ἀλλὰ τὸ τοιούτοις παρίστασθαι οὐ κατὰ τὴν ἀπόκρισιν ἁμαρτάνοντος.
88
τοῖς μαν|θάνουσι σκοπός, ἄλλος δὲ τοῖς ἀγωνιζομένοις (εἰσὶ δὲ καὶ ἀγωνιστικαὶ 89 καὶ σοφιστικαὶ συνουσίαι), ἄλλος δὲ τοῖς ζητήσεως καὶ γυμνασίας χάριν κοινολογουμένοις· οὗτοι δέ εἰσιν οἱ διαλεκτικὰς τὰς συνουσίας ποιούμενοι· τῷ μὲν γὰρ τοῦ μαθεῖν χάριν ἀποκρινομένῳ τιθέναι καὶ ἀποπαρίσταται 90 κρίνεσθαι τὰ δοκοῦντα αὐτῷ προσήκει ἀληθῆ εἶναι· ἢ γὰρ βεβαιωθήσεται
αὐτὰ ταῦτα διὰ τῆς διδασκαλίας, εἰ ἀληθῆ εἴη, ἢ μεταμαθήσεται, εἰ ἄλλα εἴη· οὐδεὶς γὰρ ἐπιχειρεῖ τὰ ψευδῆ διδάσκεσθαι· τοῖς δὲ ἀγῶνος χάριν κοινολογουμένοις (οὖτοι δέ εἰσιν οἱ μὴ διαλεκτικὰς τὰς συνουσίας ποιούμενοι.
τοιοῦτοι δ’ οἱ σοφισταί) τὸ φαίνεσθαι σκοπός· τῷ μὲν γὰρ ἐρωτῶντι τὸ φαίνεσθαι ἐλέγχειν τι διὰ τῶν ἐρωτήσεων· ὁ γὰρ σοφιστικὸς ἔλεγχος φαινόμενός ἐστι· καὶ τοῦτο βούλεται ὁ σοφιστικῶς ἐρωτῶν, ἢ ψευδόμενον δεικνύναι τὸν ἀποκρινόμενον ἢ παράδοξα λέγοντα ἢ ἀδολεσχοῦντα ἢ σολοικίζοντα·
τῷ δ’ ἀποκρινομένῳ σκοπὸς τὸ μηδὲν τούτων φαίνεσθαι πάσχοντα
— ἐν δὲ ταῖς διαλεκτικαῖς συνουσίαις, αἳ οὔτε ἀγῶνος χάριν γίνονται οὔτε διδασκαλίας ἀλλὰ πείρας καὶ γυμνασίας ἕνεκεν, ἐπεὶ οὐδέπω διήρθρωται ὑπό τινος ἄλλου, οὗ δεῖ στοχάζεσθαι τὸν ἀποκρινόμενον καὶ ποῖα συγχωρεῖν ποῖα δὲ μή, εἰ μέλλοι διαλεκτικῶς ἀποκρίνεσθαι τὴν οἰκείαν θέσιν, πειραθῶμεν ἡμεῖς εἰπεῖν τι περὶ αὐτῶν
καὶ διορίσαι.
λόλον, τῦτο δ’ ἀνάγκη ἢ ἔνδοξον ἢ ἄδοξον εἶναι ἢ μηδέτερον, τουτέστιν
μήτ’ ἔνδοξον μήτ’ ἄδοξον, καὶ ἔνδοξον καὶ ἄδοξον ἢ ἀπλῶς ἢ ὡρισμένως· ἔστι δ’ ἁπλῶς μὲν ἔνδοξα τὰ κτὰ τὴν πάντων δόξαν ἢ τῶν πλείστων, ὡς τὸ τὴν ὑγείαν αἱρετὸν εἶναι, ὡρισμένως δ’ ἔνδοξα τὰ τῷδέ τινι τῶν ἐνδόξων ἑπόμενα, οἷον Πλάτωνι ἢ Ἀριστοτέλει ἢ Γαληνῷ ἢ καὶ αὐτῷ τῷ
ἀποκρινομένῳ· ἄδοξα δ’ ἁπλῶς μὲν τὰ τοῖς ἐνδόξοις ἀντικείμενα· τοιαῦτα δ’ ἂν εἴη τὰ παρὰ τὰς τῶν πάντων ἢ τῶν πλείστων δόξας λεγόμενα·
ὡρισμένως δὲ τὰ μαχόμενα τοῦ τινὸς ὄντος ἐνδόξου τῇ δόξῃ, ὡς φέρε 92 εἰπεῖν τὴν ψυχὴν μὴ εἶναι ἀθάνατον, ἐπεὶ μάχεται τῇ Πλάτωνος δόξῃ· οὔτε δὲ ἔνδοξον οὔτε ἄδοξόν ἐστι πρόβλημα περὶ οὗ ἤτοι οὐδετέρως δοξάζουσιν, οἷον τὸ περιττοὺς ἢ ἀρτίους εἶναι· τοὺς ἀστέρας, ἢ περὶ οὗ ἐπ’ ἴσης ἀμφοτέρως, οἷον περὶ τοῦ ἄπειρον εἶναι ἢ μὴ εἶναι, ἢ τὸ εἶναι
ἐπιστήμας τὰς ἀρετὰς ἢ πάλιν μὴ εἶναι. διαφέρειν δ’ οὐδὲν ἔφη, ἄν τε
ἁπλῶς τὸ πρόβλημα ἔνδοξον ἢ ἄδοξον ᾖ, ὑπὲρ οὗ τὸν λόγον ὁ ἀποκρινόμενος ὑπέχει, ἄν τε ὡρισμένως· ἐπ’ ἀμφοτέρων γὰρ ὁ αὐτὸς τρόπος τοῦ καλῶς ἀποκρίνεσθαι. τίς δέ ἐστιν, αὐτὸς ἑξῆς λέγει. ἐπεὶ γὰρ ὁ ἐρωτῶν διαλεκτικῶς εἰς ἀντίφασιν περιάγειν τὸν ἀποκρινόμενον βούλεται
τοῦ προβλήματος ᾧ παρίσταται, ἔστι δὲ τοῦ μὲν ἀδόξου προβλήματος ἔνδοξον τὸ ἀντικείμενον, τοῦ δὲ ἐνδόξου ἄδοξον, ἄν μὲν ἄδοξον ἀπλῶς
ᾖ τὸ κείμενον πρόβλημα, ᾧ παρίσταται ὁ ἀποκρινόμενος. δῆλον μὲν ὅτι δεῖ ἁπλῶς ἔνδοξον εἶναι τὸ τούτῳ ἀντικείμενον· τοιοῦτον δὴ τοῦ ἐλέγχου τοῦ ἀδόξου προβλήματος τὸ συμπέρασμα δεῖ γίνεσθαι. ἐπεὶ
δὲ ὁ καλῶς συλλογιζόμενος καὶ δεικνύς τι διαλεκτικῶς ἐκ γνωριμωτέρων αὐτὸ καὶ ἐνδοξοτέρων δείκνυσι, δῆλον ὅτι καὶ ὁ τὸ ἀπλῶς ἔνδοξον δεικνὺς δι’ ἐνδοξοτέρων αὐτὸ ἄν καλῶς δεικνύοι. δεῖ δή, φησί,
τὸν ὑπὲρ τοιαύτης θέσεως ἀποκρινόμενον μήτε τοῖς μὴ ἁπλῶς δοκοῦσι συγχωρεῖν, τουτέστι μηδὲν διδόναι ὃ μὴ ἁπλῶς ἐστιν ἔνδοξον, κἀν ἀπλῶς
δέ τι ἔνδοξον ᾖ, μὴ μέντοι τοῦ ὀφείλοντος γενέσθαι συμπεράσματος ἐνδοξότερον, μηδὲ τοῦτο συγχωρεῖν· οὐ γὰρ διαλεκτικοῦ τὸ συγχωρεῖν τῷ ἐρωτῶντι συλλογίζεσθαί τι ἔνδοξον δι’ ἧττον ἐνδόξων. ταῦτα δὲ λέγων δοκεῖ
ὑπεναντίως τῇ προθέσει τοῦ ἀποκρινομένου λέγειν· πρόκειται μὲν γὰρ αὐτῷ μὴ περιαχθῆναι εἰς τὴν ἀντίφασιν· ὁ δὲ ταῦτα ἀξιοῖ συγχωρεῖν
αὐτὸν ἐξ ὧν τὸ ἀντικείμενον τῇ ἀδόξῳ θέσει συναχθήσεται. ἢ ἐκ πάντων μὲν ὧν ὁ ἐ|ρωτώμενος οὐ] συγχωρεῖ, οὐ συναχθήσεται ὑπὸ τοῦ ἐρωτῶντος, 93 εἴ γε ἐρωτᾷ δι’ ὧν ἄν λάθοι συνάξων τὸ ἀντικείμενον τοῦ διαλεκτικῶς ἀποκρινομένου μὴ συγχωροῦντος, ἀλλὰ δι’ ἐνδοξοτέρων τοῦ προκειμένου. μόνοις οὖν τοιούτοις συγχωρητέον, ὧν εἴπερ εὐπορεῖ ὁ ἐρωτῶν,
συνάγοιτο ἄν τὸ προκείμενον. εἰ δὲ μή, εἴη ἄν διαλεκτικῶς κωλυόμενος ὑπὸ τοῦ ἀποκρινομένου συνάγειν, ἀξιοῦντος αὐτὸν δι’ ἐνδοξοτέρων αὐτὸ
δεικνύναι τῷ ἔνδοξον εἶναι τὸ δεῖν τὰ δεικνύμενα διὰ γνωριμωτέρων δείΠλάτωνος 94 κνυσθαι. ὥστε ἐν οἷς λόγοις ἔνδοξον ἁπλῶς τὸ συμπέρασμα δεῖ γίνεσθαι, ἐν τούτοις δεῖ τὸν ἀποκρινόμενον μόνα ταῦτα τιθέναι ἃ ἔνδοξά ἐστιν ἁπλῶς καὶ ἐνδοξότερα τοῦ δι’ αὐτῶν συμπεράσματος. εἰ δ’ εἴη πάλιν ἔνδοξος ἀπλῶς ἡ θέσις, δῆλον μὲν ὅτι τὸ ἀντικείμενον αὐτῇ ἄδοξον ἔσται. δεῖ
δέ, φησί, τὸν ἀποκρινόμενον πάλιν ἔνδοξα διδόναι, ἀλλὰ καὶ τῶν ἀδόξων ὅσα ἧττον ἄδοξά ἐστι τοῦ ἐσομένου συμπεράσματος· οὕτως γὰρ πάλιν ἔσται τοιαῦτα συγχωρῶν δι’ ὧν μόνων οἷόν τε καλῶς συλλογίζεσθαι τὸ προκείμενον τὸν ἐρωτῶντα διὰ γνωριμωτέρων καὶ ἐνδοξοτέρων]· τοῦ γὰρ ἀδόξου τὰ ἔνδοξα γνωριμώτερα καὶ τὰ ἧττον ἄδοξα.
95
96
πρὸς τὸ διαλεκτικὸν γίνεσθαι τὸν συλλογισμόν. ἐπὶ τῶν τοιούτων δὲ προβλημάτων ὁ τοῖς ἐνδόξοις μόνοις συγχωρῶν διαλεκτικῶς ἐμποδίσει τὸ προκείμενον· οὐ γὰρ ῥᾴδιον διαλεκτικὰς προτάσεις [ἐνδόξους] εὑρεῖν.
μένον τά τε ἁπλῶς ἔνδοξα τιθέναι καὶ τὰ ἐνδοξότερα τοῦ μήτε ἐνδόξου
μήτε ἀδόξου· διὰ γὰρ τῶν τοιούτων δεικνύοιτ’ ἂν διαλεκτικῶς· τοιοῦτον 98 γὰρ δεῖ τὸ συμπέρασμα γίνεσθαι τὸ ἀντικείμενον τῇ τοιαύτῃ θέσει ὁποία καὶ ἡ θέσις. οὐ δὲ πρὸς τὰ τοιαῦτα ῥαδιον εὐπορεῖν ἐνδόξων.
καὶ τῶν] ὡρισμένως ἢ τῷ ἄλλῳ τινὶ ἐνδόξῳ δοκεῖν οὕτως ἢ αὐτῷ
τῷ ἀποκρινομένῳ λέγοντι ‘ἐμοὶ τοῦτο δοκεῖ ἔνδοξον’, ἂν μὲν οὖν τὸ πρόβλημα τὸ προκείμενον ἀπλῶς ἔνδοξον ἢ ἀπλῶς ἄδοξον ᾖ, δεῖ τὸν ἀποκρινόμενον πρὸς τὰ ἁπλῶς ἔνδοξα ὁρῶντα τὴν σύγκρισιν τῶν ἐρωτωμένων τε καὶ συγχωρουμένων ποιεῖσθαι. οὔσης γὰρ τῆς θέσεως ἀπλῶς ἀδόξου,
ἐπειδὴ τὸ συμπέρασμα ἁπλῶς ἔνδοξον γίνεσθαι δεῖ ἐκ τῶν ἀπλῶς ἐνδόξων, τοῖς ἐνδοξοτέροις χρὴ συγχωρεῖν. οὔσης δὲ ἐνδόξου ἀπλῶς, ἐπειδὴ τὸ
συμπέρασμα ἁπλῶς ἄδοξον γίνεσθαι δεῖ, πάλιν ἀπλῶς] τοῖς τε ἀπλῶς ἐνδόξοις χρὴ συγχωρεῖν καὶ τοῖς ἧττον ἀδόξοις τῶν ἁπλῶς ἀδόξων. εἰ δὲ μὴ εἴη ἁπλῶς ἔνδοξον ἢ ἄδοξον ἀλλ’ ὡρισμένως, ἐπεὶ τὸ ὡριδμένως
5 ἔνδοξον ἢ ἄδοξον διττόν, τὸ μὲν αὐτῶν ἄλλῳ, τὸ δὲ τῷ ἀποκρινομένῳ, ἂν μὲν ᾗ τῷ ἀποκρινομένῳ δοκοῦν, δεῖ τὰς ἀποκρίσεις ποιεῖσθαι πρὸς τὰ αὐτῷ δοκοῦντα· δεῖ γὰρ τὸν δεικνύντα τὸ ἀντικείμενον τοῦ δοκοῦντος
αὐτῷ συλλογισμὸν ἐκ τῶν τῷ θεμένῳ τὴν θέσιν δοκούντων ποιεῖσθαι. ἐὰν δὲ ᾖ τὸ πρόβλημα ἄλλῳ τινὶ δοκοῦν, ᾧ παρίσταται ὁ ἀποκρινόμενος, δεῖ,
φησίν, αὐτὸν τῆς ἐκείνου δόξης στοχαζόμενον καὶ διδόναι ἃ δίδωσι καὶ ἀρνεῖσθαι x003E;, σκοπὸν ἔχοντα τοιαῦτα συγχωρεῖν ἅ ἐστιν ἐνδοξότερα τοῦ τοῦ δειχθησομένου. οἱ γοῦν παριστάμενοι τῇ ‘Ηρακλείτου δόξῃ τῇ λεγούσῃ τὸ ἀγαθὸν καὶ τὸ κακὸν εἶναι ταὐτὸν οὐ συγχωροῦσι τῷ λέγοντι
μὴ δύνασθαι τὰ ἐναντία συνυπάρχειν, οὐχ ὡς αὐτοῖς μὴ δοκοῦν, ἀλλ’ ὡς
‘Ηρακλείτῳ οὕτως οὐκ ἐδόκει, προστιθέντες δηλονότι τοῦτο. τὸ αὐτὸ δὲ τοῦτο ποιοῦσι καὶ οἱ παρ’ ἀλλήλων δεχόμενοι τὰς |θέσεις· στοχάγὰρ 99 100 ζονται γὰρ τῆς ἐκείνων δόξης, καὶ ὡς ἐκεῖνοι ἀπεκρίνοντο, οὕτω καὶ αὐτοὶ πειρῶντι τὰς ἀποκρίσεις ποιεῖσθαι · ὡς ποιεῖ ἐν τῷ Πλάτωνος Φιλῄβῳ ὁ Πρώταρχος διαδεξάμενος παρὰ Φιλήβου τὸ πρόβλημα. φανερὸν οὖν φησι γεγονέναι τίνων δεῖ στοχάζεσθαι τὸν ἀποκρινόμενον, εἴτε ἀπλῶς
εἴη ἔνδοξον τὸ κείμενον εἴτε τινί,
ἢ ἄδοξον ἢ μηδέτερον.
