τῶν προβλημάτων.
καὶ μὴ ἐν πᾶσιν. ἐπὶ μὲν οὖν τοὐ καθόλου καταφατικοῦ ῥᾴδιον τοῦτο· ἐν γὰρ τῷ πρώτῳ σχήματι μόνῳ τοῦτο δείκνυται τὸ πρόβλημα. τῶν δ’
ἄλλων προβλημάτων τὸ μὲν καθόλου ἀποφατικὸν διά τε τοῦ πρώτου δείκνυται σχήματος καὶ διὰ τοῦ δευτέρου, μοναχῶς μὲν διὰ | τοῦ πρώτου 118v διχῶς δὲ διὰ τοῦ δευτέρου , τὸ δὲ ἐπὶ μέρους καταφατικὸν πάλιν διά τε
τοῦ πρώτου καὶ διὰ τοῦ τρίτου , μοναχῶς μὲν διὰ τοῦ πρώτου τριχῶς δὲ 2 διὰ τοῦ τρίτου, τὸ δὲ ἐπὶ μέρους ἀποφατικὸν καὶ διὰ τοῦ πρώτου καὶ 3 τοῦ δευτέρου καὶ διὰ τοῦ τρίτου, μοναχῶς μὲν διὰ τοῦ πρώτου, διχῶς δὲ διὰ τοῦ δευτέρου, τριχῶς δὲ διὰ τοῦ τρίτου. ἐπὶ δὲ τῶν διὰ πλειόνων
σχημάτων δεικνυμένων προβλημάτων ἐπιβλεπτέον μὲν καὶ ἐκεῖνο, δι’ οὗ
μᾶλλον δείκνυται καὶ πλεονάκις. οὐ μὴν ἀλλὰ γνώριμον ποιήσει τὸ σχῆμα ἡ τοῦ μέσου θέσις· εἰ μὲν γὰρ ὁ αὐτὸς ὑποκείμενος καὶ κατηγορούμενος εἴη, τὸ πρῶτον ἔσται σχῆμα, εἰ δὲ μόνον κατηγορούμενος, τὸ δεύτερον, εἰ δὲ μόνον ὑποκείμενος, τὸ τρίτον.
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.