εἶναι ἢ μὴ μουσικὸν εἶναι, ὃ ἀνῇ ζῷον, ληπτέον ἢ εἶναι μουσικὸν ἢ εἶναι μὴ μουσικόν.
ὅτι πᾶς ἄνθρωπός ἐστιν οὐ μουσικός, δείκνυμεν οὕτως· ἡ μὲν ἀληθὲς
εἰπεῖν, ὃ ἂν ᾗ ἄνθρωπος, μουσικὸν εἶναι σημαίνει τὴν ‘πᾶς ἄνθρωπος μουσικός’, ἡ δὲ ‘ἀληθὲς εἰπεῖν, ὃ ἄν ᾖ ἄνθρωπος, μὴ μουσικὸν εἶναι᾿ σημαίνει τὴν ‘πᾶς ἄνθρωπός ἐστιν οὐ μουσικός’. φησὶ δὲ χρῆναι ἐν τῇ ἑκατέρου τούτων δείξει μέσον ὅρον λαμβάνειν τὸ ζῷον. κἀν μὲν βουλώἃ
2 μέθᾳ δεῖξαι τὸ πάντα ἄνθρωπον μουσικόν, μείζανα ἄκρον κατηγορούμενον 3 καταφατικῶς τοῦ ζῴου παντὸς ληπτέον τὸ μουσικόν, ἔσχατον δὲ καὶ ἐλάττονα, οὗ τὸ ζῷον κατηγορεῖται παντός, τὸν ἄνθρωπον· ἔσονται γὰρ αἱ προτάσεις ‘πᾶς ἄνθρωπος ζῷον, πᾶν ζῷον μουσικόν, πᾶς ἄρα ἄνθρωπος
μουσικόν᾿, ὃ ἦν προκείμενον. οὐ δεῖ δὲ τὰς προτάσεις, αἷς χρῆται, ἀπαιτεῖν ὡς ἀληθεῖς· παραδείγματι γὰρ καὶ ὑπογραφῇ τῆς λέξεως χρῆται τοῦ πῶς
διὰ καταφατικῶν ἀμφοτέρων δείκνυται τό τε ‘πας ἄνθρωπος μουσικός ἐστι καὶ τὸ ‘πᾶς ἄνθρωπος οὐ μουσικός ἐστίν᾿. ἄν δέ γε ᾖ προκείμενον ἡμῖν δεῖξαι πάντα ἄνθρωπον εἶναι μὴ μουσικόν, τὸ μὲν ζῷον πάλιν μέσος ὅρος
ἔστω ὁ αὐτός, τὸ δὲ μὴ μουσικὸν μείζων καταφατικῶς τοῦ ζῴου καὶ αὐτὸς κατηγορούμενος, ἄνθρωπος δὲ ὁ ἔσχατος, καὶ αἱ προτάσεις ‘πᾶς ἄνθρωπος
ζῶον, πάν ζῷόν ἐστιν οὐ μουσικόν κατάφασις γὰρ καὶ τοῦτο), πᾶς ἄρα ἄνθρωπός ἐστιν οὐ μουσικός᾿. εἰ μὲν οὖν ἡ ‘πᾶς ἄνθρωπός ἐστιν οὐ μουσικός᾿ ἦν ἀπόφασις, οὐκ ἐν πρώτῳ ἂν τοῦτο τὸ συμπέρασμα σχήματι
ἐδείκνυτο μόνῳ ἀλλὰ καὶ ἐν τῷ δευτέρῳ ἀντιστρεφομένης ἰῆς καθόλου ἀποφατικῆς τῆς ‘πᾶς ἄνθρωπός ἐστιν οὐ μουσικός᾿. νῦν δὲ ἐν τούτῳ μόνῳ
δείκνυται. ὅτι δὲ μή ἐστιν ἀπόφασις, δεικνύοιτο ἄν ἐκ τοῦ μὴ ἀντιστρέφειν αὐτήν· ἀληθοῦς γὰρ οὕσης τῆς λεγούσης ‘πᾶν ἄψυχόν ἐστιν οὐκ αἰσθητικόν᾿ οὐκέτ’ ἀληθὴς ἡ λέγουσα ‘πᾶν οὐκ αἰσθητικὸν ἄψυχόν ἐστιν᾿· ἀληθὴς
δὲ ἡ ἐν μέρει ἡ ‘τὶ οὐκ αἰσθητικὸν ἄψυχον᾿ λέγουσα. διὰ τοῦτο δὲ ἐν τῷ πρώτῳ δείκνυται μόνῳ σχήματι, καὶ εἴη ἄν φανερώτατον σημεῖον τοῦ μὴ εἶναι ἀπόφασιν τὴν ἐκ μεταθέσεως τὸ μὴ ἀντιστρέφειν αὐτήν.
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.