αὐτῶν τῶν ἐρωτωμένων λέγει, καὶ τούτων τὴν διαίρεσιν ποιεῖται, καὶ δείκνυσι πρὸς τίνα χρὴ βλέποντα ἑκάστην τῶν ἐρωτωμένων προτάσεων ἢ διδόναι ἢ μὴ διδόναι· οὕτως γὰρ διὰ τοῦ τοῦτο ποιεῖν δυνησόμεθα τοῦ προκειμένου
σκοποῦ τυγχάνειν. ἔστι δὲ καὶ τῶν ἐρωτωμένων τὰ μὲν ἔνδοξα ἐρωτώμενα, ὡς τὸ θεὸν δεῖν σέβειν, γονεῖς τιμᾶν, νόμοις πείθεσθαι, τὴν ἀρετὴν
ἀγαθὸν εἶναι, τὰ δὲ ἄδοξα, τὰ δὲ οὐδέτερα. καὶ αὕτη μὲν ἡ τῶν ἀρωτήσεων διαίρεσις παραπλησία τῇ τῶν προβλημάτων· καὶ γὰρ ἐκεῖνα κατὰ ταῦτα διεῖλε. προστίθησι δὲ τῇ τῶν ἐρωτήσεων διαιρέσει καὶ τὸ ἢ πρὸς τὸν λόγον αὐτὰς εἶναι ἢ μή. ἔστι δὲ πρὸς μὲν τὸν λόγον ταῦτα ὅσα
συντελεῖ εἰς τὸν περὶ τοῦ προβλήματος γινόμενον συλλογισμόν, οὐ πρὸς
τὸν λόγον δὲ ὅσα μηδὲν εἰς τὸ προκείμενον συντελεῖ ἀλλ’ ἔστι μάτην ἐρωτώμενα. οὔσης τοίνυν τῆς τῶν ἐρωτωμένων διαφορᾶς ἐν τούτοις, ἀνάγκη πᾶσαν ἐρώτησιν ἢ ἔνδοξόν τε εἶναι καὶ πρὸς τὸν λόγον ἢ ἔνδοξον μὲν μὴ πρὸς τὸν λόγον δέ, ἢ ἄδοξον μὲν πρὸς τὸν λόγον δὲ ἢ ἄδοξον καὶ οὐ πρὸς τὸν λόγον, ἢ οὔτε ἔνδοξον οὔτε ἄδοξον οὖσαν πρὸς τὸν λόγον εἶναι
ἢ οὐ πρὸς τὸν λόγον. πῶς οὖν χρὴ πάλιν καθ’ ἑκάστην τῶν κατὰ τὰς τοιαύτας ἐρωτήσεις διαφορῶν ποιεῖσθαι τὴν ἀπόκρισιν, λέγει. ἂν μὲν οὖν ἔνδοξος ᾖ ἡ ἐρώτησις μὴ πρὸς τὸν λόγον δέ, δεῖ, φησί, τὸν ἀποκρινόμενον 102 διδόναι αὐτὴν λέγοντα ὅτι ἔστιν ἔνδοξος· οὕτως γὰρ αὐτὸς μὲν εὐδοκιμήσει συγχωρῶν τοῖς ἐνδόξοις, ἀδοξήσει δ’ ὁ ἐρωτῶν μὴ δυνάμενος τῷ δοθέντι χρῆσθαι πρὸς τὸ προκείμενον καὶ ταῦτα ὄντι ἐνδόξῳ. ἐὰν δὲ ἄδοξον ᾖ τὸ
ἐρωτώμενον καὶ μὴ πρὸς τὸν λόγον, δοτέον μὲν καὶ τοῦτο τῷ δοθέντι
αὐτῷ μηδὲν ἕξειν χρῆσθαι τὸν ἐρωτήσαντα. ὑπὲρ μέντοι τοῦ μὴ δοκεῖν ἠλίθιον εἶναι συγχωροῦντα τοῖς ἀδόξοις αὐτὸ τοῦτο ἐπισημαντέον, ὅτι ἄδοξον μέν ἐστι, τίθησι δὲ αὐτὸ τοῦ λόγου χάριν καὶ τοῦ μαθεῖν πῶς ἐξ αὐτοῦ τὸ προκείμενον δείκνυται· καὶ γὰρ οὕτως πάλιν ἐν ἀδοξίᾳ γενέσθαι ποιεῖ τὸν ἐρωτήσαντα. ἄν δὲ ᾖ καὶ ἔνδοξον τὸ ἐρωτώμενον καὶ πρὸς τὸν λόγον,
δεῖ, φησί, τὸν ἀποκρινόμενον ὁμολογεῖν μὲν τὸ ἐρωτώμενον ἔνδοξον εἶναι, λέγειν δὲ λίαν αὐτὸ ἐγγὺς εἶναι τοῦ προκειμένου καὶ τρόπον τινὰ διὰ τοῦ ἐρωτωμένου τὸ ἐν ἀρχῇ λαμβάνεσθαι· οὕτως γὰρ οὔτε ἐνίστασθαι τοῖς ἐνδόξοις δόξει οὔτε τι πάσχειν ὑπὸ τοῦ ἐρωτωμένου τῷ ὁμοιότητα αὐτοῦ δεικνύναι πρὸς τὸ δεικνύμενον. εἰ δὲ ἄδοξον μὲν εἴη τὸ ἐρωτώμενον πρὸς
τὸν λόγον δέ, δεῖ, φησί, τὸν ἀποκρινόμενον λέγειν ὅτι τεθέντος μὲν αὐτοῦ
δείκνυται τὸ προκείμενον, εὔηθες μέντοι τὸ ἐρώτημα καὶ ὑπὸ μηδενὸς νοῦν ἔχοντος τεθέν. εἰ δὲ μήτ’ ἔνδοξον μήτ’ ἄδοξον εἴη τὸ ἐρωτώμενον, εἰ μὲν μηδὲν εἴη πρὸς τὸν λόγον, δοτέον αὐτὸ τῷ μηδὲν ἕξειν αὐτῷ χρῆσθαι τὸν ἐρωτῶντα λαβόντα· εἰ δὲ εἴη πρὸς τὸν λόγον,
τοῦτο αὐτὸ δεῖ, φησίν, ἐπισημαίνεσθαι τὸν ἀποκρινόμενον, ὅτι συγχωρηθέντος αὐτοῦ ἀναιρεῖσθαι συμβαίνει τὸ κείμενον. λέγει δὲ ὅτι ὁ διδοὺς τὰς τοιαύτας ἀποκρίσεις καὶ προορῶν τὸ συμβησόμενον οὐδὲν δόξει δι’
αὑτὸν πάσχειν εἷπε γὰρ ἔργον εἶναι x003E; τοῦ καλῶς ἀποκρινομένου), ὅ τε ἐρωτῶν δυνήσεται συλλογίζεσθαι διαλεκτικῶς, συγχωρουμένων
αὐτῷ τῶν ἐνδοξοτέρων τοῦ συμπεράσματος. ἔστι δὲ διαλεκτικὴ συνουσία, ὅταν μηδέτερος τῶν ἐν τῷ λόγῳ τι παρανομῇ, ἀλλὰ τὸ αὐτῷ προσῆκον ποιῇ.
συγχωρεῖν δείξας, ἐκ τούτου, φησί δῆλον ὅτι μηδὲ οἱ τὰ τοιαῦτα ἐρωτῶντες
καὶ δι’ ἀδοξοτέρων τὰ ἐνδοξότερα πειρώμενοι συλλογίζεσθαι διαλεκτικῶς ἐρωτῶσιν· οἷς γὰρ ἄν μὴ <ᾖ> [τοῦτο] συγχωρεῖν διαλεκτικῶς, τούτοις βούλεσθαι χρῆσθαι οὐ δια|λεκτικοῦ.
νῦν. τὸ ὁμοίως δὲ εἰπὼν οὐχ ὅτι ὡς προείρηται (περὶ γὰρ ἄλλων
προείρηται), ἀλλὰ τὸ ὁμοίως λέγοι ἄν ‘κατὰ τὸν προειρημένον τρόπον.’ ἐπεὶ γὰρ οὐ κεκώλυται ὁ ἀποκρινόμενος, ἄν μὴ νοῇ τὸ λεγόμενον, αὐτὸ τοῦτο ὁμολογεῖν, ἀλλ’ οὐδ’ ἀνάγκην ἔχει πολλαχῶς τινος λεγομένου ἢ ἁπλῶς ὁμολογῆσαι ἢ ἁπλῶς ἀρνήσασθαι, ἀλλὰ καὶ διελέσθαι καὶ διαστείλασθαί τι τῶν ἐρωτωμένων ἐξουσίαν ἔχει, οὕτως οὖν ἀσαφοῦς ὄντος οὐκ
ὀκνητέον ὁμολογεῖν μὴ συνιέναι· τῶν γὰρ οὕτως ἐρωτώντων ἡ ἁμαρτία, οὐ τῶν ὁμολογούντων μὴ συνιέναι. συμβαίνει γὰρ πολλάκις παρὰ τὸ συγχωρεῖν τι ὂν ἀσαφὲς ἐλέγχεσθαι· οἷον ἐὰν ἐρωτῶντός τινος <εἰ> πᾶν τὸ πεπερασμένον πρός τι περαίνει, μὴ νοήσας ὁ ἀποκρινόμενος συγχωρήσῃ · συμβήσεται γὰρ αὐτῷ συγχωρεῖν τὸ παντὸς τοῦ πεπερασμένου ἐκτός τι εἶναι·
διὸ οὐκ ἄν συνεχώρησε νοήσας τί σημαίνει τὸ πρός τι περαίνειν. εἰ μέντοι
γνώριμον μὲν τὸ λεγόμενον εἴη, πολλαχῶς δὲ λέγοιτο, ἄν μὲν ἐπὶ πάντων οὕτως ἔχειν φαίνηται τῶν σημαινομένων διαιρουμένῳ, συγχωρητέον 107 ἁπλῶς· τὸ γὰρ σωφρονεῖν αἱρετόν ἐστι κατὰ πάντα τὰ σημαινόμενα τοῦ αἱρετοῦ · καὶ γὰρ καλὸν καὶ ἡδὺ καὶ συμφέρον. ἄν δὲ μὴ ἐπί τινος, ἀρνητέον πάλιν ἁπλῶς· τὸ γὰρ ἓν εἶναι τὸ ὂν κατ’ οὐδὲν τῶν ὑπὸ τοῦ ἑνὸς σημαινομένων ἀληθές· οὔτε γὰρ γένει οὔτε εἴδει οὔτε ἀριθμῷ.
ἂν δὲ ἐφ’ ὧν μὲν ἀληθὲς ᾖ τὸ λεγόμενον ἐφ’ ὧν δὲ ψεῦδος, τοῦτο αὐτὸ μηνυτέον, ὅτι πολλ|αχῶς λέγεται τῷ τὸ μέν τι οὕτως ἔχειν τῶν σημαινομένων τὸ δ’ οὔ· τὸ γὰρ τὸν κύνα ὑλακτικὸν εἶναι ἐπὶ μὲν τοῦ ζῴου πεζοῦ ἀληθεύει, οὐκ ἀληθὲς δὲ ἐπὶ τοῦ θαλασσίου. ἀξιοῖ δὲ κατ’ ἀρχὰς τὴν διαίρεσιν ποιεῖσθαι, μὴ μετὰ τὸ συμπέρασμα· τότε γὰρ ἄδηλον γίνεται,
εἰ καὶ τὴν ἀρχὴν γνωρίζων, ὅτι πολλαχῶς λέγεται, οὕτω συνεχώρησεν Ε;
ὡς κατὰ Ε; τὸ ἀληθὲς τῶν σημαινομένων ὑπ’ αὐτοῦ διδούς. ἐὰν δέ, φησί, μὴ προειδῇ τὸ ἀμφίβολον, τουτέστι τὸ πολλαχῶς λεγόμενον εἶδος γάρ τι τῶν πολλαχῶς λεγομένων τὸ ἀμφίβολον, ὡς εἴρηται ἐν τοῖς Σοφιστικοῖς ἐλέγχοις) ἐὰν οὖν μὴ προειδῇ τὸ διττὸν τοῦ λεγομένου, ἀλλὰ κατὰ τὸ
ἀληθὲς ὡς μόνον συγχωρήσας εἰς τὸ ἕτερον ψεῦδος ὂν περιτραπῇ, ὁμολογητέον καὶ ῥητέον ὅτι μὴ πρὸς τοῦτο βλέπων συνεχώρησεν, ἀλλὰ πρὸς
ἐκεῖνο καθ’ ὃ ἦν ἀληθὲς τὸ λεγόμενον. ὅταν γὰρ ᾖ πλείω τὰ σημαινόμενα καὶ διάφορα τὸ γὰρ πλειόνων ὄντων οὐ τῷ ἀριθμῷ λέγει ἀλλὰ κατὰ τὴν φύσιν διαφόρων), ῥᾳδία ἡ ἀμφισβήτησις τοῖς λέγουσιν] ὅτι μὴ κατὰ
τοῦτο συνεχώρησεν· οἷον τὸ τὸν τυφλὸν ὁρᾶν ἢ τὸν σιγῶντα λαλεῖν. ἄν μέντοι σαφὼς ᾖ καὶ ἁπλοῦν τὸ ἐρωτώμενον, ἀξιοῖ ἁπλῶς ἢ ναὶ ἢ οὒ λέγειν τοὺς καλῶς ἀποκρινομένους, δεικνὺς πάλιν διὰ τούτων ὅτι μὴ πρὸς αὐτὰ
χρὴ τὰ ἐρωτώμενα ἀμφισβητεῖν τὸν διαλεκτικῶς ἀποκρινόμενον.
ἐστιν ἐξ ὧν συλλογισμὸς ἤ τινος τούτων ἕνεκα.
δεικνύμενον συμπεραίνεται, ἃς κἄν κυρίως τις εἴποι προτάσεις συλλογιστικάς, τὰς δὲ τῶν συλλογιστικῶν ἕνεκα προτάσεων ἐρωτᾶσθαι· τοιαῦται δέ εἰσιν
αἱ εἰς σύστασιν τῶν συλλογιστικῶν προτάσεων λαμβανόμεναι, αἵ εἰσιν ἐν ταῖς ἐπαγωγαῖς. εἰρηκὼς δὲ πῶς χρὴ * * * * * πρὸς τὰς μὴ συλλογιστικὰς μὲν τῶν συλλογιστικῶν δὲ χάριν ἐρωτωμένας, δῆλόν φησιν εἶναι, ὅταν ἑτέρου χάριν λαμβάνωνταί τε καὶ προτείνωνται καὶ μὴ τοῦ συμπεράσματος,
τῷ πλείω τὰ ὅμοια ἐρωτᾶν, † ὃ δι’ ἐπαγωγῆς ἢ ὁμοιότητος ὡς
ἐπὶ τὸ πολὺ πειρῶνται τὰς συλλογιστικάς τε καὶ καθόλου προτάσεις παραλαμβάνειν, ὅταν μὴ ὦσιν αὐτόθεν τιθέμενοι. ἐξηγούμενος δέ, τίνα ἐστὶ τὰ | πλείω ὅμοια, ἐπήγαγε τὸ ἢ δι’ ἐπαγωγῆς ἢ ὁμοιότητος ὡς ἐπὶ τὸ 110 πολὺ τὸ καθόλου λαμβάνουσιν· ἐν μὲν γὰρ ταῖς ἐπαγωγαῖς πλείω ὅμοια ἐρωτᾶται. εἰπὼν δὲ τὸ ἢ δι’ ἐπαγωγῆς προσέθηκε τὸ ἢ δι’
ὁμοιότητος· τῷ γὰρ πολλὰ ὅμοια λαμβάνεσθαι δείκνυσιν ἡ ἐπαγωγὴ τὸ καθόλου διὰ τῶν καθ’ ἕκαστα. ἢ εἰπὼν τὴν ἐπαγωγὴν ὡς κοινότερον τὴν ὁμοιότητα ἐπήνεγκε· δι’ ὁμοιότητος γὰρ καὶ αἱ γὰρ καὶ αἰ παραδειγματικαὶ προτάσεις
δεικνύουσιν, οὐ μόνον αἱ ἐπακτικαί, ἀλλὰ καὶ αἱ διὰ παραβολῆς καὶ δι’ ἀναλογίας. τὸ δὲ ὡς ἐπὶ τὸ πολὺ προσέθηκεν, ὅτι πολλάκις καὶ διὰ
προσυλλογισμοῦ κατασκευάζονται αἱ τοιαῦται προτάσεις· ἀλλὰ καὶ ὡς ἐναργεῖς τινες προτάσεις παραλαμβάνονται. πρὸς δὲ τὰς συντελούσας μὲν εἰς τὸν προκείμενον συλλογισμὸν προτάσεις καὶ διὰ τοῦτο δοκούσας εἶναι συλλογιστικὰς
κἀς οὐ διὰ συλλογισμοῦ Ε; δεικνυούσας, δεῖ, φησίν, οὕτως ἀποκρίνεσθαι· τὰ μὲν καθ’ ἕκαστα πάντα θετέον, φησίν, ἄν ἀληθῆ ᾖ καὶ ἔνδοξα
δι’ ὧν ἡ ἐπαγωγή, πρὸς δὲ τὸ καθόλου πειρατέον τὸ τοῖς καθ’ ἕκαστα ἐπιφερόμενον ἐνίστασθαι. οὐ γὰρ ὥσπερ ἐπὶ τοῦ συλλογισμοῦ ἐξ ἀνάγκης ἕπεται τοῖς τεθεῖσι τὸ ἐπ’ αὐτοῖς συμπέρασμα, οὕτω καὶ τοῖς ἐπακτικῶς λαμβανομένοις ἀναγκαίως ἕπεται τὸ καθόλου· οὐ γάρ, εἰ ἄνθρωπος
καὶ κύων καὶ βοῦς τὴν κάτω γένυν κινεῖ, ἤδη καὶ πᾶν ζῷον.
