ὅτι τὰ μὲν Α Δ ἔσται ποτὲ ἅμα ἀληθῆ ὡς ἀποφατικὰ ὄντα, τὰ δὲ Β Γ ἀδύνατον, εἰ εἶεν καταφατικά, νῦν τὸ καταλειπόμενον ἐπὶ τῶν προτεθέντων δείκνυσιν, ὅτι γὰρ μηδὲ τῷ Δ τὸ Β ἀντιστρέφει, ἐπεὶ μηδὲ τὸ Α Γ ἀντέστρεφεν. οὐ γὰρ οἷόν τε τῷ Δ τὸ Β ἀκολουθεῖν. ἐπεὶ γὰρ δέδεικται, ὅτι
ἐνδέχεται ἅμα ἀληθῆ ποτε εἶναι τὰ Δ Α, εἰ ἕποιτο τῷ Δ τὸ Β, ὅτε ἅμα
ἀληθῆ ἐστι τὰ Δ Α, τότε ἄν ἅμα ἀληθῆ γίγνοιτο καὶ τὰ Α Β· ἐπὶ γὰρ τοῦ Δ ἄμφω ἅμα ἔσται ἀληθῆ, εἰ ἀντιστρέφοι καὶ ἕποιτο τῷ Δ τὸ Β. ὅτε γὰρ καὶ ἐφ’ οὗ ἀληθὲς τὸ Δ, τότε καὶ ἐπὶ τούτου ἀληθὲς γίνεσθαι τὸ Β· ἦν δὲ κείμενον καὶ τὸ Α ποτὲ συναληθεύειν αὐτῷ. εἶεν #x003C; ἄρα
ὁμοίως ἀληθῆ τὰ Α Β· ἀδύνατον δὲ ἅμα ἀληθῆ εἶναι τὰ Α Β· τοῦτο γὰρ ἔκειτο.
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.