ἔκθεσιν τὸ δοκοῦν συμπέρασμα ψεῦδος γινόμενον ἐπὶ ταῖς προτάσεσι ταῖς
λαμβανομέναις ἀληθέσιν. ἄν γὰρ λάβωμεν ὑγείαν νόσῳ μὲν μηδεμιᾷ ἐξ 2 ἀνάγκης, ἀνθρώπῳ δὲ παντὶ ὑπάρχειν, συνάγεσθαι μὲν δόξει τὸ νόσον ἐξ 3 ἀνάγκης μηδενὶ ἀνθρώπῳ· ψεῦδος δὲ τοῦτο, ἐπειδὴ ἐπιδεκτικὸς ὁ ἄνθρωπος νόσου ὡσπεροῦν καὶ ὑγείας. ἀλλ’ οὐχ ὁμοίως ἀληθὴς ἥ τε λέγουσα ὑγείαν
μηδεμιᾷ νόσῳ καὶ ἡ λέγουσα ὑγείαν παντὶ ἀνθρώπῳ· ἡ μὲν γὰρ ὑγεία
οὐδεμιᾷ νόσῳ’ οὕτως ἀληθὴς ὡς λέγουσα ‘οὐδεμία νόδος ὑγεία ἐστίν’ τοῦτο γὰρ σημαίνει), ἡ δὲ ὑγείαν παντὶ ἀνθρώπῳ οὐκέτι ὡς λέγουσα ‘ πᾶς ἄνθρωπος ὑγεία ἐστίν’, ἀλλ’ ὡς λέγουσα ‘πᾶς ἄνθρωπος ὑγιαίνει’. ἄν οὖν μεταλαμβάνωμεν ἀντὶ ἰῆς ὑγείας καὶ τῆς νόσου τὸ ὑγιαίνειν καὶ τὸ νοσεῖν, οὐκ ἔσται ἀναγκαία καθόλου ἀποφατικὴ ἀληθὴς ἡ λέγουσα τὸ ὑγιαίνειν ἐξ ἀνάγκης
οὐδενὶ νοσοῦντι. ἔνεστι δὲ καὶ ἐπὶ ταύτης τῆς συζυγίας τὰ αὐτὰ εἰπεῖν, ὅτι οὐδὲ ἡ πρότασις ἀληθὴς ἀπλῶς ἡ λέγουσα ‘ὑγεία κατὰ παντὸς ἀνθρώπου’, ὅτι μηδὲ ἀληθὲς εἶναι δύναται τὸ ἶπάς ἄνθρωπος ὑγεία ἐστίν’. ὥστε καὶ διὰ τοῦτο οὐ καλῶς οἱ ὅροι εἰσὶ κείμενοι, ἀλλὰ χρὴ μεταλαμβάνειν τὰς ἕξεις εἰς τὰ κατὰ τὰς ἕξεις. ὁ γὰρ λέγων παντὶ ἀνθρώπῳ ὑγείαν ὑπάρχειν ἴσον
λέγει τῷ ‘πᾶς ἄνθρωπος ὑγιαίνει’· ὅρον οὖν τὸ ὑγιαίνειν θετέον, οὐ τὴν ὑγείαν. εἰ δέ τις ἐκείνην παραδέξαιτο ὡς ἀληθῆ, ἔσται καὶ τὸ συμπέρασμα ἀληθὲς τὸ νόσον μηδενὶ ἀνθρώπῳ, ἀλλ’ οὐκ ἀναγκαῖον ἀλλὰ ὑπάρχον, ὅ τι ἦν ἀντιλεγόμενον αὖ τῷ ἐπὶ τῆς προκειμένης μίξεως ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα.
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.