πρὸς δὴ τοῦτό φησι δεῖν πειρᾶσθαι φέρειν ἔνστασιν. οὐ γὰρ δὴ χωρὶς ἐνστάσεως τινος χρὴ πρὸς τὸ συμπέρασμα ἀνανεύειν. τὸ γὰρ χωρὶς ἐνστάσεως, ἢ οὔσης ἢ δοκούσης, κωλύειν τὸν λόγον περαίνεσθαι δυσκολαίνειν ἐστί, φησίν, οὖσαν μὲν ἔνστασιν λέγων τὴν ὡς ἀληθῶς κωλύουσαν τὸ συμπέρασμα· οἷον πᾶν τὸ ἔκ τινων εἴς τι μεταβάλλον
κινεῖται· οὐ γάρ, εἰ ἡ κατὰ τὸ ποσὸν καὶ ἡ κατὰ τόπον καὶ ἡ κατὰ τὸ
ποιόν, ἤδη καὶ πᾶσα· ἡ γὰρ γένεσις καὶ ἡ φθορὰ μεταβολαὶ μὲν ἔκ τινός εἰσιν, οὐ μὴν καὶ κινήσεις· τὸ μὲν γὰρ κινούμενον εἶναι δεῖ καὶ σώζεσθαι τὸ 111 αὐτό· ἐπὶ δὲ τούτων τῶν μεταβολῶν οὐ σώζεται <τὸ> αὐτὸ τὸ μεταβάλλον. δοκοῦσαν δὲ ἔνστασιν λέγει ὁ γὰρ] πρὸς τὸν δεικνύντα ἴσα εἶναι δι’ ἐπαγωγῆς τὰ μήτε ὑπερβάλλοντα μήτε ἐλλείποντα ἐνιστάμενος καὶ λέγων τὴν κατὰ
ἀνάλογον τιμὴν ἴσην μὲν εἷναι, εἴ γε ὁ δίκαιος καὶ τὸ δίκαιον ἴσον, οὐ μὴν
τοιαύτην εἶναι ὥστε μήτε ὑπερβάλλειν μήτε ἐνδεῖν · ἐν γὰρ τῇ τοιαύτῃ νομῇ τοῖς μὲν πλέον τοῖς δὲ ἔλαττον νέμεται. φαινόμενον δέ ἐστιν· οὐ γὰρ ταὐτὸν τὸ ἁπλῶς ἴσον, περὶ οὗ ὁ λόγος ἦν, καὶ τὸ μετὰ προσθήκης τῆς κατὰ ἀναλογίαν.
λόγοις δυσκολία ἀπόκρισις παρὰ τοὺς εἰρημένους τρόπους συλλογισμοῦ φθαρτική. δυσκολαίνει γὰρ ὁ μὴ διὰ προσηκουσῶν ἀποκρίσεων φθείρων καὶ κωλύων γίνεσθαι συλλογισμόν· τίνες δὲ αἱ προσήκουσαι ἀποκρίσεις, εἴρηται. εἰπὼν δὲ δυσκολαίνειν τοὺς χωρὶς ἐνστάσεως ἀνανεύοντας πρὸς τὸ συμπέρασμα, λέγει ἔτι μᾶλλον τοῦτο ποιεῖν, εἰ μηδ’
ἀντεπιχειρεῖν πρὸς τὸ δεικνύμενον ἔχων τις καὶ δεικνύναι αὐτὸ διά
τινων ὅτι μὴ ἀληθὲς μὴ συγχωροίη αὐτῷ. ἔστι δὲ τὸ ἀντεπιχειρεῖν τὸ πρὸς τὰ λεγόμενα μὲν μὴ φέρειν ἔνστασιν, ἐπιχειρεῖν δὲ δι’ ἄλλων τινῶν καὶ αὐτὸν πάλιν συλλογίζεσθαι ὅτι μὴ ἀληθὲς τὸ δεικνύμενον. ὁ γὰρ πρὸς μὲν τὸν δεικνύντα λόγον ὅτι ἡ ψυχὴ οὐκ ἀθάνατος διὰ τὸ εἶδος αὐτὴν
ἔνυλον εἶναι, μηδὲν δὲ ἔνυλον εἶδος χωριστὸν εἶναι τῆς ὕλης, μὴ ἐνιστάμενος, δεικνύναι δὲ πειρώμενος δι’ ἄλλων τινῶν πάλιν αὐτὴν ὅτι ἔστιν
ἄφθαρτος, ἤτοι διὰ τοῦ λαμβάνειν ὅτι αἱ μὲν μαθήσεις ἀναμνήσεις ἢ ὅτι αὐτοκίνητος, ἀντεπιχειρεῖ, οὐκ ἐνίσταται. εἰπὼν δ’ εντι μᾶλλον δυσκολαίνειν τοὺς μὴ ἀντεπιχειροῦντας ὁ * * * *· οὐ γάρ, εἴ τινα λόγον ἐναντίον
ταῖς κοιναῖς ἐννοίαις δύσλυτον ὄντα παρέχεταί τις ἀντεπιχειρῶν πρὸς τὰ δεικνύμενα, ἤδη διὰ ταύτην τὴν αἰτίαν οὐ χρὴ τιθέναι τὰ ἐναργῆ τῷ δεικνύντι. οὐ γάρ, εἰ δεικνύντος τινὸς δι’ ἐπαγωγῆς, ὅτι πᾶν ζῷον κινητόν
ἐστι καὶ κινεῖται, ἀντεπιχειρῶν τις τὸν Ζήνωνος λόγον * τὸν ἀναιροῦντα κίνησιν διὰ τὸ δεῖν τὸν κινούμενόν τι διάστημα πρῶτον αὐτοῦ τὸ ἥμισυ
διελθεῖν, τοῦτο δὲ μὴ οἷόν τε τῷ κἀκείνου πάλιν ὀφείλειν αὐτὸν τὸ ἥμισυ 112 διελθεῖν, κἀκείνου πάλιν ὁμοίως, ἀπείρων δὲ ὄντων τῶν ἡμίσεων ἀδύνατον εἶναι πάντα αὐτὰ διεξελθεῖν τὸ γὰρ μέγεθος ἐπ’ ἄπειρον διαιρετόν, ἀδύ- νατον δὲ ἐν πεπερασμένῳ τὰ ἄπειρα διελθεῖν), οὐ δεῖ διὰ τοῦτο μὴ συγχω- 113 ῥεῖν μὴ εἶναι κίνησιν], οὐδ’ εἰ τῆς ἐπαγωγῆς τι δι’ ἐναργῶν γίνεται. εἰπὼν δὲ μηδὲ τὸ ἀντεπιχειρεῖν ἱκανὸν εἶναι πρὸς τὸ κωλῦσαι τὸ διὰ τῆς
ἐπαγωγῆς συμπέρασμα, ἐπήνεγκεν ὅτι ὁ μήτε ἐνίστασθαι ἐπὶ τίνων οὐχ οὕτως μήτε ἀντεπιχειρεῖν ἔχων καὶ μὴ συγχωρῶν τῷ συμπεράσματι
δυσκολαίνει. δυσκολία δέ ἐστιν ἀπόκρισις παρὰ τὰς διαλεκτικὰς ἀποκρίσεις συλλογισμοῦ φθαρτική· ὁ γὰρ δυσκολαίνων οὐκ ἐᾷ τὸν ἐρωτῶντα συλλογίσασθαι ὃ βούλεται. καὶ ἔστιν ὁ τρόπος οὗτος τῆς δυσκολίας ἄλλος παρὰ τοὺς εἰρημένους· μήτε γὰρ ἀντιτιθεὶς ὁ ἀποκρινόμενος ὅτι
ὁμώνυμόν ἐστι τὸ ἐρωτηθὲν ἢ ὅτι μεταφορικὸν ἢ ἀσαφές, ἀλλὰ μόνον
ἀνανεύων κωλύει τὸν συλλογισμὸν καὶ τὴν διάλεξιν.
ἀναιρεῖν καὶ ταξάμενον πῶς χρὴ πρὸς αὐτὰ ἀποκρίνεσθαι. ῥᾷον γὰρ τὰς ἀποκρίσεις ποιεῖσθαι προεπεσκεμμένον περὶ τούτων πῶς ἀποκρίνεσθαι χρή· πρὸς γὰρ ταῦτα ἀποκρίνεσθαί τε καὶ ἐνίστασθαι χρὴ ἐξ ὧν ἐπιχειροῦσιν οἱ ἐρωτῶντες ἀναιρεῖν τὸ κείμενον. τὸ δ’ αὐτὸ εἶπε δεῖν ποιεῖν καὶ περί τινος ἐρωτᾶν μέλλοντα.
115
ὑπομεῖναι. ἔτι εἰ πάντα κινεῖται συνεχῶς, οὐδ’ αὐτὸ τοῦτο τὸ πάντα κινεῖσθαι μένει. τῷ δὲ μηδὲν κινεῖσθαι λέγοντι ἕποιτ’ ἄν μὴ εἶναι κίνησιν
παρὰ τὰ ἐναργῆ. τὰ μὲν οὖν τῶν προβλημάτων διὰ τοῦτό ἐστιν ἄδοξα, τὰ δὲ τῷ εἶναι χείρονος ἤθους τὴν αἵρεσιν αὐτῶν καὶ ὑπεναντίαν
ταῖς τῶν ἀνθρώπων βουλήσεσιν· οὐ γὰρ ὡς γυμνασίας χάριν τοῖς μετα- χειριζομένοις τὰ τοιαῦτα προσέχουσιν οἱ ἀκούοντες, ἀλλ’ ὡς αἱρουμένους ἀυτὰ μισοῦσιν αὐτοὺς.
117
ἡ δὲ ποιότης ποιόν, ἡ ποιότης ἄρα σῶμα’· τοῦ γὰρ ἐν τῷ συμπεράσματι
ψεύδους αἰτία ἡ πρότασις ἡ τὸ ποιὸν σῶμα λαβοῦσα· ἡ γὰρ ἑτέρα ἀληθής. ἐπεὶ δὲ ἐνδέχεται καὶ πλείω τινὰ ψευδῆ εἰλῆφθαι, οὐ τὸν ὁτιοῦν τῶν κειμένων δείξαντα ψεῦδός φησι λύειν τὸν λόγον ἀλλὰ τὸν ἐκεῖνο παρ’ ὃ τὸ συμπέρασμα γέγονε τοιοῦτον· οὐ γὰρ πᾶσα ψευδὴς ληφθεῖσα πρότασις
αἰτία ψευδοῦς συμπεράσματος, ἐπεὶ δέδεικται ὅτι καὶ ἐκ ψευδῶν προτά-
τεων ἀληθές τι συνάγεται. σαφὲς δὲ τὸ λεγόμενον διὰ τοῦ παραδείγματος οίγͅκο͂ν· ὁ γὰρ συνάγων τὸν Σωκράτη γράφειν διὰ προτάσεων ἀμφο- τερῶν ψευδῶν ‘Σωκοͅάτης κάθηται, πᾶς ὁ καθήμενος γράφει’ οὐ παρὰ τὸ τὸν Σωκράτη λαβεῖν καθήμενον τὸ ψεῦδος συνάγει· καὶ γὰρ εἰ εἴη ἀληθής, οὐδὲν ἧττον ἦν ψευδὲς τὸ συμπέρασμα· οὐκ ἔστιν οὖν αἰτία τοῦ ψεύδους,
οὐδ’ ὁ ταύτην δεικνὺς ψευδῆ λύει τὸν λόγον, ἀλλ’ ὁ τὴν λέγουσαν πᾶς ὁ καθήμενος γράφει· αὕτη γὰρ ἀεὶ ψευδής. τούτου δὲ σημεῖον, ὅτι εἰ παρὰ 118 τὴν ‘Σωκράτης κάθηται’ ἦν, μεταπεσόντος ἐκείνου μετέπιπτεν ἂν καὶ τὸ συμπέρασμα· νῦν δὲ ὡς ἂν ἔχῃ αὕτη, τὸ συμπέρασμα ψεῦδος.
συμπεράσματος ὡς ψευδῆ μόνον, οὐχ ὡς ἐν αὑτῇ τὴν αἰτίαν ἔχουσαν τοῦ
εἶναι τὸ τοιοῦτον συμπέρασμα. ὁ δὴ οὕτως ἀναιρῶν λύσει μὲν τὸν λόγον, οὐκ εἴσεται δὲ αὐτοῦ τὴν λύσιν· ἐν πᾶσι γὰρ ἡ τῆς αἰτίας γνῶσις ἡ τῆς ἐπιστήμης αἰτία· ἰατρὸς γὰρ ἐπιστήμων οὐχ ὁ ἰώμενος μόνον ἀλλ’ ὁ καὶ τὴν αἰτίαν καθ’ ἣν ἰᾶται γνωρίζων. παρέθετο δὲ εἰς δεῖξιν τοῦ τοὺς αἰτίαν εἰδότας δι’ ἣν ψεῦδος τὸ συμπέρασμα, τούτους εἰδέναι καὶ τὴν λύσιν, ἀλλ’
οὐ τοὺς δεικνύντας μόνον τὴν πρότασιν ψευδῆ, τοὺς τοῖς ψευδογραφοῦσι κατὰ γεωμετρίαν πειρωμένους ἐνίστασθαι. καὶ γὰρ ἐπὶ τούτων οὐκ ἀπόχρη τὸ ἐνστῆναι τῇ λέξει πρὸς τὸ λῦσαι τὸ ψευδογράφημα, κἄν ψεῦδος ᾖ πρὸς ὃ ἐνίσταται, ἀλλὰ καὶ διὰ τί φεῦδός ἐστι τὸ λαμβανόμενον καὶ πῶς πρὸς τοῦτο ἡ παραγωγὴ ἔχει, Ε; δεικνύναι· οὕτως γὰρ γνώριμον
γίνεται ὅτι εἰδὼς καὶ ὁρῶν τὸ ἀπαντησόμενον ἐκ τοῦ τοῦτο ληφθῆναι
ποιεῖται τὴν ἔνστασιν ἀλλ’ οὐκ ἀπὸ τύχης.
