ἐπισκέψασθαι δεῖ καὶ ἐπισημῆναι καθαρῶς.
Εὔδημος καί τινες ἄλλοι τῶν ἑταίρων αὐτοῦ. λέγοι δ’ ἂν τούς τε διὰ 4 συνεχοῦς, ὃ καὶ συνημμένον λέγεται, καὶ τῆς προσλήψεως ὑποθετικοὺς καὶ
τοὺς διὰ τοῦ διαιρετικοῦ τε καὶ διεζευγμένου ἢ καὶ τοὺς διὰ ἀποφατικῆς συμπλοκῆς. εἰ ἄρα οὗτοι ἕτεροι τῶν προειρημένων, παρὰ τοὺς εἰρημένους εἶεν ἄν καὶ οἱ ἐξ ἀναλογίας καὶ οὓς λέγουσι κατὰ ποιότητα, τοὺς ἀπὸ τοῦ
μᾶλλον καὶ ἧττον καὶ ὁμοίως, καὶ εἴ τινες ἄλλαι τῶν ἐξ ὑποθέσεως διαφοραὶ προτάσεων εἰσι, περὶ ὧν ἐν ἄλλοις εἴρηται. ἐκεῖνο δὲ ἄξιον ἐκ τῆς
λέξεως ἐπισημήνασθαι, ὅτι συλλογισμοὺς μὲν ἀπλῶς οὐ λέγει τοὺς ὑποθετικοὺς εἶναι, περαίνειν μέντοι αὐτοὺς λέγει, ὥσπερ προειρήκαμεν ἤδη, εἰπὼν πολλοὶ δὲ καὶ ἕτεροι περαίνονται ἐξ ὑποθέσεως, καὶ τὸ ὅλον ἐξ ὑποθέσεως συλλογισμούς· τοῦτο γάρ ἐστι τὸ τοὺς τοιούτους συλλογισμούς.
εἶεν δ’ ἂν περαίνοντες μὲν μόνον, ὧν ἡ πρόσληψις οὐ διὰ
συλλογισμοῦ τίθεται, ἐξ ὑποθέσεως δὲ συλλογισμοὶ οἱ τὴν πρόσληψιν ἔχοντες εἰλημμένην διὰ συλλογισμοῦ· ὥστε ἀνάπαλιν κατ’ αὐτόν, ἢ ὡς οἱ νεώτεροι ἀξιοῦσιν, ἢ] οἱ ὑποθετικοὶ λόγοι περαντικοὶ μὲν οὐ συλλογισμοὶ δέ, ὥσπερ φθάνομεν εἰρηκότες, συλλογισμοὶ δ’ οἱ κατηγορικοί. διὸ καὶ ὁ διὰ
τριῶν λέγοιτο δ’] ἄν κατ’ αὐτὸν λόγος περαντικός, ἀλλ’ οὐ συλλογιστικός.
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.