μοναχῶς, ἡ δὲ κώλυσις τετραχῶς. ὁ γὰρ ἀνελὼν παρ’ ὃ γίνεται τὸ ψεῦδος κωλύει τὸν λόγον· διαφέροι δ’ ἄν οὗτος τοῦ λύοντος καίτοι τὴν
αὐτὴν ἀναιρῶν πρότασιν, ὅτι ἐκεῖνος μὲν ἤδη κειμένου τοὐ συμπεράσματος τοῦτο ποιεῖ, οὗτος δέ, ἵνα μή τι ἐπενεχθῇ, προλαμβάνει. ἔστι δέ τις κώλυσις λόγου καὶ ἡ πρὸς αὐτὸν γινομένη τὸν ἐρωτῶντα ἔνστασις ἀλλ’ οὐ πρὸς τὸν λόγον· ἔστι δέ, εἴ τις αὐτὸν μὲν τὸν λεγόμενον λόγον οὐκ ἐμποδίζει,
τῷ δὲ τὸν ἐρωτῶντα ἀπορεῖν τῆς πρὸς τὴν ἔνστασιν λύσεως κωλύεται
ὁ λόγος ἐπὶ τὸ προκείμενον ἐλθεῖν συμπέρασμα. τρίτος τρόπος ἐνστάσεως, ὅταν ἀληθῇ μὲν ᾖ τὰ λαμβανόμενα, τῷ δὲ κακῶς ἠρωτῆσθαι καὶ ἡ ἐλλείπειν τι αὐτὰ ἢ μὴ κατὰ σχέσιν συγκεῖσθαι συλλογιστικὴν μηδὲν φαίνηται συνάγοντα· ὁ γὰρ πρὸς ταῦτα ἐνιστάμενος καὶ δεικνὺς μὴ συναγόμενον
ὑπ’ αὐτῶν τὸ ὡς συμπέρασμα ἐπιφερόμενον πρὸς τὰ ἠρωτημένα
τὸν λόγον ποιεῖται. ἄν μὲν οὖν τῆς ἐνστάσεως γινομένης πρὸς τὸν οὕτως ἠρωτημένον λόγον ὑπὸ τοῦ ἀποκρινομένου μηκέτι δύνηται προάγειν αὐτὸν ὁ ἐρωτῶν, οὕτως οὐ πρὸς τὸν λόγον· ὅταν γὰρ μὴ ἀναιρῆται μὲν ὁ λόγος ὑπὸ τῆς γινομένης ἐνστάσεως ἀληθὴς ὤν μὴ δύνηται δὲ ὁ ἐρω- τῶν λύειν τὴν ἔνστασιν, πρὸς τὸν ἐρωτῶντα λέγεται, ὡς εἴρηται πρὸ
ὀλίγου. ἐὰν δὲ τῆς ἐνστάσεως γινομένης Ε; ἐκ τῶν εἰλημμένων οὐ συνάγεται τὸ ἐπενεχθὲν μεῖζον Ε; τῶν δεικνύντων τὸν λόγον, μεταλαμβάνῃ τὰ εἰλημμένα εἰς τὰ ἰσοδυναμοῦντα ἢ ἀντιστροφαῖς τισι προτάσεων χρώμενος ἢ προστιθείς τινα πρότασιν καθόλου, οὕτως ἄν ἡ ἔνστασις πρὸς τὰ ἠρωτημένα εἴη γινομένη· οὕτω γὰρ τὰ ἠρωτημένα, ὡς τὴν ἀρχὴν
ἐλαμβάνετο, οὐδὲν συνῆγε. τετάρτην ἔνστασίν φησιν εἶναι τὴν πρὸς τὸν
χρόνον· ὅταν γὰρ Ε; ἡ ἔνστασις πλείονος δεομένη χρόνου ἢ κατὰ τὴν πα- ροῦσαν συνουσίαν, κωλύεται τὸ προκείμενον ὁ ἐρωτῶν συμπεράνασθαι· δεῖ μὲν 123 γὰρ πρῶτον λῦσαι τὴν ἔνστασιν· δεῖσθαι δὲ τὴν λύσιν μακροτέρου λόγου τοῦ χρόνου καθ’ ὃν ἡ συνουσία γίνεται. χειρίστην δέ φησιν εἶναι τὴν τοιαύτην τῶν ἐνστάσεων· κακοτεχνούντων γὰρ τὸ τὸν μὲν λόγον μηκύνειν ἐκκρούειν δὲ τὸ προκείμενον κατὰ τὴν εἰς χαλεπώτερον πρόβλημα
μετάθεσιν. εἰπὼν δὲ τέσσαρα εἴδη ἐνστάσεως εἶναι, καθ’ ἃ οἷόν τε κωλύεσθαι λόγον τινὰ συμπεραντικόν, μόνην τὴν ἔνστασίν φησι λύσιν εἶναι τοῦ ἐρωτωμένου λόγου τὴν πρώτην | (αὔτη δὲ ἦν ἀναίρεσις τῆς παρ’ ἣν 124 γίνεαι τὸ ψεῦδος), τἀς δὲ λοιπὰς τρεῖς κωλύσεις τινὰς καὶ ἐμποδισμοὺς τοῦ συμπεράσματος.
125
γὰρ ἐξεταζόμενος ὁ λόγος ἐπιτιμᾶται, ἄν ἀσυλλόγιστος ᾖ, ἄν διὰ ψευδῶν
δεικνύῃ, ἄν δι’ ἀγνωστοτέρων, ὡς μικρὸν προελθὼν ἐρεῖ· λέγει γὰρ πέντε ἐπιτιμήσεις εἶναι τῶν καθ’ αὑτὸ ἐξεταζομένων λόγων. οὐκ ἐπὶ τοῖς αὐτοῖς δὲ ἐπιτιμᾶται καὶ ὁ ἐρωτῶν καὶ ὁ ἀποκρινόμενος. τοῦ γὰρ μὴ καλῶς ἐρωτᾶν πολλάκις οὐχ ὁ ἐρωτῶν αἴτιος ἀλλ’ ὁ ἀποκρινόμενος, ὅταν μὴ συγχωρῇ τοῖς τοιούτοις ἐξ ὧν ἔστι καλῶς ἐπιχειρῆσαι, τουτέστι διαλεκτικῶς,
πρὸς τὴν θέσιν. τὸ γὰρ καλῶς καὶ διαλεκτικῶς τὰς ἐπιχειρήσεις γίνεσθαι καὶ τὸν συλλογισμὸν οὐκ ἐπὶ τῷ ἐρωτῶντί ἐστι μόνῳ, ὥσπερ οὐδ’ ἐπὶ τῷ ἀποκρινομένῳ μόνω, ἀλλ’ ἐπ’ ἀμΦοτέροις· κοινὸς γὰρ ὁ διαλεκτικὸς 126 συλλογισμὸς γίνεται ἀμφοτέρων· γυμνασίας Ε; χάριν διαλέγονται. διὸ δεῖ συντελεῖν εἰς αὐτὸν ἑκάτερον τὸ παρ’ αὑτοῦ· συντελοῖεν δ’ ἄν, ἐὰν ὁ μὲν ἐρωτῶν οὕτως ἐρωτᾷ ὡς προείρηται, ὁ δὲ ἁποκρινόμενος πάλιν οὕτως ἀποκρίνηται
νῆται ὡς ὑπέθετο· διὰ τοῦτο γὰρ εἶπε δεῖν τὸν ἀποκρινόμενον συγχωρεῖν τοῖς
ἐνδόξοις. ὅταν οὖν μὴ δεόντως ἀποκρίνηται, αὐτὸς παρέχει τὴν ἀνάγκην τοῦ μὴ διαλεκτικῶς ποιεῖσθαι τὰς ἐρωτήσεις πρὸς τὸ προκείμενον, ὡς τὰ ἀντικείμενα οἷς ἐρωτᾷ τε καὶ βούλεται λαβεῖν διδόναι. διὸ ἀναγκαῖόν ἐστι πρὸς τὸν λέγοντα, τουτέστι πρὸς τὴν ἀπόκρισιν, ποιεῖσθαι τοὺς λόγους ἀλλὰ
μὴ πρὸς τὴν θέσιν. οὗ αὐτὸς πάλιν ἐξήγησιν ἐπενεγκὼν δυσκολαίνοντες
οὖν, φησίν, ἀγωνιστικὰς καὶ οὐ διαλεκτικὰς ποιοῦνται τὰς διατριβάς· τὸ γὰρ ἀγωνιστικῶς διαλέγεσθαι καὶ ἐκ παντὸς πειρᾶσθαι τρόπου καὶ διὰ τῶν τυχόντων περιτρέπειν τὸν ἀποκρινόμενον οὐ πρὸς τὴν θέσιν ἐστὶν ἀλλὰ πρὸς τὸν ἀποκρινόμενον ποιεῖσθαι τοὺς λόγους. οὐκ αὐτὸς οὗν ἐπιτιμήσεως ἄξιος καίτοι κακῶς καὶ οὐ διαλεκτικῶς ἐρωτῶν, ἀλλ’ ὁ
τὴν αἰτίαν παρέχων τῆς τοιαύτης ἐκτροπῆς· ὁποῖός ἐστιν ὁ ἐν τῷ Πλάτωνος Γοργίᾳ Καλλικλῆς, μηδὲν μήτε τῶν ἀληθῶν μήτε τῶν ἐνδόξων συγχωρῶν. μίαν μὲν οὖν αἰτίαν ταύτην εἶπε τοῦ μὴ τὴν αὐτὴν ἐπιτίμησιν γίνεσθαι λόγου καθ’ αὑτόν τε καὶ ἐρωτωμένου. προστίθησι δὲ τούτοις, καθ’ αὑτοὺς μὲν λόγοι ἐξεταζόμενοι, ἄν ὧσι ψευδεῖς, * * * * * οὐκέτι ἐπιτιμῶνται
ται τῷ γυμνασίας χάριν ποιεῖσθαι τοὺς λόγους ἀλλ’ οὐ διδασκαλίας.
ἐνταῦθα δῆλον ὅτι οὐ δεῖ τἀληθῆ μόνον συλλογίζεσθαι ἀλλὰ καὶ τὰ ψευδῆ. τούτου δ’ αἴτιον, ὅτι πειρᾶται μὲν ὁ διαλεκτικὸς τὸ τιθέμενον δι’ ἐνδόξων ἀνασκευάζειν· ὅταν οὖν ἀληθὲς ᾖ τὸ κείμενον, δῆλον ὅτι τὸ ἀντικείμενον αὐτοῦ πρόκειται δεῖξαι τῷ ἐπιχειροῦντι· διὸ ἀνάγκη ψευδεῖς εἶναι καὶ τὰς
τοῦτο δεικνυούσας προτάσεις· οὐ γὰρ οἷόν τε ἐξ ἀληθῶν ψεῦδός τι δειχθῆναι·
δεῖ οὗν τὰ ψευδῆ προτείνειν. ἐνίοτε δέ, κἄν ψευδής, φησίν, ἡ θέσις ᾖ, διὰ ψευδῶν ἀναιρετέον αὐτήν, ἄν ᾖ τῷ ἀποκρινομένῳ μᾶλλον δοκοῦντα τὰ ψευδῆ τῶν ἀληθῶν· ἐκ γὰρ τῶν ἐκείνῳ δοκούντων καὶ τῶν ὑπ’ ἐκείνου τιθεμένων καὶ συγχωρουμένων προἰόντος τοῦ λόγου μᾶλλον ἔσται πεπεισμένος.
τινα λόγον, ὡς τὸ ἀντικείμενον δεῖξαι διὰ τοῦ ἀντικειμένου, δεῖ, φησί,
τὸν Ε; διαλεκτικῶς δι’ ἐνδόξων μὴ ἐριστικῶς παραλογιζόμενον δεῖξαι μηδὲ δι’ ἐπιπολαίων τινῶν καὶ φαινομένων. ὡς γὰρ τὸν γεωμέτρην διὰ γεωμετρικῶν ἀρχῶν δεῖ τὰς δείξεις ποιεῖσθαι, οὕτω καὶ τὸν διαλεκτικὸν Ε; διαλεκτικῶν· αὗται δέ εἰσιν αἱ ἔνδοξοι, ἄν τε ἀληθὲς ἄν τε ψεῦδος ἡ τὸ δεικνύμενον.
129
ἐπιτιμήσεως ἐστιν ἄξιος. εἰπὼν δὲ καὶ ἐν τῷ λόγῳ καὶ ἐν τοῖς διαλόγοις κοινόν τι ἔργον προκεῖσθαι, καὶ γὰρ ἐν τῷ διαλέγεσθαι] προσέθηκε πλὴν τῶν ἀγωνιζομένων. διότι δὲ τούτοις κοινόν τι ἔργον οὐ πρόκειται, ἐδήλωσεν· ἀμφότεροι γὰρ οἱ ἀγωνιστικῶς διαλεγόμενοι ἐφίενται φαινομένης
νίκης· ἀδύνατον δὲ ἐν τῷ αὐτῷ λόγῳ ἅμα τοὺς ἀντιλέγοντας ἀλλήλους
νικᾶν· πλείους γὰρ ἑνὸς ἀδύνατον. διαφέρει δὲ οὐδὲν τὸν ἐρωτῶντα ἢ τὸν ἀποκρινόμενον εἶναι τὸν ἐμποδίζοντα τὸ κοινὸν ἔργον· ἑκάτερος γὰρ αὐτῶν ἐριστικῶς ποιεῖται τὴν συνουσίαν· καὶ γὰρ ὁ ἐρωτῶν ἐριστικῶς ἐρωτᾷ, καὶ ὁ ἀποκρινόμενος οὐ δίδωσι τὸ φαινόμενον ἔνδοξον, οὐδὲ καθ’ ὃ ὁ ἐρωτῶν τὴν ἐρώτησιν ποιεῖ, ἐκλαμβάνει ἀλλὰ πάλιν μετάγει
131 ὥστε δῆλον ἐκ τῶν εἰρημένων ὅτι μὴ ὁμοία ἡ ἐπιτίμησις λόγου καθ’ αὑτόν τε καὶ ἐν ἐρωτήσει· οὐδὲν γὰρ κωλύει τὸν μὲν λόγον φαῦλον εἶναι ἐξεταζόμενον καθ’ αὑτόν, τὸν μέντοι ἐρωτῶντα αὐτὸν ὡς ἐνδέχεται
βέλτιστα διειλέχθαι πρὸς τὸν ἀποκρινόμενον, εἰ εἴη δυσκολαίνων
καὶ μὴ ποιούμενος κτὰ δόξαν τὰς ἀποκρίσεις.
ὥστε οὐ μεμπέος, εἰ ἐξ ὧν συνεχωρεῖτο, ἐποιεῖτο καὶ τὰν συλλογισμόν· ἀδύνατον γὰρ ἦν ἄλλως συλλογίσασθαι πρὸς τοὺς δυσκολαίνοντας καὶ μὴ καλῶς ἀποκρινομένους. πρὸς γὰρ τοὺς τοιούτους οὐ δυνατὸν τὸν ἐρωτῶντα ποιεῖν συλλογισμοὺς οἵους βούλεται, ἀλλ’ οἵους ἐνδέχεται· ἐκεῖνος γὰρ ἄν βούλοιτο μὲν ἔνδοξον ποιῆσαι συλλογισμόν, τοῦ δὲ μὴ συγχωροῦντος τὰ
ἔνδοξα ἀνάγκη συλλογίσασθαι αὐτὸν ὡς ἐνδέχεται καὶ ἐξ ὧν κρατήσει. οὕτως δὲ ποιῶν οὐ μεμπτέος ἄν εἴη].
τὰ ἐν ἀρχῇ λαμβάνουσι· διὰ γὰρ τὸ ἀγνοεῖν τοῦτο πολλάκις ἐν τοῖς λόγοις ἁμαρτάνουσι. καὶ ταῦτα συμβαίνει καὶ ἐφ’ ἑαυτῶν λέγοντας καὶ
ἀποκρινμένους· ὁ γὰρ λέγων πάντα εἶναι καθ’ εἱμαρμένην καὶ εἶναί τινα ἐνδεχόμενα καὶ ἐφ’ ἡμῖν τὰ ἀντικείμενα αὑτῷ λέγων λανθάνει. ἀλλὰ καὶ ὁ ἄπειρον λέγων ὑπὸ ἀπείρου περιέχεσθαι τὰ ἀντικείμενα ἑαυτῷ λέγων
ἀγνοεῖ· τὸ γὰρ αὐτὸ ἄπειρον καὶ πεπερασμένον λέγει. ἀλλὰ καὶ ὁ ἀδιαφόρως περαίνων ἀσυλλογίστως λέγων τὸ ἐν ἀρχῇ λαμβάνει· ἀξιοῖ γὰρ ὃ συνάγει, τοῦτο λαμβάνειν. παρὰ δὴ τὴν ἄγνοιαν τούτων συμβαίνει καὶ
ἐν τῷ διαλέγεσθαί τινα ἁμαρτίαν. θέμενος γὰρ ἀγαθὸν εἶναι τὸν πλοῦτον, ἄν οὕτω τύχῃ, ἐρωτηθείς, εἰ ᾧ ἔστιν εὖ καὶ κακῶς χρῆσθαι, τοῦτο οὐκ
ἔστιν ἀγαθόν, συγχωρεῖ. ἢ τοῦτο οὐ συγχωρεῖ, ἀλλ’ ἀνανεύσας συνεχώ- ρησε τὸ ἀγαθὸν ἀγαθὸν ποιεῖν, ὅ ἐστιν ἐναντίον τῇ θέσει. φαῦλοι δὲ λόγοι 133 καὶ παρὰ τὸ μὴ διωρίσθαι τὰ τοιαῦτα γίνονται. πολλάκις δὲ καὶ τῆς
τοιαύτης κτὰ τοὺς λόγους ἁμαρτίας αἴτιος ὁ ἀποκρινόμενος, τοῖς μὲν Ε; οὕτως ἐρωτωμένοις οὐ συγχωρῶν, τοῖς δ’ ἤτοι ἀντικείμενα τῷ κειμένῳ λαμβάνουσιν ἢ τὸ ἐν ἀρχῇ αἰτουμένοις εὐθὺς συγχωρῶν. διὸ οὐκ ἂν αἰτίαν ἐν
τοῖς τοιούτοις ἔχοι ὁ ἐρωτῶν ὡς ἐρωτῶν τοιαῦτα. δῆλον οὖν ἐκ τῶν εἰρημένων ὅτι μὴ ὁμοία ἡ ἐπιτίμησις τοῖς τε λόγοις καὶ τοῖς ἐρωτῶσιν.
λέγει. πέντε δέ φησιν εἶναι, | ὧν πρώτη, ὅταν ἐκ τῶν ἠρωτημένων 135 μηδὲν συμπεραίνηται, μήτε τὸ προκείμενον μήτε ἄλλο τι, τουτέστιν ἄν ἀσυλλόγιστα ᾖ, καὶ ἔτι ψευδεῖς ὦσιν αἱ κείμεναι προτάσεις ἢ ἄδοξοι, πᾶσι ἢ τινὲς αὐτῶν, ἐφ’ αἷς ἐπιφέρεται τὸ συμπέρασμα, πρὸς δὲ τούτοις μήτ’ ἀφαιρεθέντων τινῶν μήτε προστεθέντων συνάγηται τὸ συμπέρασμα·
τὸ γὰρ ψευδεῖς καὶ ἀδόξους λαμβάνοντα προτάσεις μηδὲν συνάγειν
παντάπασιν ἄτοπον. τοιοῦτον ἐν τῇ Φυσικῇ ἀκροάσει ἔδειξε λόγον ὄντα καὶ τὸν Μελίσσου καὶ τὸν Παρμενίδου· “καὶ γὰρ ψευδῆ λαμβάνουσι καὶ εἰσὶν ἀσυλλόγιστοι”. τοιοῦτος γὰρ ὁ λέγων ‘τὸ παρὰ τὸ ὂν οὐκ ὄν, τὸ οὐκ ὂν οὐδέν, ἓν ἄρα τὸ ὄν’· οὐ γὰρ τοῦτο συνάγεται. οὗτος μὲν Ε;
οὐ δοκεῖ τὸ προκείμενον συνάγειν, ἀλλ’ ἄλλο τι συνάγει συλλογιστικῶς· τὸ γὰρ ‘παρὰ τὸ ὂν οὐδέν’. ὁ δὲ λέγων ‘εἰ τὸ γενόμενον ἀρχὴν ἔχει,
τὸ μὴ γενόμενον οὐκ ἔχει· ἀλλὰ μὴν τὸ γενόμενον ἀρχὴν ἀρχὴν οὔτε τὸ προκείμενον οὔτε ἄλλο τι συλλογίζεται πρὸς τῷ καὶ τὰ λαμβανόμενα ψευδῆ τε καὶ ἄδοξα λαμβάνειν· διὸ εἶπεν ἐπ’ αὐτοῦ ἐν τῇ Φυσικῇ
“μᾶλλον δὲ ὁ Μελίσσου φορτικός”. ὅταν οὖν, φησί, μήτε λαμβανομένων ἅ ἐστιν ἰσοδύναμα τοῖς κειμένοις, μήτε προστιθεμένων τινῶν μήτε 136 ἀφαιρουμένων, μήτε τῶν μὲν ἀφαιρουμένων τῶν δὲ προστεθέντων,
δύνηται συνάγεσθαι συλλογιστικῶς, ὑπὸ τὴν προειρημένην ἐπιτίμησιν ὁ λόγος ἄν εἴη. ταῦτα δὲ προστέθεικε τὴν κυρίως ἀσυλλόγιστον συμπλοκὴν λαμβάνων καὶ μηδὲ βοηθείας τινὸς τυχεῖν δυναμένην πρὸς
τὸ δοκεῖν μὴ εἶναι ἀσυλλόγιστον. ὁποῖός ἐστιν ὁ Μελίσσου λόγος ὁ προειρημένος. δευτέραν τίθησιν ἀπιτίμησιν, εἰ αἱ μὲν προτάσεις συλλογιστικῶς κείμεναι εἶεν καὶ ὁ λόγος εἴη συλλογιζόμενός τι, μὴ μέντοι τὸ
προκείμενον, ἐκ τοιούτων τε καὶ οὕτως ὡς εἴρηται πρότερον, τουτέστιν ἢ ψευδῶν ἢ ἀδόξων ἐν τῇ πρώτῃ ἐπιτιμήσει. καὶ εἴη ἄν μετὰ τὴν
πρώτην ἐπιτίμησιν, ἥτις ἐγένετο ἐπὶ τῷ πάντα ἡμαρτημένως ἔχοντι λόγῳ, δευτέρα ἡ ἐπὶ συλλογιζομένῳ μὲν οὔτε δὲ τὸ προκείμενον οὔτε δι’ ἀληθῶν τε καὶ ἐνδόξων. τοιοῦτος ἄν εἴη ὁ Παρμενίδου λόγος, δεικνὺς μέν τι καὶ
συνάγων, ἀλλ’ οὐ τὸ προκείμενον, καὶ ἔτι διὰ ψευδῶν. τρίτη ἐπιτίμησις, εἰ προστιθεμένου τινὸς συνάγοιτο τὸ προκείμενον συλλογιστικῶς, τὸ μέντοι
προστιθέμενον χεῖρόν τε εἴη τῶν κειμένων καὶ ἠρωτημένων καὶ ἧττον ἔνδοξον τοῦ συμπεράσματος. δεῖ γὰρ τὰ γνωριμώτερα ἐν τοῖς λόγοις παραλείπεσθαι· ὅταν οὖν τὸ παραλειπόμενον ἀγνωστότερόν τε τῶν κειμένων καὶ ἀδοξότερον τοῦ συμπεράσματος, ἐπιτιμήσεως ὁ λόγος ἄξιος. τετάρτη
ἐπιτίμησις, ἄν ἀφαιρουμένου ἀπὸ τοῦ λόγου ἐκ τῶν λειπομένων συνάγηται
συλλογιστικῶς· ὡς ἔχουσιν οἱ παρέλκοντες λόγοι. εἰ γὰρ δεῖ τὸ συναγόμενον κατὰ συλλογισμὸν τῷ ταῦτα εἶναι συνάγεσθαι, ἐν οἷς λόγοις ἀφαιρεθέντων τινῶν τὰ αὐτὰ συνάγεται, δῆλον ὅτι οὐ τῷ τὰ εἰλημμένα εἶναι τὸ συμπέρασμα. πέμπτην ἐπιτίμησίν φησιν εἶναι, εἰ ἐξ ἀδοξοτέρων καὶ ἧττον πιστῶν τοῦ συμπεράσματος ὁ λόγος εἴη ἢ ἐξ
ἀληθῶν μὲν χαλεπωτέρων δὲ δειχθῆναι τοῦ προβλήματος. ὑφ’ ἐν δὲ τρόπον ἐπιτιμήσεως ἀμφότερα τὰ προειρημένα ἔταξεν, ἐπειδὴ ἐν ἀμφοτέροις, τῷ τε ἀδοξότερα τὰ λαμβανόμενα εἶναι καὶ τῷ χαλεπώτερα δειχθῆναι, ἕν ἐστι τὸ ἁμαρτανόμενον, τὸ ἧττον εἶναι πιστὰ τὰ λαμβανόμενα τοῦ συμπεράσματος. ἀδοξότερα μὲν οὖν τὰ λαμβανόμενα ἐν τῷ λόγῳ ἱεῖσίν,
εἰ βωμοί εἰσι, θεοί’· πλείονος δὲ λόγου δεόμενα, εἴ τις δεικνύει τὴν 137 ψυχὴν ἀθάνατον διὰ τὸ κίνησιν αὐτὴν αὐτοκίνητον εἶναι· τό τε γὰρ τὴν ψυχὴν κίνησιν δεῖξαι χαλεπόν, τό τε κίνησιν οὖσαν κινεῖσθαι χαλεπώτερον. Ἑρμῖνος μέντοι τὴν ἀπὸ τῆς προσθέσεως καὶ τῆς ἀφαιρέσεως ἐπιτίμησιν μίαν φησὶν εἶναι, τὴν δ’ ἀπὸ τοῦ δι’ ἀδοξοτέρων ἡ δι’ ἀληθῶν πλείονος
δεομένων λόγου εἰς δύο ἐπιτιμήσεις διαιρεῖ. τοῦτο δὲ ποιῶν ποιεῖ καὶ τὴν
δευτέραν ἐπιτίμησιν τὴν αὐτὴν τῇ τετάρτῃ. ἢ δὶς παραλαμβανόμενον τὸ ἐξ ἀδοξοτέρων· καὶ γὰρ ἡ δευτέρα τοῦτο εἶχεν, εἰ καὶ μὴ τὸ προκείμενον συλλογίζεται ἀλλ’ ἄλλο τι.
τοὺς συλλογισμούς.
καὶ οὐκ εὔπορα πρὸς ἐπιχείρησιν. ἐχόντων δὲ τῶν προβλημάτων
ταύτην τὴν διαφορὰν ἀδύνατον πάντα ὁμοίως δι’ ἐνδόξων δείκνυσθαι προτάσεων, ἀλλ’ ἱκανὸν τὸ καθ’ ἕκαστον πρόβλημα, ὃ ἐνδέχεται ἔνδοξον ληφθῆναι, τούτου εὐπορῆσαι· οὐδὲν γὰρ ἧττον διαλεκτικῶς ἔσται δεδειγμένα τῶν διὰ σφόδρα ἐνδόξων δεδειγμένων τὰ δι’ ἧττον τοιούτων δεικνύμενα,
ὅταν μὴ Ε; οἷόν τε τὸ πρόβλημα δι’ ἐνδοξοτέρων δειχθῆναι.
τε τὸ προβληθὲν καὶ καθ’ αὑτόν.
πρὸς ὃ γίνεται. ψεκτὸς γάρ τις δοκῶν εἶναι καθ’ αὑτόν, ὡς πρὸς τὸ πρόβλημα ἐξεταζόμενος ὁ τοιοῦτος οὐ δόξει ψεκτὸς εἶναι· καὶ ἔμπαλιν 141 οὐκ ὢν ψεκτός, εἰ πρὸς τὸ πρόβλημά τις αὐτὸν ἐξετάζοι, ψεκτὸς ἄν εἴη. καθ’ αὑτὸν γὰρ ψεκτός τις ὢν λόγος, διὰ γνωριμωτέρων ἢ δι’ ἐνδοξοτέρων
συλλογιζόμενος οὐ δόξει πρὸς τὸ πρόβλημα ἐξεταζόμενος ψεκτὸς εἶναι καὶ ἐπιτιμήσεως ἄξιος τῷ διὰ πλειόνων καὶ ἐνδοξοτέρων δειχθῆναι. ὁ γὰρ
ἀναιρῶν τὸ τὰ πάντα καθ’ εἱμαρμένην γίνεσθαι καὶ λόγον διὰ τὸ μάτην εἶναι τούς τε ἐπαίνους καὶ τοὺς ψόγους καθ’ αὑτὸν μὲν ἐξεταζόμενος οὐκ ἂν ἄξιος ἐπιτιμήσεως φαίνοιτο. εἰ δέ τις αὐτὸν ἐξετάζοι πρὸς τὸ πρόβλημα, ἐνδεεστέρως ἄν ἔχειν δοκοῖ τῷ διὰ πλειόνων καὶ ἐνδοξοτέρων δύνασθαι τὸ
προκείμενον δείκνυσθαι· διὰ γὰρ τοῦ ἀναιρεῖσθαι πᾶν τὸ ἐνδεχόμενον, ἀλλὰ
καὶ τὸ ἐφ’ ἡμῖν· οὕτω δὲ καὶ τὸ μὴ εἶναι τὴν ἀρετὴν καὶ τὴν κακίαν ἐφ’ ἡμῖν ἀναιρεῖται, ὡς μάτην εἶναι καὶ τὸ βουλεύεσθαι.
τῷ λόγῳ καὶ πρὸς τὸ πρόβλημα ἐξεταζομένῳ. καθ’ αὑτὸν μὲν γὰρ χείρων
ἐστὶν ὁ λόγος ὁ μὴ διὰ τῶν κειμένων συμπεραινόμενος τὸ προκείμενον τοῦ διὰ τῶν λαμβανομένων συλλογιστικῶς τι δεικνύοντος. εἰ δὲ πρὸς τὸ πρόβλημα ἐξετάζοιτο, φανείη ἄν ποτε ὁ λόγος ὁ μὴ συμπεραινόμενος τοῦ συμπεραινομένου καλλίων· ὅταν γὰρ ὁ μὲν συμπεραινόμενος δι’ αἰτήσεων
τινων συμπεραίνηται εὐηθῶν, τοῦ προβλήματος μὴ ὄντος εὐήθους καὶ μὴ δυναμένου δι’ εὐηθῶν δείκνυσθαι, ὁ δὲ μὴ συμπεραινόμενος προσδέηται μὲν
προτάσεως τινος ἀλλ’ ἐξ ἀνάγκης τοῖς κειμένοις ἑπομένης καὶ ἐναργοῦς, ἡ δὲ ἰσχὺς τοῦ λόγου ἐν τῇ εἰλημμένῃ Ε; ἀλλὰ μὴ ἐν τῇ λειπούσῃ.
ἐπιτιμᾶν.
ᾖ μᾶλλον τῶν ἀληθῶν, οὐ δίκαιον ἐπιτιμᾶν τοῖς διαλεκτικῶς δεικνύουσι τὸ προκείμενον. ἐὰν δὲ ᾖ δίκαιον ἐπιτιμᾶν, λέγοι ἂν ὅτι ἄξιον ἐπιτιμᾶν τούτοις, οἷς ἐνὸν δι’ ἀληθῶν τὸ προκείμενον δεικνύειν
αἱροῦνται μᾶλλον διὰ ψευδῶν.
γενομένῳ συμπεράσματι συντελοῖ ἄν ὁ τοιοῦτος συλλογισμός. εἰ γὰρ εἴη τὸ γινόμενον ἐπ’ αὐτῷ συμπέρασμα συντελοῦν εἰς ἄλλου τινὸς ἀπόδειξιν, εἴη ἂν πρὸς τὸ διὰ τοῦ συμπεράσματος αὐτοῦ δεικνύμενον συντελῶν καὶ ὁ λόγος, ὃς ἦν ἀπόδειξις τῆς συντελούσης εἰς τὸν δεύτερον γινόμενον λόγον προτάσεως· τοιοῦτοι γὰρ οἱ προσυλλογισμοί. ἐὰν δὲ φαίνηταί τι συντελῶν,
σόφισμα ἔσται καὶ οὐκ ἀπόδειξις· εἰ γάρ τι εἴη μηδεμίαν οἰκειότητα ἔχον πρὸς τὸ τῆς ἀποδείξεως συμπέρασμα, οὐκ ἔσται πρὸς ἐκεῖνο συντελῶν ὁ εἰρημένος συλλογισμός.
ἔνδοξος μήτ’ ἄδοξος, ἢ ἡ μὲν ἔνδοξος ἡ δὲ ἄδοξος, εἰ μὲν ὁμοίως, καὶ 148 τὸ συμπέρασμα ἀμφοτέρων μεθέξει ὁμοίως, εἰ δὲ τῶν προτάσεων ἡ ἑτέρα μᾶλλον εἴη ἢ ἔνδοξος ἢ ἄδοξος, τῇ τὸ μᾶλλον ἐχούσῃ καὶ τὸ συμπέρασμα
ἀκολουθήσει.
προσεχῶς μὲν οὖν ἔστι τοῦτο συλλογίσασθαι λαβόντα ‘ἐν πᾶσιν, ἐν οἷς ἐστι τὸ μέν τι αὐτό, τὸ δὲ μὴ αὐτό, ἐν τούτοις τὸ μᾶλλόν ἐστι καὶ τὸ ἧττον· ἔστι δ’ ἐν δόξῃ τὸ μέν τι αὐτό, τὸ δὲ μὴ αὐτό’. [καὶ ἐδήλουν τὸν ἄνθρωπον λέγοντες.] ἄν δέ τις ἐνὸν δι’ ὀλίγων δεῖξαι τὸ προκείμενον διὰ πολλῶν αὐτὸ δεικνύῃ, λαμβάνων ἐν τοῖς πλείοσι καὶ αὐτὰ ταῦτα δι’ ὧν
μόνων ἐνῆν δεῖξαι τὸ προκείμενον, ἁμαρτάνοι ἄν. οἷον εἰ πρῶτον μὲν αἰτήσαιτο ἐν οἷς τὸ αὐτὸ καὶ μή, καὶ τὸ μάλιστα εἶναι, καὶ πρὸς
τούτοις λαμβάνοι τὸ δοξαστὸν εἶναί τι αὐτό, τὸ δ’ ἀληθὲς τῷ αὐτοσοξαστῷ προσθείη, δῆλον τὸ κυρίως ὄν· τὸ γὰρ κυρίως μᾶλλον ὄν· ἐξ ὧν συνάγει ὅτι καὶ τὸ αὐτοδόξαστόν μᾶλλον δοξαστὸν τῶν τινῶν, ἃ δῆλον
ὅτι οὐκ ἔχει τὸ αὐτό· ἔχων δὲ κείμενον μᾶλλον ἄλλο ἄλλου δοξαστὸν εἶναι, εἰ προσλάβοι τὸ πρὸς τὸ μᾶλλον λεγόμενον μᾶλλον εἶναι, ὃ ἴσον ἐστὶ τῷ τῶν πρὸς ἄλληλα λεγομένων τὸ πρὸς τὸ μᾶλλον τοιοῦτον
λεγόμενον καὶ αὐτὸ μᾶλλον τοιοῦτον· οἷον εἰ ἐπιστήμη πρὸς ἐπιστητόν, καὶ ἡ τοῦ μᾶλλον ἐπιστητοῦ μᾶλλον ἐπιστήμη· οὕτω καὶ ἐπὶ αἰσθήσεως·
ἐπεὶ τοίνυν καὶ ἡ δόξα δοξαστοῦ ἐστι, καὶ ἡ τοῦ μᾶλλον δοξαστοῦ ἔσται μᾶλλον δόξα· ἔσται ἄρα μᾶλλον δόξα αὐτοαληθής, ἥ ἐστι μᾶλλον 150 ἀκριβὴς τῶν τινῶν, ὥσπερ ἦν καὶ ἐπὶ τῶν δοξαστῶν. ὁ δὴ ταῦτα εἰς τὴν τοῦ προκειμένου δεῖξιν λαμβάνων ἔχει ἐν αὐτοῖς ᾐτημένον καὶ κείμενον
τό τε εἶναί τινα δόξαν αὐτοαληθῆ· τὸ γὰρ ᾔτηται δὲ καὶ αὐτοσόξαν ἀληθῆ εἶναι τοῦτο σημαίνει, τὸ εἶναί τινα καὶ αὐτοδόξαν· ἀλλὰ
καὶ τοῦτο εἴληφε, τὸ μάλιστα εἶναι ἕκαστον ὃ λέγεται αὐτό· ἐξ ὧν τὸ προκείμενον συνάγεται τὸ εἶναί τινα δόξαν ἀκριβεστέραν, τουτέστι μᾶλλον τῶν ἄλλων. ἡ γὰρ ἀκριβεστέρα δόξα μᾶλλον τῶν ἄλλων δόξα· ἐν ᾧ γὰρ τὸ αὐτό, ἐν τούτῳ Ε; μάλιστα καὶ ἀκριβέστατον· ἐν δὲ δόξῃ τὸ αὐτό· ἐν
δόξῃ ἄρα τὸ μάλιστα καὶ ἀκριβέστατον.
αὐτοδοξαστόν· ὥστε τῶν τινῶν ἑκάστων τὸ αὐτοέκαστον αὐτοδόξαστόν, ἤτοι
μᾶλλον δοξαστόν· ὥστε καὶ ἡ αὐτοδόξα μᾶλλον ἔσται ἀκριβὴς τῶν τινῶν δοξῶν.] τίς δ’ ἡ ἁμαρτία τῶν οὕτω δεικνύντων καὶ τίς ἡ τῶν τοιούτων λόγων μοχθηρία, προστίθησι· ποιοῦσι γὰρ διὰ τὰ ἔξωθεν καὶ ἐκ περισσοῦ
προστιθέμενα λανθάνειν τὰ τοῦ συμπεράσματος αἴτια.
γίνεσθαι τριχῶς. καθ’ ἕνα μὲν τρόπον φανερώτατον καὶ πᾶσι γνώριμον,
ἐὰν ἐκ τοιούτων προτάσεων συμπεραινόμενον ᾖ τὸ προκείμενον, ὥστε μὴ δεῖν ἐπερωτῆσαι περὶ μηδενὸς τῶν εἰλημμένων διὰ τὸ γνώριμον καὶ σαφὲς αὐτῶν. τοιοῦτος δ’ ἂν εἴη ὁ ἐκ τῶν γνωρίμων τε καὶ ἐνδόξων καὶ ἀμέσων καὶ μὴ δεομένων δείξεως συνάγων τὸ προκείμενον·
οἷον ὧς τὸ ‘πᾶς ἄνθρωπος ζῷον πεζόν, πᾶν ζῷον πεζὸν ζῷον’.
ω-ων λόγων συuπς͂ράσuι ἄτα , τουτέστι rροσυλλο͂λογισμένας καὶ διὰ -τοῦτο φανεράς. ὡς γὰρ ἐν ταῖς ἀποδείξεσι πρώτη μὲν καὶ κυριωτάτη ἡ ἐξ ἀμέ- ἀμέσων καὶ πρώτων, δευτέρα δὲ ἡ διὰ τοιούτων ἃ δι’ ἀμέσων δείκνυται, οὕτω καὶ ἐπὶ τῶν φανερῶν λόγων μάλιστα μὲν φανερὸς ὁ διὰ γνωρίμων καὶ μὴ δεοῴνων δείξεως, δεύτρος δὲ ὁ διὰ δεδειγμένων [καὶ] διὰ τοιούτων nώρι-
μος. τρίτον δὲ τρόπον τοῦ δήλου λέγει, εἰ ἐλλείπει μὲν καὶ μὴ εἴη πάντα εἰλημῴνα τὰ ἐφ’ οἷς τὸ συμπέρασμα, εἴη δὲ τὸ λεῖπον σφόδρα ἔνδοξόν τε καὶ γνώριμον. τοιοῦτος καὶ ὁ δοκῶν μονολήμματος ‘ἀναπνεῖς, ζῇς ἄρα’· γνώριμον γὰρ τὸ παραλλλειμμένον τὸ ‘ ἀναπνέον ζῇ᾿, τοιαῦτά ἐστι καὶ τὰ ἐνθυμήματα· ι οὗτοι κολάσεως ἄξιοι· ἱερόσυλοι γάρ’· παρεῖται
γὰρ τὸ τοὺς ἱεροσύλους ἀξίους εἶναι κολάσεως.
154
ὄντων δέ. ἕνα δὲ [τὸν μὴ συλλογιζόμενον], ὅταν συλλογίζηται μέν τι ἐκ τῶν λαμβανομένων, οὐ ιuέντοι τὸ προκείμενον. τοῦτο δὲ συμβαίνειν φαίνεται
μάλιστα τοῖς δι’ ἀδυνάτου δεικνύουσί τι. τοῦτο δ’ ἄν λέγοι, ἤτοι ὅτι πάντες οἱ εἰς ἀδύνατον ἀπάγοντες συλλογίζονται μέν, οὐ μὴν τὸ προκείῳνον, ἀλλ’ ἔστιν ὁ συλλογισμὸς ψευδής· οὕτω γὰρ δεικνῦσι τὸ προκείμένον
διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, οὐ τῷ αὐτὸ δεικνύναι διὰ συλλο- γισμοῦ. ἡ οὖν τοῦτο λέγει, ὡς ιεομίνῳ δοκεῖ, ἢ μᾶλλον, ὡς ἅπασι, λέγει συμβαίνειν μάλιστα τοῖς εἰς ἀδύνατον ἀπάγουσι τὸ μηδὲν πρὸς τὸ
προκείῳνον συλλογίζεσθαι πολλάκις, ὅταν ἀλλοτρίας τις τῆς ὑποθέσεως 155 προτάσεις λάβῃ καὶ συμπερανάμενός τι ἀδύνατον ἀξιώσῃ, ἐπεὶ τοῦτο ἀδύνατον, τὸ ἀντικείμενον τῆς ὑποθέσεως λαμβάνειν· τῷ γὰρ μὴ παρὰ τὴν ὑπόθεσιν γεγονέναι τὸ ἀδύνατον (καὶ γὰρ χωρὶς ταύτης ἐκ τῶν καταλειπομένων τὸ αὐτὸ ἀδύνατον συνάγεται) οὐδὲν πρὸς τὸ προκείμενον· τοῦτο δ’
ἦν τὸ ἀντικείμενον τῆς ὑποθέσεως κατασκευάσαι. εἶπε δὲ καὶ ἐν τοῖς
Ἀναλυτικοῖς ὅτι “τὸ μὴ παρὰ τοῦτο” ἐν τοῖς Ε; ἀδύνατον λέγουσι λόγοις. τρίτος τοῦ ψευδοῦς λόγου τρόπος, ὅταν τὸ λαμβανόμενον μὲν συνάγῃ τὸ προκείμενον, μὴ ᾖ δὲ οἰκεῖα τὰ λαμβανόμενα τῷ δεικνυμένῳ, οἷον εἰ γεωμετρικόν τι δεικνύει μὴ διὰ γεωμετρικῶν ἢ ἰατρικὸν μὴ διὰ ἰατρικῶν,
καὶ τοῦτο ὁμοίως, ἄν τε ἀληθὲς ἄν τε ψεῦδος ᾖ τὸ συναγόμενον· ἡ γὰρ αἰτία τοῦ λόγου τὸ μὴ διὰ οἰκείων γίνεσθαι τῷ προκειμένῳ. ὁ γὰρ δεικνὺς
ὅτι τὰ περιφερῆ ἕλκη βραδύτερον θεραπεύεται διὰ τοῦ λαμβάνειν τὸ τῶν ἰσοπεριμέτρων σχημάτων μέγιστον εἶναι τὸ τοῦ κύκλου ἐμβαδὸν οὐ δι’ ἰατρικῶν ἰατρικὸν συλλογίζεται. κατὰ δὲ τὸν τέταρτον τρόπον ψευδὴς γίνεται
λόγος, ὅτε διὰ ψευδῶν προτάσεων καὶ ἀμέσων τι συνάγεται. ἀλλ’ οὐ τοῦ διότι ἀλλὰ τοῦ ὅτι ὁ τοιοῦτος γίνεται συλλογισμός.
γοντος, περὶ τοῦ πρώτου λέγων τοὐ ἐκ ψευδῶν ψεῦδος συνάγοντος τὸν ψευδῆ λόγον εἶναι τοῦ λέγοντος καὶ ἐρωτῶντος αὐτὸν ἁμάρτημά φησι, λέγων,
ὡς εἶπον, ψευδῆ τὸν διὰ ψευδῶν ψεῦδος συλλογιζόμενον. ὁ δὴ τοιοῦτος λόγος καθ’ αὑτὸν μὲν ἐπιτιμήσεως ἄξιος οὐκ ἔστιν· εἰ γάρ ἐστι συλλογιστικός, εἴη ἄν ἁμαρτία τοῦ λέγοντος, καὶ οὐδὲ τούτου ἀεί, ἀλλ’ ὅταν ἀγνοήσῃ ὅτι ψεῦδός ἐστι. οὐ γὰρ πᾶς ὁ λόγος μεμπτός· ἔστι γάρ τις
λόγος διὰ ψευδῶν ψεῦδός τι δεικνύς, ὃν πολλῶν ἀληθινῶν λόγων μᾶλλον
ἀποδεχόμεθα ὡς μᾶλλον δεικνύντα καὶ συνιστῶντα τὸ προκείμενον. ἔστι δὲ οὗτος ὁ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς γινόμενος· ἐν γὰρ τῷ τοιούτῳ λόγῳ ὑπόθεσίν τινα λαμβάνοντες καὶ ἐπὶ ταύτῃ πρότασίν τινα ὅτι μάλιστα δοκοῦσαν περὶ γὰρ ταύτης εἶπε τὸ ἐξ ὅτι μάλιστα δοκούντων ἀναιρεῖν τὸ ἀληθές· ἡ δὲ ἀσάφεια ἐν τῇ λέξει, ὅτι μιᾶς οὔσης τῆς τοιαύτης προτάσεως
περὶ πλειόνων εἶπεν) ἐκ ταύτης τῆς ὑποθέσεως συνάγομέν τι ψεῦδος, δι’ οὗ ἀναιροῦμέν τι τῶν ἀληθῶν. ἀλλ’ ὅμως πρὸ πολλῶν λόγων ἀληθῶν ἀποδεχόμεθα μᾶλλον τὸν ὄντα ψευδῆ, ἐπεὶ ἀληθῶν ἀπόδειξίς ἐστι· καὶ γὰρ εἰ τὸ συμπέρασμα | ψεῦδος ἔχει, ἀλλ’ ὅτι ἄλλο τι δι’ αὐτοῦ δείκνυται 156 ἀληθές τὸ γὰρ ἀντικείμενον τῇ ψευδεῖ ὑποθέσει· τοῦτο γὰρ ἐδήλου 157 διὰ τοῦ γὰρ τῶν κειμένων τι μὴ εἶναι παντελῶς, ἀλλὰ δηλονότι τὸ ἀντικείμενον αὐτῷ), ὁ τοιοῦτος λόγος καίτοι ψευδὴς ὢν ἀπόδειξίς ἐστιν. ὥστε οὐ πᾶς λόγος ψευδὴς ψεκτός. ὁ μὲν τοιοῦτος λόγος καίτοι ψευδὴς ὢν ψεῦδος συνάγων ἀποδεικτικός.]
ἐμνημόνευσεν ἐν τοῖς ψευδέσι λόγοις τελευταίου, πολλῷ ἄν εἴη χείρων τῶν ψεῦδος συμπεραινόντων λόγων, εἰ ἐκεῖνοι δι’ ἐνδόξων τοῦτο ποιοῦσιν· ἦν γὰρ καὶ ὁ εἰς ἀδύνατον ἀπάγων ψεῦδός τι συνάγων, οὐ μὴν ἀδόκιμος.
ἐνδέχεται δέ, φησί, καὶ ψεῦδός τι συνάγειν διὰ ψευδῶν καὶ ἠλιθίων προτάσεων· ὃς ἔτι φαυλότερος ἄν εἴη τοῦ προειρημένου. τούτοις προστίθησιν, ἐκ τῶν προειρημένων λόγου τοῦ ψευδοῦς γνωρίμου γεγονότος, πῶς δεῖ τὴν
ἐξέτασιν ποιεῖσθαι τῶν λόγων.
αὐτὸν εἰ συμπεραινεται.
συνήχθη· εἰ μὲν γὰρ ἐκ ψευδῶν ἢ ἐνδόξων] συνήχθη δοκούντων δὲ
τῷ προσδιαλεγομένῳ, καλεῖται ὁ τοιοῦτος συλλογισμὸς λογικός, ἤτοι διαλεκτικός· εἰ δὲ συνήχθη ἐξ ὄντων μὲν καὶ ἀληθῶν μὴ δοκούντων δὲ τᾷ προσδιαλεγομένῳ, καλεῖται φαῦλος. ἄν δὲ ψευδεῖς ὦσιν αἱ προτάσεις ἅμα καὶ λίαν ἄδοξοι, ἤτοι μὴ δοκοῦσαι τῷ προσδιαλεγομένῳ, δῆλον ὅτι καὶ
οὗτος φαῦλος ἂν εἴη, ἢ ἁπλῶς καὶ καθ’ αὑτὸ μόνον ἡ τοῦ πράγματος, τουτέστιν ἢ καὶ πρὸς τὸ πρᾶγμα. ὅταν γὰρ τοῦ προβλήματος μὴ ὄντος
159 ἀδόξου τε καὶ ψευδοῦς διὰ τοιούτων τις αὐτὸ δεικνύῃ, φαῦλος πρὸς τὸ πρᾶγμα ὁ τοιοῦτος λόγος· ὅταν δὲ καὶ τὸ πρόβλημα ᾖ τοιοῦτον, ὁ διὰ τοιούτων αὐτὸ δεικνὺς λόγος ἀπλῶς μὲν φαῦλός ἐστιν, οὐκέτι δὲ καὶ πρὸς τὸ πρᾶγμα, εἰ ἐκεῖνο μὴ δύναται διὰ βελτιόνων δειχθῆναι.
160
ἐν ἀρχῇ λαμβάνειν τινὰ ἀποτελοῦσι κατὰ τοὺς πέντε τρόπους, οὓς ἐκτίθεται.
αἰτήσας λάβοι, οἷον διὰ τί ὁ ἄνθρωπος λογικόν, διότι λογικός. οὗτος δὲ ὁ τρόπος τοῦ ἐν ἀρχῇ οὐ κατὰ δόξαν ἐστίν, ἀλλ’ ὁ κυρίως καὶ κατ’ ἀλήθειαν. τοῦτο δέ, ἤγουν τὸ ἐν ἀρχῇ αἰτεῖσθαι, οὐ ῥᾴδιον λανθάνειν ἐπὶ τοῦ τοιούτου τρόπου· οἷον εἴ τις ἐρωτήσας, διὰ τιὸ ἄνθρωπος
λογικόν, λάβοι αὐτὸ τοῦτο τὸ ἐρωτηθὲν εἰς ἀπόδειξιν αὐτοῦ, οὐδένα ἄν
λάθοι ὅτι τὸ ἐν ἀρχῇ ᾐτήσατο.
ὁ λόγος τὸ αὐτὸ σημαίνει· μᾶλλον γὰρ ἐπὶ τούτων ἡ εἰ αὐτό τις τὸ ζητούμενον ἐπὶ τῆς αὐτῆς λέξεως λαμβάνοι. ὁμοίως δὲ καὶ εἰ ἀντὶ λόγου ὄνομα λαμβάνοι, τὸ ἐν ἀρχῇ αἰτεῖται, καὶ εἰ λόγον ἀντὶ λόγου, ὅταν ἀμφότεροι τὸ αὐτὸ σημαίνωσιν. ὁ δὲ ἀντὶ ὀνόματος ὁρισμὸν λαμβάνων φαινομένως
αἰτεῖται· δείκνυσι γάρ τινα διὰ τοῦ ὁρισμοῦ, ὅταν τὸ μὲν ὄνομα ἄδηλον ᾖ,
ὁ δὲ ὁρισμὸς καὶ τὸ σημαινόμενον γνώριμον. τὰ δ’ ἄλλα εἴη ἂν τοῦ ἀληθῶς τὸ ἐν ἀρχῇ λαμβάνειν παραδείγματα. καὶ καθόλου, ὅταν δύο 162 τινὰ ἀντιστρέφῃ ἀλλήλοις καὶ ᾖ όμοίως ἀσαφῆ, ὁ πρὸς τὴν τοῦ έτέρου δεῖξιν τῷ ἑτέρῳ αὐτῶν χρώμενος αἰτεῖται τὸ ἐν ἀρχῇ, ὥσπερ πάλιν καὶ ὁ πρὸς τὴν δεῖξίν τινος χρώμενος τῷ δεικνυμένῳ δι’ ἐκείνου· οὗς δύο τρόπους
τῆς τοῦ ἐν ἀρχῇ λήψεως εἴρηκεν ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν.
ἐν δὲ τοῖς συνωνύμοις, οἷον διὰ τί ὁ ἄνθρωπος νοῦ καὶ ἐπιστήμης δεκτικός, διότι ὁ ἄνθρωπος ζῷον πεζὸν δίπουν, τοῦτο δὲ νοῦ καὶ ἐπιστήμης δεκτικόν· ἔλαβε γὰρ συνώνυμον ὄνομα ἀντὶ τοῦ ἀνθρώπου τὸ ζῷον πεζὸν δίπουν. τῷ δὲ μᾶλλον καὶ ἐπ’ ἀμφοτέρων ἐχρήσατο, τῶν τε πολυωνύμων
καὶ συνωνύμων, ἐπειδὴ καὶ ἐπ’ ἀμφοτέρων τὸ ζητούμενον ὁμοίως λανθάνει.]
163
ζητουμένου εἰ τῶν ἐναντίων λάβοι τις τῶν ἀντικειμένων τῷ μὴ αὐτόθεν κεῖσθαι τὸ τὰ ἐναντία ἀντικείμενα εἶναι.
ἀλήθειαν αἰτεῖται τὸ ἐν ἀρχῇ (ἐπακτικὸς γὰρ ὁ τοιοῦτος τρόπος), ὥσπερ οὐδ’ ὁ πρὸ αὐτοῦ ἐκ τοῦ καθόλου τὸ ὑπ’ αὐτὸ συνιστάς· ἔστι γὰρ ἀποδεικτικὸν
μάλιστα τὸ τοιοῦτον εἶδος.
τοῖς γὰρ ἤδη κειμένοις τὰ ἐναντία αἰτοῦνται. ἐναντία δὲ λέγει τὰ ἀντικείμενα,
ὡς δι’ ὧν ἐπιφέρει δηλοῖ.
λαθεῖν), οὕτως οὐδ’ οἱ τὰ ἀντικείμενα· προφανὲς γὰρ καὶ αὐτόθεν ἄτοπον· ἀλλὰ μεταφέροντες τὰς λέξεις λαμβάνουσιν ἐπ’ ἄλλων μὲν ὀνομάτων ἢ λόγων τὴν κατάφασιν, ἐπ’ ἄλλων δὲ ταὐτὸ σημαινόντων τὴν ἀπόφασιν. δύναται δὲ μὴ τὰς ἀντιφατικῶς ἀντικειμένας εἰρηκέναι προτάσεις
ἀλλὰ τὰς ὁπωσοῦν· καὶ γὰρ αἱ ἐναντίαι ἀντικείμεναι.
ταὐτὰ καὶ ἀλλήλοις ἐστὶ ταὐτά· ἔστι ἄρα τὸ ἀγαθὸν καὶ τὸ
κακὸν ταὐτόν.]
ἐνταῦθα δὲ δυνάμει· οὐ γάρ ἐστιν ἀντίφασις ‘πάντων τῶν ἐναντίων μία ἐστὶν
ἐπιστήμη’ * * * * *. διὸ ἐκεῖνος μὲν ὁ τρόπος καταφωρότερος τῆς τῶν ἀντικειμένων λήψεως, οὗτος δὲ μᾶλλον λανθάνων. εἴη ὅ ἄν τις τῶν εἰρημένων τρόπων διαφορὰ Ε; καθόσον ἐκεῖνος μὲν κατάφασιν καὶ ἀπόφασιν ἐλάμβανε τἀς ὁπωσοῦν ἀντικειμένας ἀντίκεινται γὰρ καθόλου αἱ ἐναντίαι· διὸ
οὐδ’ ἐμνημόνευσεν ἔτι τῆς τοιαύτης τῶν ἀντικειμένων λήψεως), ἐνταῦθα δὲ τὰς ἀντιφατικάς. οὕτως ποιεῖ καὶ ὁ πᾶσαν μὲν ἀρετὴν ὁμολογουμένην
εἶναι διάθεσιν, τὴν δὲ ἐγκράτειαν ἀρετὴν τιθείς· εἴη γὰρ ἄν δυνάμει λέγων ὅτι μὴ πᾶσα ἀρετὴ ὁμολογουμένη διάθεσις· ἡ γὰρ ἐγκράτεια οὐχ ὁμολογία ἀλλὰ μάχη.
καὶ τούτου στοχάζεται, τῆς δὲ νόσου οὔ, ἐπεὶ οὐδὲ τέλος ἔχει τὸ νοσοποιῆσαι; ὥστε ὁμολογήσας καθόλου, ὅτι πάντων τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη, μερικῶς ἔλαβεν ὡς οὐχ ἡ αὐτή· ὑπὸ γὰρ τὰ ἐναντία καὶ ἡ
ὑγεία καὶ ἡ νόσος. τέταρτος δὲ τρόπος, ὅταν τὸ ἀνάπαλιν ἐπὶ μέρους μὲν 172 αἰτήσας, τὸ τοῦ ὑγιεινοῦ καὶ τοῦ νοσώδους τὴν αὐτὴν εἶναι ἐπιστήμην, εἶτα ἐπὶ τοῦ καθόλου πειρᾶται λαβεῖν τὴν ἀντίφασιν, δείξας ὅτι οὐ πάντων τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη.]
βαίνοντι.
φύσιν ἀγαθόν· ἕπεται γὰρ ἐξ ἀνάγκης τούτοις τὸ πᾶσαν ἡδονὴν ἀγαθὸν εἶναι· ἂν δή τις τούτων κειμένων λάβῃ μηδεμίαν ἡδονὴν ἀγαθὸν εἶναι, εἴη
ἂν τὸ ἐναντίον λαβὼν τῶν κειμένων.
τοιαῦτά τινα δύο οἷς ἀκολουθεῖ ἀντίφασις’. τὸ δ’ ἡ ἀντικειμένη ἀντίφασις
ἴσον ἐστὶ τῷ ‘κατάφασις καὶ ἀπόφασις αἱ ἀντικείμεναι‘· οὐ γὰρ πᾶσα κατάφασις πάσῃ ἀποφάσει ἀντίκειται. οὐδὲν γὰρ διαφέρει τοῦ τὴν ἀντίφασιν αἰτῆσαι τὸ τοιαῦτα αἰτῆσαι οἷς ἡ ἀντίφασις ἕπεται. ἔνεστι δὲ ἀκοῦσαι τοῦ δύο συμπλοκῆς προτάσεων ἐξ ὧν συναχθήσεται ἡ ἀντίφασις.
τὸ ἁμάρτημα εὑρίσκεται (ὃ γὰρ δεῖξαι δεῖ, τοῦτο αἰτεῖται ὁ ἐν ἀρχῇ αἰτούμενος), ὁ δὲ τὰ ἀντικείμενα αἰτῶν κατ’ αὐτὴν τὴν τούτων λῆψιν 175 τὴν ἁμαρτίαν ποιεῖται· ἁμαρτία γὰρ ἐν λήψει προτάσεων τὸ τἀναντία ἀλλήλοις συγχωρεῖν τε καὶ λαμβάνειν.
ἤγουν τῷ συμπεράσματι. οἷον εἴ τις συλλογισάμενος ὅτι ἡ ψυχὴ αὐτοκίνητος,
τὸ αὐτοκίνητον ἀεικίνητον, τοῦτο δὲ ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατος, εἶτα λάβοι ὅτι καὶ θνητή. καὶ ἐάν τις δὲ μὴ λάβῃ τὰ ἀντικείμενα φανερῶς, ὡς ἐν τούτοις πᾶσιν εἴρηται, λάβῃ δὲ τοιαῦτα δύο, ἤτοι ποιητικὰ καὶ φθαρτικά τινων, ἐξ ὧν ἔσται ἡ ἀντικειμένη ἀντίφασις· οἷον ‘ἆρά
γε τῷ μήκωνι οὐχὶ τὸ βόειον κρέας ὑγιεινόν ἐστι, φθαρτικὸν δὲ νόσου, ὥσπερ τῷ καχεκτοῦντι τὸ ἀνάπαλιν ; ὧν δὲ τὸ ποιητικὸν καὶ φθαρτικὸν
ταὐτόν, καὶ αὐτὰ ταὐτά· ἔσται ἄρα ὑγεία καὶ νόσος ταὐτόν’. ὁρᾷς ὅπως οὐ φανερῶς ἔλαβε τὰ ἀντικείμενα ἀλλὰ συνεσκιασμένως τῷ λαβεῖν τοιαῦτα ἰσοδύναμα.]
176
ὀργανικά τινα πρὸς γυμνασίαν καὶ μελέτην τῶν διαλεκτικῶν λόγων
παραδίδωσι. καὶ πρῶτον μὲν δεῖν φησιν ἐθίζεσθαι ἀντιστρέφειν τοὺς λόγους, τουτέστιν τοὺς συλλογισμούς· τούτῳ γὰρ ἐγγεγυμνασμένοι πρός τε τὸ προκείμενον πρόβλημα εὔποροι ἐσόμεθα, καὶ ἐν ὀλίγοις πολλοὺς ἐξεπιστησόμεθα λόγους. καὶ ὑπομιμνήσκει ἡμᾶς τῆς συλλογισμῶν ἀντιστροφῆς, περὶ ἧς ἐδίδαξεν ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν.
ἔστι δὲ τὸ ἀντιστρέφειν συλλογισμὸν τὸ μεταλαβόντα τὸ συμπέρασμα, τουτέστι τὸ ἀντικείμενον * * * * * * τῇ λοιπῇ προτάσει συναγαγεῖν.
πρὸς αὐτὸν ὡς οὐ συλλογισμὸν ὄντα ἀμφισβητήσιμον. ἢ εἰ μὴ τοῦτόν τις
178 συγχωροίη, μεταβάντες ἐπ’ ἐκεῖνον ἄν δεικνύοιμεν. ἢ πρὸς πᾶν τε τὸ δεικνύμενον εὐπορώτεροι ἐσόμεθα, πλείους ἀφορμὰς ἔχοντες πρὸς τὸ συλλογίζεσθαι, καὶ ἐν ὀλίγοις πολλοὺς ἐξεπιστησόμεθα λόγους, ὅτι ἕνα ἔχοντες συλ|λογισμὸν ἕξομεν δι’ αὐτοῦ συλλογισμοὺς τέσσαρας, ποτὲ μὲν 179
τὸ ἐναντίον τοῦ συμπεράσματος λαμβάνοντες ἐν τῇ ἀντιστροφῇ καὶ δύο συλλογισμοὺς ποιοῦντες ἐν] τῇ κατὰ x003E; τῶν προτάσεων προσλήψει, ποτὲ δὲ τὸ ἀντικείμενον καὶ πάλιν ἄλλους ποιοῦντες δύο.
ταῖς ἐκλογαῖς πρὸς τὴν αὐτὴν θέσιν ἐπιχειρεῖν, παρατιθέντας τοῖς κατασκευαστικοῖς ἐπιχειρήμασι τὰ ἀνασκευαστικά. τοῦτο γὰρ πρός τε τὸ βιάζεσθαι καὶ ἐλέγχειν πολλὴν εὐπορίαν ἔχει τῷ ἐπιχειρημάτων
εὐπορεῖν εἰς ἀμφότερα τὰ μέρη, ἀλλὰ καὶ μεγάλην ἔχει βοήθειαν πάλιν τοῖς ἀποκρινομένοις πρὸς τὸ μὴ ἐλέγχεσθαι· ὁ γὰρ εὐπορῶν πρὸς τὰ ἀντικείμενα καὶ εἰς ἑκάτερα τῶν ἀντικειμένων φυλάττεται πρὸς τὴν
182 τῶν ἀντικειμένων αὐτοῖς παράθεσιν· ἡ γὰρ εἰς τὸ ἀντικείμενον ἐπιχείρησις φυλακὴ τοῦ δεικνυμένου διὰ τῆς εἰς τὸ ἀδύνατον ἐπιχειρήσεως.
φρόνησιν, ἥτις ἐστὶν ἡ τοῦ ἀληθοῦς ἐπιστημονικὴ γνῶσις, τὴν τοιαύτην παρασκευήν τε καὶ περὶ τὰ προβλήματα γυμνασίαν συντελεῖν. τοῦτο δὲ
εἶπεν ἐν τῷ πρώτῳ τῆσδε τῆς πραγματείας ἐκτιθέμενος πρὸς τίνα καὶ πόσα χρήσιμος ἡ διαλεκτική. διὰ γὰρ τοῦ πρὸς ἀμφότερα εὐπορεῖν “ῥᾷον κατοψόμεθα τὸ ἀληθές τε καὶ ψεῦδος”· ὄργανον γὰρ οὐ μικρὸν πρὸς
τὴν τοῦ ἀληθοῦς εὕρεσιν ἡ εἰς τὸ ἀντικείμενον ἐπιχείρησις· τῶν γὰρ ἐνδεχομένων εἰς ἑκάτερον μέρος ἐπιχειρηθῆναι γνωρίμων ὄντων ῥᾳδία ἡ τῶν ἀληθῶν εὕρεσις· ἐν τούτοις γὰρ ἀνάγκη καὶ τἀληθὲς εἶναι. δεῖ δέ, φησί,
καὶ πρὸς τὴν τοῦ ἀληθοῦς εὕρεσιν εὐφυίας, καθ’ ἣν ἐπιβλητικὸς ἔσται καὶ κριτικὸς τοῦ ἀληθοῦς. καὶ ταύτην λ·έγει εἶναι εὐφυίαν· εὐφυοῦς γὰρ τὸ
οἰκειοῦθαι μὲν πρὸς τἀληθὲς ἀποστρέφεσθαι δὲ τὸ ψεῦδος. ὁ δὲ τοῦτο ἔχων ἔχει καὶ τὸ κρίνειν τἀληθὲς δύνασθαι καλῶς. οἱ δὲ ῥᾳδίως μέν τισι παρακολουθοῦντες καὶ μανθάνοντες, ὁμοίως δ’ ἔχοντες πρὸς πάντα τὰ μαθήματα οὐκ ἂν κυρίως εὐφυεῖς λέγοιντ’ ἄν τῷ μὴ ἔχειν τὸ κριτικὸν ἐν
αὑτοῖς, ὅ ἐστιν ἡ πρώτη καὶ κυρίως εὐφυία.
184
185
λόγους. τοῦτο δέ, ἐπεὶ χαλεπὸν εἰς τὰ τοιαῦτα ἐπιχειρημάτων εὐπορεῖν· δεῖ γὰρ ἢ διὰ πρώτων ἢ δι’ ἐνδόξων ταῦτα δείκνυσθαι· ἀλλὰ καὶ τὸ ἀποκρίνεσθαι περὶ τῶν τοιούτων χαλεπόν. ἤτοι οὖν λέγει ὅτι διὰ τοῦτο δεῖ πρὸς τὰς τοιαύτας θέσεις παρασκευάζειν λόγους τινάς, ὅτι ἀπορήσουσι πρὸς ταύτα ἀποκρίσεων οἱ ἐρωτώμενοι, διὸ οἱ παρεσκευασμενοι πρὸς ταύτα
λόγους ῥᾳδίως ἄν περιγένοιντο τῶν ἀποκρινομένων, ἢ καθόλου ἀξιοῖ πρὸς τὰς τοιαύτας θέσεις ἔχειν τινὰς λόγους παρεσκευασμένους, ἐπεὶ δύσκολος ἡ περὶ αὐτῶν ἐπιχείρησίς τε καὶ ἀπόκρισις, ἵν’, ἂν δέῃ ποτὲ ὑπέχειν ἡμᾶς περὶ αὐτῶν | λόγον, μήτε ἐπιχειρήματος μήτε ἀποκρίσεως ἀπορῶμεν.
ἀναγκαῖον πρῶτον εἰδέναι τί γραμμή, τί γωνία· διὰ γὰρ τούτων
αἱ ἑξῆς ἀποδείξεις. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
τινες κοινοὶ τόποι, οἳ πρὸς πάντα τὰ γένη τῶν προβλημάτων εἰσὶ χρήσιμοι, οἷον οἱ ἀπὸ τῶν συστοίχων καὶ τῶν πτώσεων καὶ γενέσεων καὶ
φθορῶν καὶ τοῦ μᾶλλον καὶ ἧττον. τοὺς δὴ τοιούτους λόγους ἀξιοῖ 190 προχείρους ἔχειν ὡς πολλάκις χρησίμους· ὥσπερ γὰρ ἐν γεωμετρίᾳ πρὸ ἔργου τὸ περὶ τὰ στοιχεῖα γεγυμνάσθαι πρὸς τὰς τῶν ἄλλων θεωρημάτων δείξεις. κεφαλισμοὺς δὲ λέγει τοὺς τῶν πρώτων ἀριθμῶν τῶν μέχρι δεκάδος πολλαπλασιασμούς· διὰ γὰρ τῆς περὶ τούτων γυμνασίας
καὶ οἱ τῶν ὑστέρων καὶ μειζόνων καὶ ὁμοίων αὐτοῖς πολλαπλασιασμοὶ
κατὰ μετάβασιν γνωρίζονται· ἀπὸ γὰρ τοῦ δὶς δύο τέσσαρα γνωρίζεται ὁ δὶς εἴκοσι τεσσαράκοντα καὶ ὁ εἰκοσάκις εἴκοσι τετρακόσια καὶ ὁ διακοσιοντάκις εἴκοσι τετρακισχίλια, καὶ ἑξῆς ὁμοίως.
καὶ ἀπὸ τῶν ὁμοίων καὶ ἀπ’ ἄλλων πολλῶν. ὡς οὗν ἐπ’ ἐκείνων αὐτοὶ οἱ τόποι γνωριζόμενοι, ἀφ’ ὧν οἷόν τε ἀναμιμνήσκεσθαι, αἴτιοι τοῦ ἀναμιμνήσκεσθαι ἡμῖν γίνονται (εἰδότες γὰρ ὅτι δι’ ἐναντίων φέρε εἰπεῖν,
εὐθὺς εἰς τὸ ἐναντίον τῶν εἰρημένων μεταβάντες ἀπομιμνησκόμεθα τούτου, ἀπὸ πικροῦ γλυκέος, ἀπὸ λευκοῦ μέλανος, ἀπὸ ψύχους καύματος), ὡς οὖν ἐπὶ τοῦ ἀναμνηστικοῦ καὶ ἐπὶ τοῦ διαλέγεσθαι συλλογιστικώτερον
ποιεῖ ἡ τῶν κοινῶν τόπων γνῶσις· ἅμα γὰρ τοῦ τόπου τῇ γνώσει συνεισάγεται καὶ ὁ [τοῦ] δι’ αὐτοῦ γινόμενος συλλογισμός. ἔτι τῷ ὡρισμένους .
εἶναι τοὺς τόπους, ἀφ’ ὧν ἐπιχειρήσομεν, εὐπορήσομεν συλλογισμῶν, οὐ καθ’ ἕκαστον πρόβλημα οἰκείας ἀφορμὰς ζητοῦντες ἀλλὰ τοῖς κοινοῖς πρὸς πάντα χρώμενοι. ἔτι δὲ λέγων περὶ αὐτῶν φησι δεῖν προτάσεως κοινῆς
μᾶλλον ἢ συλλογισμοῦ μνημονεύειν, πρότασιν κοινὴν τὸν τόπον λέγων· κοινὴ γὰρ πρότασις ὁ τόπος. διαιρουμένων τῶν πραγμάτων οἷς ἁρμόζεται,
διαμνημονεύειν] τῶν οἰκείων ἑκάστῳ προβλήματι συλλογισμῶν. ὁ μὲν γὰρ συλλογισμὸν εἰδὼς πρὸς ἐκεῖνο μόνον εὐπορεῖν δύναμιν ἔχει τὸ πρόβλημα οὗ τὸν συλλογισμὸν ἔχει, ὁ δὲ κοινὴν πρότασιν ἔχων καὶ πρὸς ἄλλα. οἷον ὁ μὲν εἰδώς, ὅτι εἰ τὸ ὑγιεινὸν ἀγαθόν, τὸ νοσῶδες κακόν, ἀλλὰ μὴν τὸ
192 πρῶτον, καὶ τὸ δεύτερον ἄρα· ἔχει γὰρ συλλογισμόν, ἀλλὰ περὶ τῶν εἰρημένων μόνον· ὁ δὲ τὸν τόπον εἰδὼς τοῦ ἱεῖ τὸ ἐναντίον τῷ ἐναντίῳ, καὶ τὸ ἐναντίον τῷ ἐναντίῳ’ συλλογισμὸν μὲν οὐκ ἔχει, ἀρχὴν δὲ καὶ ἀφορμὴν συλλογισμῶν, οὐ μόνον τοῦ προκειμένου· οὐ γὰρ μόνα ταῦτα ἐναντία. τὰς
δὲ ἀρχὰς ὑποθέσεις λέγει, ὅτι μὴ δι’ ἀποδείξεως τίθενται. ἐπεὶ δὲ χαλεπὸν τὸ κἄν μετρίως ἀρχῆς εὐπορῆσαι δεῖ μνημονεύειν τῶν τοιούτων προτάσεων αἵ εἰσιν ἀρχαὶ τῶν προβλημάτων.
αὑτὸν ἀντὶ τῶν καθ’ ἕκαστα προτάσεων καὶ προσεχῶν προσέχειν τινὶ καθόλου· τὴν γὰρ καθόλου πρότασιν πολλῶν ἀρχὴν γίνεσθαι συλλογισμῶν· πρὸς γὰρ ἕκαστον τῶν ὑπὸ τὸ καθόλου χρήσιμος ἡ τοιαύτη πρότασις. καὶ ἔστι τὸ νῦν λεγόμενον ἴσον τῷ ἐν τῷ πρώτῳ εἰρημένῳ τόπῳ “ληπτέον δὲ ὅτι μάλιστα καθόλου πρότασιν, καὶ τὴν μίαν πολλὰς ποιητέον.”
ποιεῖσθαι δὲ ἀξιοῖ τὰς μεταβάσεις ἀπὸ τῶν κειμένων ἐπὶ τὰ καθολικώτερα ἀδήλως καὶ κεκρυμμένως· οὕτως γὰρ συγχωρηθήσεται, εἰ μὴ εἰς τὰ ἐγγὺς καὶ παρακείμενα καὶ | ὀλίγον ἀπέχοντα μεταβαίνει τις ἀλλ’ εἰς τὰ πλεῖστον 194 ἀπέχοντα τῶν ἐν τῇ συγγενείᾳ τούτων περὶ ὧν <ἂν> ὁ λόγος ᾖ.
τοῦτο πάσχειν δύνανται.
πλειόνων ἐπιστήμη, ἔχει διὰ τούτου καὶ ὅτι μὴ τῶν ἀντικειμένων· 196 τοῦτο δ’ ἔχων πάλιν ἔχει καὶ ὅτι τῶν πρός τι οὐκ ἔστι μία ἐπιστήμη καὶ τῶν ἐναντίων, ἀλλὰ καὶ τῶν συστοίχων· καὶ γὰρ ταῦτα ὑπὸ τὸ προκείμενον καθόλου.
καὶ νοσώδους οὐκ ἔστι μία ἐπιστήμη, αὐτὸν ἐκλαβόντα καθόλου αὐτοῦ μνημονεύειν λέγοντα ‘οὐκοῦν τῶν ἀντικειμένων οὐ φὴς εἶναι μίαν ἐπιστήμην;’· οὕτως γὰρ ἐξέσται πρὸς πολλὰ κεχρῆσθαι τῷ λόγῳ λέγοντι ‘οὐ μόνον ἄρα τῶν ἐναντίων οὐδὲ τῶν πρός τι’, ὅτι εἰ ἐπί τινων φανείη τῶν ἀντικειμένων οὖσα μία ἐπιστήμη, ἀναιρεῖσθαι δόξει τὸ τεθειμένον. ὁμοίως δὲ
ἀξιοῖ ποιεῖν καὶ ἐν τῇ ῥητορικῇ · καὶ γὰρ τὸ ἐνθύμημα συλλογισμὸς ῥητορικός ἐστι. δεῖ οὖν, φησί, καὶ ἐνταῦθα τὸν λόγον τὸν καθόλου πειρᾶσθαι
λαμβάνειν. ἐπιχειροῦντα μὲν οὖν χρὴ μεταφέρειν ἐπὶ τὰ καθόλου τὰς ἀποκρίσεις· οὕτω γὰρ ῥᾴδιον ἡ τῶν τιθεμένων ἀνασκευή. ἀποκρινόμενον δὲ καὶ ὑπέχοντα λόγον καὶ παριστάμενόν τινι συλλογιζόμενον περὶ αὐτοῦ
φεύγειν δεῖ τὸ καθόλου ποιεῖσθαι τοὺς συλλογισμούς· οὕτω γὰρ τὰς ἀφορμὰς πλείονας τῶν πρὸς τὰ λεγόμενα ἀφαιρεθήσεσθαι τοὺς † ἀνασκευάζοντας
τὸ ὑπ’ αὐτῶν πειρωμένους.
200
μὲν μεμνῆσθαι τὰ δὲ φυλάττεσθαι ἐθιζώμεθα· ἐκ γὰρ τοῦ τὰ τοιαῦτα παραφυλάττεσθαι ἡ διαλεκτικὴ δύναμις περιγίνεται, ἧς χάριν καὶ τὴν ἀρχὴν γυμναζόμεθα.
ἀθροίζοντα, προτάσεις μέν, ἐπειδὴ διὰ τούτων αἱ ἐρωτήσεις τε καὶ ἐπιχειρήσεις,
ἐνστάσεις δέ, ἐπειδὴ διὰ τούτων αἱ ἀποκρίσεις· τοῦ δὲ διαλεκτικοῦ ἔργον ἐρώτησίς τε καὶ ἀπόκρισις. εἰπὼν δὲ διαλεκτικὸν εἶναι τὸν προτατικὸν καὶ ἐνστατικόν, προστίθησι τί ἔργον ἐστὶ τοῦ καλῶς προτείνοντος καὶ τοῦ καλῶς ἐνισταμένου.
203
τοῦ ἀξιοῦν αὐτὸν μὴ πρὸς πάντας διαλέγεσθαι μηδὲ πρὸς τὸν τυχόντα
γυμνάζεσθαι. καὶ τὴν αἰτίαν λέγει· συμβαίνει γὰρ πρὸς ἐνίους φαύλους γίνεσθαι τοὺς λόγους. ὅτι γὰρ ἐριστικῶς ἀποκρινόμενοι οἱ προσδιαλεγόμενοι παραβαίνοντες τὰ ἔνδοξα καὶ ἐκ παντὸς τρόπου πειρώμενοι τοῖς διαλεγομένοις ἐνίστασθαι, ἀκόλουθον μέν ἐστι καὶ τοὺς ἐπιχειροῦντας ἐκ παντὸς τρόπου πειρᾶσθαι συλλογίζεσθαι τὸ προκείμενον· ἐκφέρονται
204 δὲ καὶ οἱ γυμναζόμενοι πρὸς τοὺς τοιούτους εἰς τὸ ἀγωνιστικὰς ποιεῖσθαι τὰς συνουσίας. τοῦτο δὲ οὐκ εὔσχημον ποιεῖν · τὸ γὰρ ἐρίζειν τε καὶ σοφίσμασι χρῆσθαι οὐδαμῶς οἰκεῖον τῷ διαλεγομένῳ· τὸ γὰρ διαλέγεσθαι| ἢ διὰ τῶν ἐνδόξων γυμνάζεσθαι πρὸς τὴν τῆς ἀληθείας εὕρεσιν 205
τὴν ἀναφορὰν ἔχει. διὸ τοῦτο φυλασσόμενον δεῖ μὴ πρὸς πάντα κοινολογεῖσθαι, ἀλλὰ κατὰ τὴν ἀρχὴν κρίνειν εἰ ἄξιοι κοινωνίας, ὅπως μὴ προπετῶς καθέντες ἑαυτοὺς ἀναγκαζώμεθα παραβαίνειν τὸ οἰκεῖον ἔργον ἁμιλλώμενοι τοῖς χείροσιν.
εἶπεν· ἐλαχίστων δὲ εὐπορήσαντες, <ἐξ> ὧν ὁ τοῦ καθόλου προβλήματος
συλλογισμός, πρὸς πλεῖστα λόγους χρησίμους ἕξομεν. καὶ διότι οὐ ῥᾴδιον περὶ τῶν καθόλου προτάσεων ἐκ τοῦ παρὰ πόδας εὐπορεῖν λέγειν, διὰ τὸ διὰ καθολικῶν γίνεσθαι τὸν περὶ τοῦ καθόλου συλλογισμόν, μὴ εἶναι δὲ ῥᾴδιον τοιούτων εὐπορεῖν προτάσεων, διὰ τοῦτο ἀξιοῖ περὶ
τῶν τοιούτων προτάσεων ἔχειν λόγους παρεσκευασμένους. οἷον τὸ μίαν εἶναι τῶν ἀντικειμένων ἐπιστήμην οὐ ῥᾴδιον μὲν συλλογίζεσθαι· συλλογι- σθέντι μέντοι αὐτῷ ἔνεστι χρῆσθαι καὶ ὅτι τῶν ἐναντίων μία ἐπιστήμη
καὶ ὅτι τῶν πρός τι καὶ ὅτι τῶν λοιπῶν, καὶ πάλιν δὲ καθ’ ἕκαστον τῶν ὑπὸ ταῦτα. διὸ χρὴ λόγον τινὰ ἔχειν περὶ τοῦ προβλήματος ὄντος καθοδὲ 207 ἀλλήλοις ἡ αὐτὴ ἐπιστήμη· τὰ δ’ ἀντικείμενα τοιαῦτα. ὅτι δὲ τῶν μὴ
δυναμένων συνυπάρχειν ἀλλήλοις ἡ αὐτὴ ἐπιστήμη, οὕτως δείκνυσιν· ἐπιστήμης ἴδιον τὸ εἰδέναι τὸ ὑπάρχον τινί· τῆς αὐτῆς δὲ καὶ τὸ μὴ ὑπάρχον
ἅμα ἐκείνῳ εἰδέναι· οὕτως γὰρ εἴσεται τὴν αὐτοῦ τοῦ ὑπάρχειν τινί.
208
In Aristotelis Topicorum Libros Octo Commentaria. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.